Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Προσευχές / Ὁ κανόνας τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ

Ὁ κανόνας τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ


ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

Ποίημα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου.

(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν· «Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι», πλὴν τῶν Δόξα, καὶ νῦν)

ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μα​κρόθυμε,
τὰ τῆς ψυχῆς μου θερά​πευ​σον τραύματα Ἰησοῦ
καὶ γλύκανον τὴν καρδίαν μου Πολυέλεε δέομαι Ἰησοῦ Σωτήρ μου,
ἵνα μεγαλύ​νω Σε σῳζόμενος.
Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ διάνοιξον τῆς μετανοίας μοι πύ​λας Φιλάνθρωπε  Ἰησοῦ
καὶ δέξαι με Σοὶ προσπίπτοντα,
καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου,
τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Δόξα.

Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ ἐξάρπασον ἐκ τῆς χειρὸς τοῦ δολίου Βελίαρ με Ἰησοῦ
καὶ ποίησον δεξιὸν κἀμὲ παραστάτην τῆς δόξης Σου, Ἰησοῦ Χριστέ μου,
μοίρας εὐωνύμου λυτρωσάμενος.

Καὶ νῦν. Θεοτοκίον.

Ἰησοῦν γεννήσασα Θεόν,
Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων ἱκετῶν Πανάχραντε,
ὅπως τῆς κολάσεως, ταῖς πρεσβείαις Σου λυτρωθῶμεν ἀμόλυντε,
οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύ​σαντες.

ᾨδὴ γ’. Ἐν πέτρᾳ με τῆς πίστεως.

Εἰσάκουσον Φιλάνθρωπε Ἰησοῦ μου,
τοῦ δούλου Σου βοῶντος ἐν κατανύξει·
καὶ ῥῦσαι Ἰησοῦ με τῆς καταδίκης,
καὶ τῆς κολάσεως,
μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.
Ὑπόδεξαι τὸν δοῦλόν Σου Ἰησοῦ μου,
προσπίπτοντα σὺν δάκρυ​σιν Ἰησοῦ μου·
καὶ σῶσον Ἰησοῦ μου μετανοοῦντα,
καὶ τῆς γεέννης με, Δέσποτα λύτρωσαι,
Ἰησοῦ γλυκύτατε πολυέλεε.

Δόξα.

Τὸν χρόνον Ἰησοῦ μου ὅν δέδωκάς μοι,
εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου·
διό με Ἰησοῦ μου μὴ ἀποῤῥίψης,
ἀλλ’ ἀνακάλεσαι, δέομαι Δέσποτα,
Ἰησοῦ γλυκύτατε, καὶ διάσωσον.

Καὶ νῦν. Θεοτοκίον.

Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦν μου,
ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης,
ἡ μόνη προστασία τῶν θλιβο​μένων, Θεοχαρίτωτε,
καὶ καταξίω​σον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με.

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, Σωτήρ μου Ἰησοῦ,
ὁ δεξάμενος Πόρνην, κἀμὲ νῦν ἐλέησον, Ἰησοῦ πολυέλεε·
σῶσον οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὥσπερ ᾤκτειρας,
τὸν Μανασσῆν Ἰησοῦ μου, ὡς μόνος Φιλάνθρωπος.

ᾨδὴ δ’. Ἐλήλυθας ἐκ Παρθένου.

Θεράπευσον, Ἰησοῦ μου ψυχῆς μου τὰ τραύματα,
Ἰησοῦ μου δέομαι,
καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχο​φθό​ρου Βελίαρ, καὶ διάσωσον.

Ἡμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαγχνε·
Ἰησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ Σου,
Ἰησοῦ μακρόθυμε,  καὶ Βασιλείας τῆς Σῆς με καταξίωσον.

Δόξα.

Οὐχ ἥμαρτεν, Ἰησοῦ μου οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαί​πωρος·
νῦν δὲ προσπίπτω δεόμενος·
Ἰησοῦ μου σῶσόν με,
καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.

Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε, Ἰησοῦν ἡ γεννήσασα Κύριον, Αὐτὸν καθικέτευε,
τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς Σε,
καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.

ᾨδὴ ε’.

Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Σὺ φωτισμός, Ἰησοῦ μου νοός μου,
Σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ,
Σὺ Ἰησοῦ μου, τῆς κολάσεως ῥῦσαι,
καὶ γεέννης ἐμὲ κραυγάζοντα·
Σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Ὁλοσχερῶς, Ἰησοῦ μου πρὸς πάθη τῆς ἀτιμίας,
καταβεβλημένος ἤδη κραυγάζω·
Σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρα, καταπέμψας ἔκσπασον κράζοντα·
Σῶσον Ἰησοῦ μου Χριστέ, με τὸν ἄθλιον.

Δόξα.

Βέβηλον νοῦν, Ἰησοῦ περιφέρων ἀναβοῶ Σοι·
Κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων,
καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας,
ἐξ ἀγνωσίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου,
καὶ σῶσόν με δέομαι.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Ἰησοῦν, ἡ γεννήσασα Κόρη Θεοκυῆτορ,
Τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς ὀρθοδόξους,
μοναστὰς καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κράζοντας·
πλήν Σου προστα​σίαν, βεβαίαν οὐκ ἔγνωμεν.

ᾨδὴ Ϛ’. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἰησοῦ μου οὐ γέγονεν ἕτερος, ἄσωτος οὐδείς, ὡς ἐγὼ ὁ ταλαί​πωρος, ὦ Ἰησοῦ Φιλάνθρωπε·
ἀλλὰ Σὺ Ἰησοῦ με διάσωσον.
Ἰησοῦ μου Χριστὲ πολυέλεε, ἐξο​μολογού​μενον δέξαι με Δέσπο​τα, ὦ Ἰησοῦ καὶ σῶσόν με,
καὶ φθορᾶς Ἰησοῦ με ἐξάρπασον.

Δόξα.

Ἰησοῦ μου καὶ Πόρνην καὶ Ἄσω​τον,
καὶ τὸν Μανασσῆν  καὶ Τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πά​θε​σι,
καὶ Λῃστήν, Ἰησοῦ, Νινευΐτας τε.

Καὶ νῦν. Θεοτοκίον.

Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, Ἄχραντε Παρθένε, ἡ μόνη ἀμό​λυντος,
μεμολυσμένον ὄντα με, πρεσβει​ῶν Σου ὑσσώπῳ νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ Κόσμου, τῆς ψυχῆς μου φώτισον,
τοὺς ὀφθαλμούς, Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ Σου λαμπρότητι,
ἵνα ὑμνῶ Σε τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.

Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος,
ὦ Ἰησοῦ μου, ὥσπερ ἥμαρτον, ἐγὼ ὁ τάλας καὶ ἄσωτος·
ὅθεν Ἰησοῦ μου βοῶ Σοι·
μελῳδοῦντα με οἴκτειρον,
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ Σου βοῶ καθήλωσόν με,
ὦ Ἰησοῦμου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον,
ὅπως Ἰησοῦ μου οἰκτίρμον, μελῳδῶ Σοι σῳζόμενος·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δόξα.

Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην Σοι ὁ τάλας,
ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ’ ἐψευσάμην ὁ ἄθλιος.
Ὅθεν Ἰησοῦ μου βοῶ Σοι·
τὴν ἀναί​σθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ,
ὁ τῶν Πατέρων Θεός.

Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν,
Αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα,
πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σῳζόμενος·
Εὐλο​γη​μένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Σὲ Ἰησοῦ μου δυσωπῶ·
ὡς τὴν Πόρνην Ἰησοῦ μου ἐλυτρώσω,
τῶν πολλῶν ἐγκλημάτων,
οὕτω κἀμὲ Ἰησοῦ Χριστέ μου λύτρωσαι
καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.
Καθυποκύψας Ἰησοῦ, ταῖς ἀλόγοις ἡδοναῖς,
ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου,
οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι·
ὅθεν Ἰησοῦ με τῆς ἀλογίας ῥῦσαι.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.
Περιπεσὼν ὦ Ἰησοῦ, ψυχοφθόροις ἐν λῃσταῖς ἀπεγυμνώθην,
τὴν στολὴν Ἰησοῦ μου, τὴν θεοΰφαντον νῦν,
καὶ κεῖμαι μώλωψι κατάστικτος·
ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Ἰησοῦν μου καὶ Θεόν, ἡ βαστάσασα Χριστὸν ἀνερμηνεύ​τως,
Θεοτόκε Μαρία, Τοῦτον δυσώπει ἀεί,
κινδύνων σῴζεσθαι τοὺς δούλους Σου
καὶ τοὺς ὑμνητάς Σου ἀπείρανδρε Παρθένε.

ᾨδὴ θ’. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Τὸν Μανασσῆν Ἰησοῦ μου, τὸν Τελώνην, τὴν Πόρνην,
τὸν Ἄσωτον οἰκτίρμον Ἰησοῦ,
καὶ τὸν Λῃστὴν ὑπερβέβηκα,
Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ·
ἀλλὰ Σὺ Ἰησοῦ μου, προφθάσας με διάσωσον.
Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου, ἁμαρτήσαντας πάντας,
πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ,
καὶ μετὰ νόμον ὁ ἄθλιος,
Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς·
ἀλλὰ Σὺ Ἰησοῦ μου, τοῖς κρίμασί Σου σῶσόν με.

Δόξα.

Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου Σου δόξης,
μὴ τύχω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε, Ἰησοῦ·
ἀλλὰ Σύ με, τοῖς δεξιοῖς προβάτοις Σου Χριστέ,
Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εὔσπλαγ​χνος.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Ἰησοῦν Θεοτόκε, ὅν ἐβάστα​σας μόνη,
ἀπείρανδρε Παρθένε Μαριάμ,
Τοῦτον Ἁγνὴ ἐξιλέ​ωσε, ὡς Υἱόν Σου καὶ Κτίστην,
ῥυσθῆναι τοὺς προστρέχοντας εἰς Σέ,
πειρασμῶν καὶ κινδύνων,
καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Στιχηρὰ προσόμοια.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία,
Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα πολυέλεε·
Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου,
Ἰησοῦ μου παντοδύναμε, μὴ καταλίπῃς με,
Σῶτερ Ἰησοῦ με ἐλέησον·
καὶ λύτρωσαι κολάσεως πάσης,
Ἰησοῦ καὶ ἀξίωσον,
τῆς τῶν σῳζομένων μερίδος,
Ἰησοῦ μου τῷ χορῷ τῶν ἐκλεκτῶν Σου,
μὲ σύνταξον, Ἰησοῦ Φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε,
τῶν Ἀποστόλων ἡ δόξα,
Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων
Δέσποτα παντοδύναμε·
Ἰησοῦ σῶσόν με,
Ἰησοῦ Σωτήρ μου,
Ἰησοῦ μου ὡραιότατε,
τόν Σοὶ προσ​τρέχοντα,
Σῶτερ Ἰησοῦ με ἐλέησον,
πρεσβείαις τῆς Τεκούσης Σε,
πάντων Ἰησοῦ τῶν Ἁγίων Σου,
Προφητῶν τε πάντων,
Σωτήρ μου Ἰησοῦ,
καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον,
Ἰησοῦ πανάγαθε.

Δόξα.

Ἰησοῦ γλυκύτατε, τῶν μοναζόντων τὸ κλέος,
Ἰησοῦ μακρόθυμε, Ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα·
Ἰησοῦ σῶσόν με,
Ἰησοῦ Σωτήρ μου,
Ἰησοῦ μου πολυέλεε, χειρὸς ἐξάρπασον
Σῶτερ Ἰησοῦ με τοῦ δράκοντος
καὶ τούτου τῶν παγίδων με,
Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου,
Σωτήρ μου Ἰησοῦ ἀναγαγών
καὶ δεξιοῖς συναρίθ​μησον Ἰησοῦ προβάτοις με.

Καὶ νῦν. Θεοτοκίον.

Μὴ καταπιστεύσης με, ἀνθρωπίνῃ προστασίᾳ,
Παναγία Δέσποινα,
ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου·
θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν Δαιμόνων τὰ τοξεύματα·
σκέπην οὐ κέκτημαι, οὐδέ ποῦ προσφύγω ὁ ἄθλιος,
πάντοθεν πολεμούμενος, καὶ παραμυ​θί​αν οὐκ ἔχω πλήν Σου.
Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν,
μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Δέσποτα Χριστέ, ὁ Θεός,
ὁ τοῖς πάθεσί Σου τὰ πάθη μου θερα​πεύσας·
καὶ τοῖς τραύμασί Σου τὰ τραύματά μου ἰατρεύσας,
χάρισαί μοι τῷ πολλὰ Σοι πταίσαντι δάκρυα κατανύξεως·
συγκέρασόν μου τὸ σῶμα,
ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός Σου,
καὶ γλύκανόν μου τὴν ψυχήν,
τῷ Σῷ Τιμίῳ Αἵματι,
ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν.

Ὕψωσόν μου τὸν νοῦν πρὸς Σέ, κάτω ἑλκυσθέντα,
καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας·
ὅτι οὐκ ἔχω μετάνοιαν,
οὐκ ἔχω κατάνυξιν,
οὐκ ἔχω δάκρυον παρακλητικόν,
τὰ ἐπανάγοντά με τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν.
Ἐσκότι​σμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι,
καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς Σὲ ἐν ὀδύνῃ,
οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς Σὲ ἀγάπης.
Ἀλλά, Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ,
ὁ θησαυρὸς τῶν ἀγαθῶν,
δώρησαί μοι μετάνοιαν ὁλόκληρον,
καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν Σου·
χάρισαί μοι τὴν χάριν Σου
καὶ ἀνακαίνισον ἐν ἐμοὶ τὰς μορφὰς τῆς Σῆς εἰκόνος.
Κατέλιπόν Σε μὴ μὲ ἐγκαταλίπῃς·
ἔξελθε εἰς ἀναζήτησίν μου,
ἐπανάγαγέ με πρὸς τὴν νομήν Σου,
συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς Σου ποίμνης,
καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων Σου Μυστη​ρίων·
πρεσβείαις τῆς πανάγνου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων Σου.
Ἀμήν.

 

Your rating: None Average: 5 (7 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα