Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὸ Ἅγιον Πάσχα

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὸ Ἅγιον Πάσχα


Ανάστασις - Μανουήλ ΠανσέληνοςΠάντοτε μὲν χαίρειν πάρεστιν ἐν τῇ καθ' ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας ἑορτῇ μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γυναικῶν φῦλον ἀκτινοβολήσας φησὶ πρὸς αὐτάς· Χαίρετε. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· ὁ φόβος ἐσχίσθη καὶ ἡ χάρις ἐδόθη. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· καὶ πρὸ πάντων ἐκεῖσε γυναιξὶ συνήντησεν, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύσῃ ἡ χάρις. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· καὶ αὕτη γυναιξὶ συνήντησε καὶ πρὸς αὐτὰς ὁ Κύριος εἶπεν· Ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ με ὄψεσθε.

Ὢ τῆς τοῦ Κυρίου σοφῆς πραγματείας. Οὐκ ἀπέστειλε πρὸς τοὺς μαθητὰς ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλὰ γυναῖκας ἀπέστειλεν· καὶ οὐχ ἁπλῶς γυναῖκας, ἀλλὰ πιστὰς γυναῖκας, τὰς ἑαυτοῦ στρατιώτιδας. Αὐτὰς ἀπέστειλε πρὸς τοὺς μαθητὰς ὁμοῦ χαροποιῶν καὶ ὀνειδίζων· χαροποιῶν μὲν ἀνέστη ἐκ νεκρῶν, ὀνειδίζων δὲ ὅτι οἱ ἄνδρες τῇ δειλίᾳ κρατηθέντες ἐκρύπτοντο καὶ γυναῖκες τῇ παρρησίᾳ φαιδρυνθεῖσαι τὴν ἀνάστασιν εὐηγγελίζοντο. Πνευματικὴν τοίνυν ἑορτὴν πανηγυρίζομεν σήμερον, τὴν μητέρα πάσης ἑορτῆς, τὴν πανταχόθεν ἀνοίξασαν εἴσοδον τοῦ παραδείσου, τὴν βάσιμον ἀνθρώποις ὁδὸν εἰς οὐρανὸν καταρτίσασαν, τὴν μίαν συμφωνίαν ἀγγέλων καὶ ἀνθρώπων τορνεύσασαν. Μικρὰ πᾶσα γλῶσσα πρὸς ἔπαινον τῆς παρούσης ἑορτῆς· αὕτη γὰρ ἔπαυσε τοῦ δράκοντος τὰ συρίσματα, αὕτη τοῦ Ἀδὰμ τῆς κατάρας τὰς ἀκάνθας ἀνέσπασεν, αὕτη τὴν Εὔαν ἀλύπως τίκτειν ἐδίδαξεν.

Πολυεργὴς ἡ παροῦσα ἑορτή· τὴν φλογινὴν ῥομφαίαν μετέστησε καὶ αὔραν τοῦ ἁγίου πνεύματος εἵλκυσεν, τὸ θανατῶδες ξύλον ἀνέσπασε καὶ τὸν ζωοποιὸν σταυρὸν ἐρρίζωσεν, τὰ φύλλα τῆς συκῆς ἐξήρανε καὶ τὰ κρίνα τῶν νεοφωτίστων ηὔξανεν. Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ Χριστὸν δοξολογοῦμεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὔαν ἀλλὰ τὴν Θεοτόκον Παρθένον μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν Σταυρὸν βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ' εἰς οὐρανοὺς ἀνερχόμεθα, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν ἡμέραν σου, ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ∆ιὰ τί; Ὅτι ὁ ἥλιος οὐκέτι σκοτίζεται «ἀλλὰ πάντα φωτίζεται», οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ' ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι τὰ βαΐα τῶν φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν λέγοντες· ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· εὐφρανθῶμεν αἰσθητῶς καὶ νοητῶς. Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη, μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ' ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες· εὐθυμεῖ τις, φησὶν ὁ Ἰάκωβος, ψαλλέτω. Ἀναστάσεως ἡ παροῦσα ἡμέρα, οὐχὶ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ταύτην τὴν εὐωχίαν ἐκ πολλῶν χρόνων ὁ προφήτης ∆αβὶδ κατανοήσας καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τί; Ὅτι ὁ ἰουδαϊσμὸς ἀπώσθη καὶ χριστιανισμὸς προσετέθη. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι οἱ μακρὰν ἐγγὺς ἐγενήθημεν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι δεσποτικῷ αἵματι ἠγοράσθητε, ὅτι κατεπατήσατε τὸ κράτος τοῦ θανάτου, ὅτι ἄνθρωποι τῇ φύσει ὄντες θεοὶ τῇ χάριτι κληρούμεθα. Τῇ ἐκκλησίᾳ πρέπει ἑορτάζειν, τῇ κατ' εἰκόνα τοῦ ἐν Ἐδὲμ παραδείσου φυτουργηθείσῃ· ὧδε τὸ ξύλον τῆς ζωῆς ἐν τῷ θυσιαστηρίῳ ἐρρίζωται, ὧδε τεσσάρων εὐαγγελικῶν ποταμῶν χριστόβρυτος μία πηγή, ὧδε τὸ τῆς παρθενίας ἀμάραντον ῥόδον, ὧδε τὸ τῆς εὐποιΐας ἀείζωον ἴον, ὧδε τὸ τῆς συζυγίας τῆς νομικῆς βοτρυοφόρον κλῆμα, ὧδε τὸ τῶν νεοφωτίστων λευκοφανὲς κρίνον κατὰ τὸ φάσκον ῥητόν· Ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Ἔρημος ἦν ποτε ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὸ τῆς δεσποτικῆς ἀναστάσεως, ἀλλ' ἡ τῆς σαρκὸς τοῦ Κυρίου ἀνάστασις τὴν ἔρημον πολύτεκνον ἀνέδειξεν, τὴν ἄκαρπον εἰς ἀφυλλορρόητον τῆς εὐκαρπίας δένδρον μετέβαλεν, τὴν ἄβατον βάσιμον εἰργάσατο.

Καὶ ταῦτα ὁ προφήτης Ἠσαΐας προθεωρήσας τῷ πνεύματι ἔλεγεν· Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Λάμπει πανταχοῦ ἡ τῶν νεοφωτίστων περιδρομὴ καὶ πάντες ἑορτάζομεν. Ἡμεῖς εὐφραινόμεθα, ἡμεῖς τὸ κυριακὸν πάσχα σαλπίζομεν πειθόμενοι Παύλῳ βοῶντι· Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ σκιὰ παρῆλθεν, ἡ ἀλήθεια ἔλαμψεν· ὁ νόμος ἐπαύθη, ἡ χάρις ὑψώθη· ἡ πληγὴ τῆς περιτομῆς ἐτάφη, ἡ σφραγὶς τοῦ βαπτίσματος ἐζωοποιήθη. Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ' ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει· οὐκέτι ἡ ἀδελφὴ Μωϋσέως τὸ τύμπανον τινάσσει, ἀλλ' ἡ ἐκκλησία τὸ εὐαγγέλιον ὑποδεικνύει· οὐκέτι ἡ νὺξ τῆς ἀγνωσίας, ἀλλὰ τὸ φῶς τῆς θεογνωσίας, καθὼς ὁ θεσπέσιος Παῦλος φησίν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ποία ἡμέρα; Ἡ χριστοφανὴς ἡμέρα, ἡ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ἡ τὸν ἥλιον τῆς δικαιοσύνης ἐκ τῶν ταφῶν ἀνίσχουσα, ἡ τὸ δωδεκάωρον τῶν ἀποστόλων ἀποκυήσασα φέγγος, περὶ ἧς ὁ ∆αβὶδ ἔλεγεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χαίρω τῇ συνδρομῇ τοῦ πλήθους τοῦ φιλοχρίστου, χαίρω τῇ πάντων περὶ τὰς πνευματικὰς ἑορτὰς ἑστιάσει, χαίρω πάντας ὑμᾶς ὁρῶν πνευματικὰς λύρας τοῦ ∆αβὶδ ἀνακρουομένους καὶ μετὰ πάσης προθυμίας εὐφώνως τὸ ψαλμικὸν ἀναμέλποντας λόγιον. Καὶ καθάπερ ἐπὶ λύρας εὐήχου οἱ ὀξεῖς φθόγγοι τοῖς βαρέσι συναπτόμενοι καὶ πάλιν οἱ μέσοι τοῖς ἄλλοις μίαν εὔρυθμον ἀποτελοῦσι φθογγὴν τῷ πλήκτρῳ κρουόμενοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐφ' ὑμῶν ὁρῶ· οἱ γὰρ ἀνδρῶν καὶ γυναικῶν, παίδων καὶ γερόντων ἀναμίγμενοι φθόγγοι μίαν σύμφωνον καὶ εὔηχον φωνὴν ἀποδιδόασι καὶ τὸ τοῦ μακαρίου ∆αβὶδ μεγαλοφώνως βοᾶται, ὅπερ ἐπὶ τοῦ παρόντος καιροῦ τέλος ἐδέξατο.

Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ Κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Ἀψευδῆ καθέστηκε τὰ ῥήματα τοῦ προφήτου, ἀπὸ παντὸς γὰρ ἔθνους καὶ φυλῆς καὶ χώρας τούτους τοὺς λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐθήρασεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνα ἱστῶσιν, ἀλλὰ πίστει ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, τοῦ τὰ ζιζάνια σπείραντος, τοῦ τὴν κατάραν γεννήσαντος, τοῦ τὴν παράβασιν τεκόντος, τοῦ τῶν Ἰουδαίων γεννήτορος καθώς φησιν ὁ προφήτης· Ματαία ἔσται ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Ἀληθὴς ὁ λόγος· ἐκεῖνος ξύλον κατάρας τὸν σταυρὸν ἐτεκτόνευσεν, ὁ δὲ Χριστὸς εἰς εὐλογίαν τοῦτο μετέστησεν· ἐκεῖνος ἐλατόμησε τάφον, Χριστὸς δὲ θυσιαστήριον αὐτὸν κατειργάσατο· ἐκεῖνος τῶν μαθητῶν τὸν Ἰούδαν ἀπέσπασεν, Χριστὸς δὲ πάντας τοὺς νεοφωτίστους ἐστήριξεν. Ἡ γὰρ τῶν νεοφωτίστων λαμπρότης γέγονεν σκοτία τῶν Ἰουδαίων καὶ ἡ τούτων εὐωχία ἐκείνων ταλαιπωρία καὶ ἡ τούτων σωτηρία ἐκείνων καὶ τοῦ διαβόλου πνιγμός. Οὗτοι γὰρ ἐν ἐκκλησίᾳ κἀκεῖνοι ἐν ἐρημίᾳ, οὗτοι μετὰ ἀγγέλων ἐκεῖνος μετὰ χοίρων.

Ὅθεν ἐκεῖνος ἐξέπεσεν ἀνεσφαιρίσθησαν οὗτοι· οἱ αἰχμάλωτοι ἐν ἐλευθερία καὶ ὁ τύραννος ἐν δουλείᾳ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου· τί εἰπάτωσαν; Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τί εἰπάτωσαν; Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Τί εἰπάτωσαν; Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Τί εἰπάτωσαν; Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομεν. Εἰπάτωσαν, μὴ σιωπάτωσαν μηδὲ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν. Τί εἰπάτωσαν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, κατὰ τὸν ἀπόστολον. Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, «ἵνα» μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται. Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός. Ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπὸ μολυσμῶν.

Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου· τί εἰπάτωσαν; Ἐξεδυσάμην τὸν χιτῶνα μου, πῶς ἐνδύσωμαι αὐτόν; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. Ποῖον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα. Καὶ χιτῶνα εὐφροσύνης. Ποῖον; Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου Τριάδος ὁμολογίαν. Αὐτῷ ἡ δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Your rating: None Average: 5 (1 vote)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα