»»» Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Προσέλθετε καὶ δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς καὶ μακαρίας ἐκείνης τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς·
δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν βασιλείαν τῶν οὐρανῶν.
Βλέπετε, ἀδελφοί μου,
μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας.
Ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί.
Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς,
καὶ φωτίσας ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς.
Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς,
ἵνα ἡμᾶς ὁμοίους αὑτῷ ποιήσῃ.
Ὁ Ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε,
καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα.
Νῦν ἔρχεται μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς.
Ὁδὸς ἡμῖν γέγονε πλήρης φωτὸς καὶ δόξης,
ἵνα ἡμεῖς ἐν φωτὶ βαδίσωμεν πρὸς τὸν Πατέρα.
∆εῦτε, ἀγαπητοί,
βαδίσωμεν εἰς τὴν ὁδὸν ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν,
ἵνα μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὐτοῦ βασιλείαν.
Λάβωμεν ἐπισιτισμὸν καὶ ἔλαιον εἰς τὰ ἀγγεῖα ἡμῶν,
οὐκ ἔστι γὰρ ὀλίγον τὸ μῆκος τῆς ὁδοῦ ἐκείνης.
Περιζώσωμεν οὖν τὰς ὀσφύας ἡμῶν εἰλικρινείᾳ καὶ ἀληθείᾳ,
ὡς ἄνθρωποι καὶ δοῦλοι γνήσιοι ἐκδεχόμενοι τὸν ἴδιον ∆εσπότην.
Ἀνάψωμεν τὰς λαμπάδας ἡμῶν,
καὶ γενναίως νήψωμεν·
προσδοκῶμεν γὰρ τὸν Κύριον ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι.
Μὴ οὖν νυστάζωμεν,
ἵνα μὴ σβέννυνται αἱ λαμπάδες ἡμῶν.
Ἰδοὺ ἦλθεν·
ἡ νὺξ προέκοψε, καὶ ἡ ἡμέρα ἤγγικεν.
Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς.
Ἐξέλθετε μετὰ χαρᾶς εἰς ἀπάντησιν τοῦ Κυρίου ἡμῶν.
∆είξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν.
Προσενέγκατε αὐτῷ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν·
τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν.
Μὴ οὖν ῥᾳθυμήσητε, μὴ ὀκνήσητε,
μὴ νυστάζητε, μηδὲ ὑπνώσητε.
Μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω,
ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ἀναγέτω εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον.
Ἄνω ἔχετε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην,
κληρονόμοι τοῦ Πατρὸς καὶ συγκληρονόμοι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.
Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν.
Τί οὖν ἀνταποδώσομεν ἡμεῖς αὐτῷ, ἀγαπητοί;
∆εῦτε ῥίψωμεν ἀφ' ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύσωμεν αὐτῷ μόνῳ.
Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς,
καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν ἀκριβῶς.
∆εῦτε οὖν, ἀδελφοί, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν,
ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον.
Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν·
ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται·
ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπήσαντες αὐτὸν καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης.
Πάντας γὰρ τοὺς ποθήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ λαμπρῷ καὶ ἀνεκλαλήτῳ καὶ αἰωνίῳ.
Βλέπετε οὖν, ἀδελφοί μου, μὴ γενομένης τῆς κραυγῆς ἐκείνης εὑρεθῇ τις ἐξ ὑμῶν κατέχων τὴν λαμπάδα σκοτεινὴν καὶ μὴ ἔχουσαν ἔλαιον, ἢ περιβεβλημένος ἐσθῆτα στυγνὴν καὶ ῥυποῦσαν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον,
καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ἀσφαλισώμεθα ἑαυτούς, ἀγαπητοί μου,
ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται·
ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς,
οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται·
καὶ ὥσπερ ἀστραπὴ ὀξυτάτη,
οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται·
σαλπίσει γάρ, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρομάσει.
Οἵ τε οὐρανοὶ σὺν ταῖς δυνάμεσιν αὐτῶν σαλευθήσονται,
καὶ οἱ νεκροὶ πάντες ἐγερθήσονται.
Οἴμοι, οἴμοι, ἀγαπητοί!
Τίς θαρσήσει ἐν τῇ ὥρᾳ ἐκείνῃ μὴ καταγινώσκειν τὴν καρδίαν αὑτοῦ;
Σύγγνωτε τῇ ἐμῇ ἀσθενείᾳ·
ὑπολαμβάνω γὰρ ὅτι πᾶσα πνοὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τρεμεῖ· ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων·
καὶ ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ.
Οἱ δὲ ὁμοιωθέντες ἐμοὶ ῥᾴθυμοι καὶ ὀκνηροί,
τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς.
Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐχερῶς εἰς τὸν οὐρανὸν ἀνερχώμεθα.
Τί ἡμᾶς ὠφελεῖ ὁ κόσμος,
ὅτε δεσμεύομεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ;
Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἱματίων, εἰ μὴ πῦρ ἄσβεστον;
Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν ἐδεσμάτων, εἰ μὴ κόλασιν αἰωνίαν;
Γινώσκετε οὖν ἀκριβῶς ὅτι εἰ μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ τούτῳ καιρῷ, μέλλομεν ἐκεῖ μετανοεῖν εἰς αἰῶνα αἰῶνος.
Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν ἢ τί ῥᾳθυμοῦμεν;
Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν;
Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἤγγικεν ἐφ' ἡμᾶς.
∆ιατί φροντίδα πᾶσαν ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ' ἡμῶν, καὶ ἑαυτοὺς κουφίζομεν ἀπὸ τοῦ βάρους τῶν πραγμάτων;
Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμμένη ἐστί,
καὶ πολυκτήμων δι' αὐτῆς εἰσελθεῖν οὐ δύναται;
Ἀγαπᾷ γὰρ τοὺς ἀκτήμονας τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως εἰς ἄσκησιν καὶ ἀγρυπνίαν, καὶ τοὺς εὐτρεπίσαντας ἑαυτοὺς τὸν ἀθάνατον Νυμφίον ἰδεῖν μετὰ δόξης, ὥστε καὶ κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἰδοὺ γάρ, ἀγαπητοί μου, ἡ θύρα φωνεῖ ἡμᾶς, λέγουσα·
ὀξυποδήσατε καὶ ἥκετε πρός με.
Ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ λέγει πρὸς ἡμᾶς·
δεῦτε, τέκνα μου ποθεινά·
δεῦτε πρός με.
Πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν ἐν ἐμοὶ καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυρίου ὑμῶν·
καὶ μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν μετὰ ἁγίων Ἀγγέλων ἐν τῷ φωτί.
Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας,
καὶ μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως.
Ποθήσατέ με, τέκνα μου, καθάπερ ἐγὼ ποθῶ ὑμᾶς·
μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς· μηδὲν μεριμνήσητε.
Ἰδοὺ γὰρ ὁ Νυμφίος ἕτοιμός ἐστι τοῦ προελθεῖν ἐν νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου αὑτοῦ Πατρός,
καὶ κατ' ὄνομα ἕκαστον ὑμῶν φωνήσει,
καὶ ἀνακλινεῖ αὐτὸν ἐν τῷ τάγματι τῶν ἁγίων ἐκείνων τῶν διαγόντων ἐν τῷ φωτὶ ἐκείνῳ τῷ ἀνεκλαλήτῳ,
ἐν τῇ ζωῇ τῇ ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ αἰωνίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ.
Σπουδάσωμεν οὖν, ἀδελφοί μου,
σπουδάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον.
Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου,
ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας,
ὅπου οὐκ ὠφελήσουσι δάκρυα καὶ στεναγμοί·
ὅπου οὐκ ἔστι μετάνοια.
Λοιπὸν ἐν τῇ σπουδῇ ὑμῶν, ἀγαπητοί μου,
Ἄγγελοι καὶ Ἀρχάγγελοι χαίρουσιν·
ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸς χαίρει.
Σπουδάσατε, τέκνα μου ποθεινά, σπουδάσατε,
ἵν' ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς, καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς αἰῶνα αἰῶνος.
Προσπίπτω σοι, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαί μοι, καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δόξης ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων σε, Κύριέ μου δέσποτα.
Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, οὐκ ἔχομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ.
Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν·
τοῦ γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος ἐπὶ γῆς πρὸς ἡμᾶς, πᾶσα ἡμῶν πρόφασις ἀνῄρηται·
ἐχαρίσατο γὰρ ἡμῖν ἐλθὼν τὴν ζωὴν τὴν αἰώνιον.
Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν·
γήϊνοι, καὶ ἐπουράνιοι γεγόναμεν·
θνητοί, καὶ ἀθάνατοι ἐκλήθημεν·
υἱοὶ σκότους, καὶ υἱοὶ φωτὸς ἐγενόμεθα·
αἰχμάλωτοι, καὶ ἀνεκλήθημεν· δοῦλοι ἁμαρτίας, καὶ ἠλευθερώθημεν·
πτωχοί, καὶ ἐπλουτίσθημεν·
ἀπολλύμενοι, καὶ εὑρέθημεν·
μισητοί, καὶ ἠγαπήθημεν·
ἄδικοι, καὶ ἐδικαιώθημεν·
οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν·
ἁμαρτωλοί, καὶ ἐσώθημεν·
ἐσκορπισμένοι, καὶ συνήχθημεν·
γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν·
γυμνοί, καὶ ἐσκεπάσθημεν·
γεγόναμεν καὶ κληρονόμοι τοῦ Θεοῦ,
καὶ συγκληρονόμοι τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ.
Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν·
τί οὖν ἀνταποδώσωμεν αὐτῷ ἡμεῖς, ἀγαπητοί μου;
∆εῦτε ῥίψωμεν ἀφ' ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ ματαίου αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύσωμεν αὐτῷ μόνῳ.
Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν εἰς ἡμᾶς ἀκριβῶς.
∆εῦτε οὖν, ἀδελφοί μου,
ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν,
ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον.
Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν.
Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.
Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς.
Ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς.
∆είξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν.
Προσενέγκατε αὐτῷ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν·
τὰς ἀγρυπνίας καὶ τὸν κόπον ὑμῶν·
τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν.
Μὴ οὖν ῥᾳθυμήσητε, μηδὲ νυστάζητε, μηδὲ ὑπνώσητε.
Μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω,
ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ὑμῶν ἄνω βλεπέτω,
εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον.
Ἄνω ἔχε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἧς κορέννυται ἡ ψυχὴ ἡμῶν ἀπὸ τῆς θεωρίας τῆς δόξης αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας.
Ὁ πεινῶν ὑπομεινάτω·
ἰδοὺ γὰρ ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν.
Ὁ διψῶν καρτερησάτω·
ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμασται αὐτῷ.
Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐδυναμωθήτω, ὅτι ἡ χαρὰ τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν.
Ταῦτα οὖν εἰδότες πάντα, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπητοί·
ἕκαστος ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι ποίαν ἀρετὴν ἐκτήσατο ἐνταῦθα, ἢ ποίους πόνους ὑπέμεινεν, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν ἐπεδείξατο.
Ἄρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰκισμῶν καὶ βασάνων, καὶ οἱ γενναῖοι ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν αὐτῶν, καὶ τὴν ὑπομονὴν καὶ τὴν θλῖψιν αὐτῶν, καὶ τὴν ἀκτημοσύνην αὐτῶν, ἄρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται;
Ἐν τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ αὐτοῖς ὅτι ἠμέλησαν κακῶς!
Οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν!
∆εῦτε, φίλοι μου· δεῦτε σπουδάσωμεν·
δεῦτε προσπέσωμεν αὐτῷ·
πενθήσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς.
Συνίετε τὰς μεθοδείας τοῦ ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισοκάλου, ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου, καὶ ἡδονὴν σαρκικήν, ἔτι δὲ καὶ πολυχρονίαν τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς τὴν ἄσκησιν, καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνάπαυσιν σαρκικήν.
Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦμεν.
Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετ' εὐπρεπείας τῆς ὡραιότητος αὑτοῦ, καὶ μετὰ φοβερῶν δυνάμεων τῆς βασιλείας αὑτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Φοβοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ' ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου ὁ λέγων, ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ βληθήσεσθε ἔξω.
Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ,
γέννημα τοῦ εὐλογημένου Πατρός,
χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ,
ὁ καθήμενος ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ,
ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ καὶ ἀνεξερεύνητε Θεέ,
καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε,
ζωή μου, Χριστέ,
σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου.
Ὁ κοπιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς αὑτοῦ κομίσασθαι.
Οἴμοι ὅτι κοπιᾷ ἡ γλῶσσά μου εἰς δοξολογίαν,
ἀλλ' ὡς ἐποίησα, μὴ ἀνταποδώσῃς μοι κατὰ τὰ ἔργα μου.
Ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου,
καὶ οἰκτείρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου.
Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.