Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν Υἱὸν τῆς Χήρας

Εἰς τὸν Υἱὸν τῆς Χήρας


"Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν χήρα."
Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας μεστά.
Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος.
Ἕνα βότρυν εἶχεν ἡ ἄμπελος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε·
μίαν βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θάνατος.

Ἀχαράκωτον ὑπῆρχε τὸ γύναιον, καὶ τῆς βακτηρίας ἐστέρητο·
ἀβίωτον ἐθεώρει τὸν βίον.
Λοιπὸν οὐδὲ τὴν τυχοῦσαν εἶχε παραμυθίαν, υἱὸν τὸν μονογενῆ ἀπολέσασα.
∆ιπλῷ τῷ πόνῳ συνείχετο·
ἀπαραμύθητον εἶχε τὸ ἄλγημα·
οὐδεὶς ἐπικουφίσαι τὴν ὀδύνην ἠδύνατο·
ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο.
Κατενόει τὴν τοῦ παιδὸς ὡραιότητα·
τῇ στοργῇ τὰ σπλάγχνα τῆς διανοίας ἐτέμνετο.
Καὶ αὕτη χήρα τὸ πᾶν γέγονε, τὸ πάντων βαρύτατον, τὸ πάντων ἐλεεινότερον·
καὶ τοῦ ἀνδρὸς, καὶ τοῦ μονογενοῦς ἐστέρητο.
Ὄντως ἐλεεινὸν τὸ τῆς χήρας ὄνομα, οἴκτου πεπληρωμένον, δακρύων μεμεστωμένον, συμπαθείας ἐχόμενον.


Οὐδεὶς τῶν βλεπόντων ἀπένθητος ἔμεινεν·
ἔστενον πάντων τὰ σπλάγχνα·
οὐχ εὕρισκον πρῶτον τίνα πενθῆσαι, τὸν τεθνηκότα παῖδα, ἢ τὴν ζῶσαν χήραν.
Ἀλλ' ἐσφάλην τὴν χήραν ζῶσαν προσειπών·
ποία γὰρ χήρα ζωὴν ζῇ;
κἂν γὰρ δοκῇ ζῇν (πρὸς τὰ παρόντα λέγω, οὐχὶ δὲ πρὸς τὰ μέλλοντα), τέθνηκε.
Χήρα γὰρ ἐν τοῖς παροῦσιν εἰ μὲν εὔπορος ἦν, μικρόν πως κλέπτεται τὴν ὀδύνην, ἀλείφει τὴν προσδοκίαν, θεραπεύεται τὸ τραῦμα, καὶ κουφίζεται τὸ ἄλγος, νευροῦται τῇ καρποφορίᾳ καὶ βραχύ τι πολλάκις καθεύδει.
Εἰ γὰρ καὶ πολλὰ τὰ λυποῦντα, καὶ οἱ διαρπάζοντες αὐτῆν ἕτοιμοι, ἀλλ' ὅμως τῆς πενίας ἀπούσης, ἐλαφρότερον τὸ βαρύ.
Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν·
καὶ ὡς ἀνδρὶ, τῷ Θεῷ καταβοῶσα, καὶ ἔκδικον ἑτοιμοτάτην ἔχουσα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκδίκησιν, σχίζουσα τοὺς οὐρανοὺς ταῖς πρὸς Θεὸν ἐπιτυχίαις, πεπικραμμένη καρδίᾳ·
τύπτουσα τὸ στῆθος, ὥσπερ δήμιος, εἰ μὴ ταχὺ εὕροι τοῦ Θεοῦ τὴν βοήθειαν, εἰς ἐκδίκησιν τῶν ἐπιβαινόντων αὐτῇ εἰς ἀδικίαν.
Καὶ ἡ ἄτεκνος, ἐπὶ γῆς πενιχρὰ, ἀπροστάτευτος, κινεῖ τὸν Θεὸν σὺν πάσαις αὐτοῦ ταῖς ἐπουρανίαις ∆υνάμεσιν, εἰς ὀργὴν καὶ ἀγανάκτησιν τῶν οὐ θελόντων πείθεσθαι, κριτὴν εἶναι τὸν Θεὸν χηρῶν καὶ ὀρφανῶν.
Εἰ δὲ συμβῇ αὐτῇ παῖδα προσεῖναι, μικρόν πως τέρπεται τῇ ἡλικίᾳ, καὶ κλέπτεται τῇ προσδοκίᾳ, νευροῦται τῇ καρποφορίᾳ.
Βλέπει τὸν κλάδον, καὶ τὴν ῥίζαν ἀσπάζεται·
τὸν βότρυν κρατεῖ, καὶ τὸν φυτεύσαντα φιλεῖ·
ἔχει τὸ μέρος, καὶ τὸ ὅλον λογίζεται·
τῷ ζῶντι συμπλέκεται, καὶ τὸν νεκρὸν οὐ βδελύσσεται·
τὸν χαρακτῆρα τοῦ παιδὸς κατανοεῖ, καὶ τὴν εἰκόνα τοῦ πατρὸς ἐσοπτρίζεται.
Καὶ ἕως μὲν περίεστι τὸ παιδάριον γαληνότερον ἡ χήρα κυματίζεται ἐν τῇ τοῦ βίου τρικυμίᾳ·
εἰ δὲ συμβῇ καὶ τὸν παῖδα ζώσης τῆς μητρὸς ἀποθανεῖν, καὶ τῇ μὲν μητρὶ συντάξασθαι, τῷ δὲ πατρὶ προσρυῆναι, ὅπερ πέπονθεν ἡ παροῦσα χήρα, πᾶσαν ὑφ' ἓν ἀναδέχεται τὴν ὀδύνην.


Μόνον γὰρ τέθνηκεν ὁ μονογενὴς υἱὸς τῆς μνημονευθείσης χήρας, τὴν στολὴν τοῦ πένθους ἠμφιεσμένη, ἤρξατο προπετῆ φθέγγεσθαι ῥήματα, καὶ ὡς ἀκρίτῳ τῷ ὄντι ἐδικάζετο, βλασφήμους λόγους προσάγουσα·
ὡς βίαν ὑπομένουσα διελέγετο, λέγουσα·
Ἆρα ὁ υἱός μου μόνος τὸν κόσμον ἐβάρησεν;
Ἄλλοι στενοχωροῦνται ἐπὶ παιδοποιίαις, κἀμοῦ τῆς μόνης ὁ μόνος ἀπεσπάσθη;
Ἐγὼ ἡ ἄτονος ζῶ, καὶ ὁ ἀνὴρ τέθνηκεν ἅμα καὶ ὁ υἱός.
Ποῦ λοιπὸν παραινέσει μέ τις;
τίς δέ με περιβλέψεται;
Ἐδόκουν κἂν μικρὰν παῤῥησίαν δι' αὐτὸν κεκτῆσθαι·
ἤρκει γάρ μοι μόνον μητέρα ἀκούειν.
Ὑπομάζιόν μοι αὐτὸν ὁ πατὴρ ἄνευ χρημάτων ἐγκατέλιπε·
κἀγὼ ἡ ἀπροστάτευτος χήρα χεῖρας εἰς ἔργον ἐρείσασα, τοῦτον ἐπιμελῶς ἔθρεψα·
διπλᾶς καὶ τριπλᾶς αὐτῷ στολὰς πεποίηκα, μισθοὺς τοῖς παιδεύσασιν αὐτὸν ἁπλῶς ἐχορήγησα·
καὶ νῦν, ὅτε τὸν τρυγητὸν τῶν ἀγαθῶν προσεδόκησα, τότε τὴν χάλαζαν τῶν πειρασμῶν δέδεγμαι.
Ὢ τῆς ὀδύνης!
Ἀλλ' εὗρον τί πράξω·
συνθάπτομαι τῷ υἱῷ μου·
πληροφορῶ τοὺς φθονήσαντάς μοι·
συγγενεῖς με κατήσθιον ὡς ἀνδρεῖον παῖδα κεκτημένην.
Συγχωρήσατέ μοι, πάντες οἱ βασκαίνοντές μοι τὴν εὐπαιδίαν·
ἤδη γὰρ ἐγὼ τοῦ γνησίου μου παιδὸς προκαταλαμβάνω τὸν τάφον·
ἐμοὶ γὰρ λοιπὸν τὸ ζῇν καταγέλαστον.


Ταῦτα τῆς χήρας βοησάσης καὶ ὀδυνωμένης, εὐθέως παραγενόμενος ὁ ποιητὴς ἡμῶν Χριστὸς ὁ Θεὸς, καὶ δὼν αὐτὴν, ὁ τὰ πάντα προορῶν Θεὸς, ὁ καὶ πρὸ τοῦ ποιῆσαι τὰ πάντα σαφῶς ἐπιστάμενος·
Πρὸ τοῦ γὰρ πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε·
ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, ὁ τὰ δάκρυα εἰς εὐφροσύνην μεταποιῶν, ὁ τὴν τῆς πόλεως Ναῒν πύλην ἐκκλησίαν ποιήσας, καὶ τὴν κλίνην τοῦ νεκροῦ θυσιαστήριον ἀποδείξας.
Ὅπου γὰρ ἀναστάσεως δῶρον, ἐκεῖ θυσιαστηρίου κόσμος·
καὶ ὅπου τοῦ Θεοῦ Λόγου αἱ χεῖρες ἐκτείνονται, ἐκεῖ τῆς ἀναστάσεως τὸ μέτρον ἐκτετέλεσται.
Τὸ γὰρ ἐξόδιον γέγονεν ἱερουργεῖον, καὶ ἡ ἐκκομιδὴ γέγονεν εἰσκομιδή.
Τί γάρ φησιν ὁ Εὐαγγελιστής;
Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς·
τουτέστιν, ὁ Σωτὴρ, καὶ ὁ Θεὸς Λόγος, ὁ Χριστὸς, ἐσπλαγχνίσθη, ἰδὼν αὐτήν.
Τί ἰδών;
Χήραν ἄτεκνον, ἄνανδρον γηραλέαν, κυρτίζουσαν, γοερὰν, κόμην ἑλκύσασαν, κόνει τὴν κεφαλὴν καταπάσσουσαν, τοὺς βαρυωπεῖς ὀφθαλμοὺς ἐκτυφλώττουσαν, ἀπρεπῆ στολὴν διαῤῥήξασαν, τὸ πολυστένακτον στῆθος τύπτουσαν, καὶ βοᾷν μηκέτι ἰσχύουσαν, φρενήρη λοιπὸν γενομένην.
Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ Ἰησοῦς, ἐσπλαγχνίσθη ἐπ' αὐτῇ, καὶ προσελθὼν εἶπεν αὐτῇ·
Μὴ κλαῖε.
Ἡ δὲ περὶ τὸ πένθος ἀσχολουμένη, εἰλικρινῶς μὴ κατανοήσασα τὸν παραγενόμενον, τὸ πένθος ἀποσεισαμένη, πρὸς τὸν Κύριον ἀνταποκριθεῖσα εἶπε·
Μὴ κλαίειν λέγεις μοι;
καὶ τίνα μοι παραμυθίαν προσοίσεις λοιπόν;
κἂν γὰρ τὸν κόσμον ὅλον κινήσῃς εἰς ἐμὴν παράκλησιν, οὐδεμίαν μοι δείξεις παράκλησιν.
Τῆς γὰρ μητρικῆς παρακλήσεως τί υἱοῦ ὑπάρχει γλυκύτερον;
καὶ μάλιστα, ὅτε χῆραι ὑπάρχουσι, καὶ μονογενέσιν υἱοῖς ἐπαγγέλλονται.
Πῶς οὖν μὴ κλαίειν λέγεις μοι;
Τὸν υἱόν μου οἱ ξένοι πενθοῦσι, κἀγὼ μὴ κλαύσω;
Οἱ λίθοι στενάζουσι, κἀγὼ σιωπήσω;


Ἡ ἐλπίς μου ἐστέρηται, ἡ ζωή μου ἐξέλιπεν, ἡ παῤῥησία μου σεσύληται, ἀνέλπιστον ἐμαυτῆς θεωρῶ τὸν βίον, καὶ γυμνὴ πάσης ἐλπίδος εἰμί.
Ἐθέρισέ μου τὴν προσδοκίαν ὁ θάνατος·
ἄπορόν με πανταχόθεν κατέστησεν·
ἐμὲ κατέλιπε, κἀκεῖνον μεθώδευσεν·
ἀφῆκε τὴν ῥίζαν, καὶ τὸν κλάδον ἀπέτεμεν·
ἐφείσατο τοῦ πρέμνου, καὶ τὸν ὡραῖον ἐμάρανεν ὄρπηκα·
τὴν παλαιὰν κατέλιπε, καὶ τὸν νέον ἐξέτεμεν.
Οὐκ ἔχω τίνα θεάσωμαι.
Εἰ μὲν γὰρ ἕτερον εἶχον υἱὸν, ἐδυνάμην τὸ πένθος ζυγοστατεῖν, καὶ τῇ ὄψει τοῦ ζῶντος τοῦ θανόντος τὸν πόνον ἀποκουφίζειν·
νῦν δὲ οὐδέν μοι καλὸν ὑπολέλειπται, πάσης εὐφροσύνης ἐστέρημαι.
Ἔβλεπον τὴν εἰκόνα τοῦ παιδὸς, καὶ ἐθεώρουν τὸν ἀρχαιότυπον αὐτοῦ πατέρα·
τοῦτον ἔχουσα, εἰς ἐκεῖνον ἐφανταζόμην·
οὐδέποτε χήραν ἐμαυτὴν ἐνόμισα.
Ὁ γὰρ ἐξ ἐκείνου τὰς συμφοράς μοι ἐπεκούφιζε, καὶ πλέον με τοῦ ἀνδρὸς ὁ ἐξ ἐμοῦ τεχθεὶς ἐθεράπευσε, καὶ λυπουμένη τοῦτον εἶχον παράκλησιν.
Εἴ ποτε ἀθυμία τὸν λογισμόν μου περιέσχε, περιελάμβανέ με·
καὶ περιπτυσσόμενος, καταφιλῶν, λόγοις παιδικοῖς τέρπων με, τὴν νεφέλην τῆς ἀθυμίας ἠφάνιζε·
καὶ λέγεις μοι, Μὴ κλαῖε τὸν υἱόν σου;
τίς εἶ σὺ ὁ τὰ τοιαῦτά μοι παραινῶν;
Τινὲς δὲ τοῦ ὄχλου προσελθόντες εἶπον πρὸς αὐτήν·
Τί τολμᾷς, ὦ γύναι, τῷ Θεῷ ἀντιλέγειν;
Ὁ Κύριος πάρεστιν;
αὐτός σοι διαλέγεται·
πρόσελθε, δεήθητι, ἱκέτευσον·
οὐ γάρ ἐστιν ἄπρακτος αὐτοῦ ἡ παρουσία.
Ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐκμάξασα, καὶ τὴν ἐσθῆτα ἑαυτῆς περιστείλασα, καὶ τὸ στῆθος καλύψασα, προσέπεσε τοῖς ἴχνεσι τοῦ ∆εσπότου, καὶ ἀποκριθεῖσα τῷ Κυρίῳ ἔφη·
∆ός μοι τὸν παῖδα, καὶ λαμβάνω τὴν συμβουλίαν σου·
καὶ γὰρ ἐν παλαιότητι φύσεως ἐξετάζομαι·
βλέπω γὰρ τὴν Σάῤῥαν, καὶ τρυγῶ τὰς ἐλπίδας.
Καὶ προσελθοῦσα τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἔλεγε·
Σύγγνωθι τῇ προπετείᾳ τῆς δούλης σου, ∆έσποτα, καὶ τοῖς λόγοις τοῖς βαπτισθεῖσιν ἐν τῷ πένθει μου.
Οὐ γὰρ ἀγνοεῖς μητρὸς ὀδύνην ἐν λύπῃ τέκνων·
τοῦτο γὰρ σὸν πρόσταγμα.
Ἐπ' ἐλπίσιν ἔτρεφον τοῦτον.
Τὸν ἄνδρα ἐζημιώθην, κἂν τὸν παῖδά μοι χάρισαι·
ψυχαγώγησόν μου τὸ γῆρας·
ἤδη γὰρ ἐκλείπω.
Οὐ λέγω ὡς ἡ Μάρθα Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός·
ἄρτι γὰρ καὶ παρὼν τὴν ψυχὴν αὐτοῦ βαστάζεις, καὶ ἀπιέναι δοκῶν οὐκ ἀπολείπῃ τινός.
Μικρὸν, ∆έσποτα, συγχώρησον τῇ δούλῃ σου.
Σὺ τὸν Λάζαρον ἔκλαυσας, ὃν τῇ σῇ δυνάμει ἤγειρας ἐκ νεκρῶν·
κἀγὼ τὸν υἱόν μου μὴ κλαύσω;
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο τῆς σοροῦ, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
Οἱ δὲ βαστάζοντες, ἔστησαν.
Καὶ εἶπε·
Νεανίσκε, ἀνάστηθι·
ἀνάλαβε φρόνημα νεανίσκου, καὶ τὸν θάνατον καταπάτησον.
Σοὶ λέγω, ἐγέρθητι·
μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν·
Ἐγὼ γάρ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις.
Ἐκάλεσα τὸν Λάζαρον ἐκ τάφου, καὶ οὗτος εὐθέως ἐξήλατο τοῦ μνήματος, ὡς τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, καὶ πολλὰ τῶν σπλάγχνων ὑπὸ τῶν σκωλήκων πεπορθημένος.
Ἀλλ' ἡ φωνὴ τῆς ζωῆς τὸν νεκρὸν ὀσφράνασα εἰς εὐοσμίαν τὴν τῶν σαρκῶν ἀνεχάλκευσε λύσιν, καὶ γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα.
Σοὶ δὲ προσφάτως ὁ θάνατος ἐμεθόδευσε·
σοὶ λέγω, μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν·
Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις.
Νεκρὸς ὑπῆρχεν ὁ θεωρούμενος, καὶ ὡς ἀκούοντι τῷ τεθνεῶτι διελέγετο ὁ Κύριος.
Πότε νεκρὸς ἀκούει;
Καὶ τί φησιν ὁ ∆εσπότης;
Σοὶ λέγω, ἐγέρθητι·
καὶ εὐθέως ἀνεκάθισεν ὁ νεκρός·
ὥστε οἱ θεωροῦντες ὄχλοι ἐγένοντο ὡσεὶ νεκροὶ, πρῶτον μὲν διὰ τὴν ἀπιστίαν, δεύτερον διὰ τὴν ἀλήθειαν.


∆ιὰ τί γὰρ μὴ κατεπήδησεν, ἀλλ' ἀνεκάθισεν;
Ὅπως ἂν ἀνεπισκίαστον τὴν ἀνάστασιν θεωρήσωσιν οἱ πάντες, καὶ μὴ φαντασία γνωρισθῇ τὸ γινόμενον.
Μονονουχὶ λέγων πρὸς αὐτούς·
Ἐγὼ ὑμᾶς πληροφορῶ τοὺς ἀκηκοότας, ὅτι ἐκεῖνος αὐτός ἐστιν ὁ πρὸς βραχὺ ἀποθανών.
Καὶ ἐκτείνας τὴν χεῖρα ὁ Ἰησοῦς, ἐπελάβετο τοῦ τεθνεῶτος, καὶ ἔδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ.
Ἡ δὲ λαβοῦσα τὸν υἱὸν, ὑπὸ χαρᾶς καὶ ἀπιστίας συνείχετο·
χαίρουσα μὲν ἐπὶ τῇ τοῦ παιδὸς ἀναστάσει·
ἀπιστοῦσα δὲ τῇ διανοίᾳ τῶν πραγμάτων.
Μετὰ σπουδῆς τὸ γύναιον ἀκριβῶς τὸν υἱὸν κατενόει, ταῖς χερσὶν ἐψηλάφα, ὀφθαλμῶν θέσεις διερευνῶσα, ὀσφρήσεως, χειλέων, μετώπου, καὶ τοῦ παντὸς προσώπου τὴν διατύπωσιν·
εἶτα τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἁπλῶς εἰπεῖν, ὅλον τὸ σῶμα·
καὶ πρὸς ἑαυτὴν διελογίζετο λέγουσα·
Ἆρα, φησὶ, μήποτε πλανῶμαι;
μὴ ἄλλον ὑπὲρ ἄλλου κρατῶ;
μὴ πρὸς παραμυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο;
καὶ ξένον τινὰ ὡς οἰκεῖον παρέδωκεν Ἰησοῦς, τὴν ἐμὴν ὀδύνην ἐπικουφίσαι βουλόμενος;
Οὐδένα τοῦ γενομένου κέκτημαι μάρτυρα·
οὐκ εἶδον τοῦτό ποτε, οὐκ ἄλλος τῶν σὺν ἐμοὶ τεθέαται·
οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος.
Αὐτὸν δὲ τὸν υἱὸν λαβοῦσα, διελέγετο λέγουσα·
Λέγε μοι, φησὶ, καὶ μὴ δειλιάσῃς, εἰ σὺ αὐτὸς ὑπάρχεις ὁ υἱός μου·
εἰπὲ, γινώσκεις με;
γνωρίζεις με τίς εἰμι;
οἶδας εἰ ἐγώ εἰμι ἡ τεκοῦσά σε;
Ἐπιγινώσκω τοὺς χαρακτῆρας, ἀλλ' οὐ πιστεύω τῷ πράγματι·
βοᾷ ὁ ὀφθαλμὸς, ὑπογράφει ἡ κόρη, κηρύττει τὰ βλέφαρα, ἡ ἀκοὴ συμφωνεῖ, μαρτυρεῖ τὸ τῆς ὀσφρήσεως διατετυπωμένον μεσότοιχον, τὰ χείλη πληροφορεῖ, αὐτὴ ἡ ἡλικία προτρέπεται.
Κίνησον γλῶσσαν, ὦ φίλτατε, εἰπέ μοι τὰ τοῦ βίου τεκμήρια.
Ἡ χαρά μοι χειμῶνά μοι ἐκίνησε·
βλέπω σε, καὶ συνέχομαι·
ἐγώ σε ἐπ' ἀγκάλαις ἐβάστασα, ἐγὼ μαζοῖς ἐμοῖς ἐθήλασα βραχὺν ὄντα.
Λέγε μοι, τέκνον μου, σὺ ὑπάρχεις ὁ υἱός μου;
καὶ μὴ δειλιάσῃς με.


Ἀλλ' ὡς ἐπὶ πᾶσι τούτοις τὴν πληροφορίαν ἐδέξατο, καὶ ἡ πενθήσασα ὑπέστρεψε χαίρουσα, καὶ ἡ θρηνοῦσα δοξάζουσα τὸν Θεὸν, τῇ δεξιᾷ χειρὶ τὸν παῖδα κατέχουσα, καὶ διὰ τῆς πόλεως πρὸς πάντας πορευομένη βοῶσα μεγάλῃ τῇ φωνῇ·
Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό·
ὅτι τὸν ἐμὸν νεκρωθέντα ἀνέστησεν, ὅτι τὴν παλαιὰν ἄμπελον ἐχαράκωσε, καὶ τὴν μὴ μητέρα πάλιν μητέρα ἐποίησε, καὶ πηγὰς δακρύων ἐξέκοψε·
καὶ δοξάσατε τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας·
ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα