Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.

Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.


αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ τοιαῦτα δεδρακότος πράγματα. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος.

Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Ὢ συνειδήσεως κακῆς· ἐπὶ οἱῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ; ὢ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρᾷ, καὶ κολαζούσης ἕως θανάτου, καὶ μετὰ θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; Ὅτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκηράτῳ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ' αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ' ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; Ἄνδρα δίκαιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀνθρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τὴν τῶν ἡδονῶν ὑπηρέτην, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ τῶν τοῦ κόσμου ἐκέχρητο. Ὤκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ' ὑπὸ πέτραν αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμένον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ' ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι.

Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φόνον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, ∆ός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν κα λῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύχνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συνέτριψε. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ' οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγοβόλος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο.

Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ καταβάσεως γεγονὼς, καὶ ἀκουστὴς τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν;

βʹ. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλεται ἄγγελον ἐνδυναμώσας εἰς τὸν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάντας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίηκε; ∆ιὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ ∆εσπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώδης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομένων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκλύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρός φησι· ∆ός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυσὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου.

Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ' οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα τιμήσῃ, ἀλλ' ἵνα τὸν ἔλεγχον ἀποκτείνασα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν ἁμαρτίαν. Ἀκούσας δὲ Ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι' εὐλάβειαν. ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ' ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπειλημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τὸ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον ∆ιὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησάμενος δῆθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, Πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην.

Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ' ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυσοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦτον χεὶρ δημία ἀπέτεμεν, οὐ φρίξασα τὸ ἀγγελοειδὲς αὐτοῦ πρόσωπον, οὐδὲ τρομάσασα αὐτοῦ τὸ πρόσωπον στιλπνότητας θεοειδεῖς ἀποπέμπον. Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου (οὐ γὰρ ἔπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βοῶσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ' ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ' ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὦ παράνομε τύραννε, οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ σοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέκνων ἐν Βηθλεὲμ γεγονυῖα σφαγὴ, ὅτε πατέρων καὶ μητέρων ὀλολυγμοὶ ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀναβρύουσαι ἐνίκων πηγάς; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτήρων ἐπέμπετο; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ-κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτθισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυσεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους ψυχὰς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψωσιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόνους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλησίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι; λέγει Κύριος.

Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ' αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐνέπρισαν, τὸν Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Ἀλλ' ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος ἀναδράμωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα