Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τῶν ἀστάτως κινουμένων· οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν ἀγῶνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα· οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα· οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη· ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη· οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη· οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη· οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη· οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη· οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον· οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις· οὐ λατρεύομεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ' ἀφίσταται· οὐ σεβόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει.

Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ μόνος παλαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦσιν ἀνοσίως. Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατείτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν· συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ' Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρείαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην. Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλκευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης, ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Παλαιστίνῃ τῷ ∆αγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας. Ἔλειψε τόπος, οὐκ ἔλειψε μύσος. ∆ιὰ τοῦτο καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ὁ ∆εσπότης. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ εὐφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.

Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Ναβουθὲ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· πανηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέῤῥιψας. Εἰς κρίσεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας. Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει. Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν· ἐν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύματα, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξετέλεσεν· εἶθ' οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη· τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον παρθενίαν. Ὢ τριὰς Τριάδος κήρυξ! ὢ λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς. Ἔλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν ∆εσπότην. Οὐ βαρεῖ με τὸ ἴχνος τοῦ πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ' οὗτος ἡγίασε· τὸν Ἰωνᾶν ἐῤῥόφησα, τοῦτον δὲ φρίττω· τὸν Νῶε ἐκλυδώνησα, ἀλλ' οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρωπον πλάσαντι. Ποσὶ τὴν θάλασσαν ἡγίασε, τὸν οὐρανὸν τῷ θρόνῳ ἐδόξασε, τὴν γῆν τῇ φάτνῃ ἐλάμπρυνε, τὸν ᾅδην διὰ τοῦ τάφου ἐφώτισεν. Οὐκ εἰμὶ ἀγνώμων καὶ ἄψυχος· ἐπιγινώσκω ὡς στοιχεῖον τὸν ποιήσαντα· οὐ λέγω μετὰ τῶν Ἰουδαίων, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ· ἀλλὰ κράζω εὐσεβοῦσα, Οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν.

∆είξω τὰ τῆς ἐμῆς φύσεως, ἐλέγξω τῶν μιαιφόνων τὰς γνώμας, δημοσιεύσω τοῦ περιπατήσαντός με τὸ κράτος. Οὗτοι σύνδουλοι, ἐκεῖνος ∆εσπότης, οὗ φόβῳ τούτους ταράττω. Ὁ μὲν ∆εσπότης ἐν τῇ θαλάττῃ ἀβρόχως ἐβάδιζεν, οἱ δὲ πλέοντες ἐθορυβοῦντο· ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾷν παρεσκεύασεν, ὁ δὲ φιλάνθρωπος τὸ θαῤῥεῖν παρεκελεύετο λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Θαρσεῖτε τὴν τῆς πίστεως ἔχοντες ἄγκυραν· εἰδωλολατρείας γὰρ σπιλὰς οὐκ ἐβύθισεν ὑμᾶς· θαρσεῖτε, Ἰουδαϊκὴ ὑμᾶς λαῖλαψ οὐ κατεπόντισε· θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει.

Ἐγώ εἰμι, ὁ συνάναρχος τοῦ Πατρὸς Λόγος, τῆς ἀκτίστης ἀρχῆς ὁ κλάδος, τῆς κοσμικῆς ἁμαρτίας ὁ ἀμνὸς, τοῦ τῶν πόλεων ναυαγίου ὁ κυβερνήτης, τῆς ὀρθοδόξου πίστεως ὁ θησαυρὸς, τῶν μαρτυρικῶν ἀγώνων ὁ βραβευτής. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ὅπου γὰρ ὁ Θεὸς πάρεστιν, ἀπελήλατο κίνδυνος χάριτι Θεοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα