Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν φωτοφόρον καὶ ἁγίαν ἀνάστασιν τοῦ Κυρίου - Γρηγορίου ἐπισκόπου Νύσσης

Εἰς τὴν φωτοφόρον καὶ ἁγίαν ἀνάστασιν τοῦ Κυρίου - Γρηγορίου ἐπισκόπου Νύσσης


Εὐλόγητος ὁ Θεός.
Εὐφημήσωμεν σήμερον τὸν μονογενῆ Θεὸν,
Τὸν τῶν οὐρανίων γεννήτορα,
Τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα
καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα.

Εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ Mονογενοῦς,
τὴν ἀνάστασιν τοῦ Νικητοῦ,
τὴν Xαρὰν τοῦ κόσμου,
τὴν Zωὴν τῶν ἐθνῶν τοῦ κόσμου.

Εὐφημήσωμεν σήμερον Tὸν τὴν ἁμαρτίαν ἐνδυσάμενον.

Εὐφημήσωμεν σήμερον τὸν Θεὸν λόγον,
ὃς τὴν τοῦ κόσμου σοφίαν ἤλεγξε,
τῶν προφητῶν τὴν πρόρρησιν ἐκύρωσε,
τῶν ἀποστόλων τὸν σύνδεσμον συνήθροισε,
τῆς ἐκκλησίας τὴν κλῆσιν,
τοῦ πνεύματος τὴν χάριν ἀφήπλωσε.

Ἰδοὺ γὰρ ἡμεῖς οἵ ποτε ξένοι ὄντες τῆς τοῦ Θεοῦ ἐπιγνώσεως
τὸν Θεὸν ἐπέγνωμεν καὶ τὸ γεγραμμένον πεπλήρωται·

Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον Aὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.

Tί μνησθήσονται;

Τὴν παλαιὰν πτῶσιν,
τὴν νέαν ἀνάστασιν,
τὴν ἀρχαίαν παράβασιν καὶ τὴν ὕστερον διόρθωσιν,
τὴν θνῆσιν τῆς Εὔας,
τῆς παρθένου τὴν γέννησιν,
τῶν ἐθνῶν τὴν ἐπανόρθωσιν,
τῶν ἁμαρτωλῶν τὴν ἄφεσιν,
τῶν προφητῶν τὴν πρόρρησιν,
τῶν ἀποστόλων τὸ κήρυγμα,
τῆς κολυμβήθρας τὴν ἀναγέννησιν,
τοῦ παραδείσου τὴν εἰσοίκησιν,
τῶν οὐρανῶν τὴν ἐπάνοδον,
τὸν δημιουργὸν ἀναστησάμενον,
τὸν τὴν ἀπρέπειαν ἀποδυσάμενον,
τὸν τῇ θεϊκῇ μεγαλουργίᾳ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταλλεύσαντα.

Καὶ ποίαν ἀπρέπειαν ἀπέθετο;
Ἣν Ἠσαΐας εἶπε·
Καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Πότε ἦν ἄτιμος;
Ὅτε τοῖς ἀλιτηρίοις Ἰουδαίοις προσωμίλει καὶ Σαμαρίτης καὶ δαιμόνιον ἔχων ἐκαλεῖτο,
ὅτε Ἰούδας ὁ Ἰσκαριώτης καὶ τὰ τοῦ σκότους γεννήματα πρὸς φόνον ἐκράτουν τὸν ἀχώρητον.

Οὐκ ἀσκόπως ἔλεγεν αὐτοῖς Ἰωάννης·
Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Ὄντως γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ αὐτούς.

Πότε ἦν ἄτιμος;
Ὅτε τὸ βλάστημα τῆς ἐπιεικείας ῥαπίσμασι ἐλάμβανον καὶ μεθ ὅρκων ἠρώτων τὸν τῶν ὅρκων δικαστὴν ὑπάρχοντα.

Πότε ἦν ἄτιμος;
Ὅτε ἐδικάζετο ὁ δικαστὴς καὶ ἐκρίνετο ὁ κριτὴς τοῦ κόσμου,
ὁ οἰκέτης ἠρώτα καὶ ὁ Δεσπότης ἐσιώπα,
τὸ φῶς ἡσύχαζε καὶ τὸ σκότος ἐγαυρία,
τὸ πλάσμα ἐθρασύνετο καὶ ὁ δημιουργὸς ἐκαρτέρει.

Πότε ἦν ἄτιμος;
Ὅτε οἱ ταῦροι ἐκεράτιζον καὶ ὁ μόσχος παρίστατο,
ὅτε ὁ λέων ὠρύετο καὶ οἱ ταῦροι ἐγαυρύνοντο καθὼς γέγραπται·
Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·
Ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.

Πότε ἦν ἄτιμος;
Ὅτε οἱ κύνες ὑλάκτουν καὶ ὁ Δεσπότης ἠνείχετο,
ὅτε οἱ λύκοι ἥρπαζον καὶ τὸ πρόβατον παρίστατο,
ὅτε ὁ λῃστὴς εἰς ζωὴν ἐκαλεῖτο,
ἡ δὲ ζωὴ τοῦ κόσμου εἰς θάνατον εἵλκετο,
ὅτε ἐβόων ἐκείνην τὴν ἄτακτον καὶ ὀλέθριον φωνὴν
Ἆρον, ἆρον, σταύρωσον Αὐτόν,
τὸ αἷμα Αὐτοῦ ἐφ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν,

οἱ κυριοκτόνοι, οἱ προφητοκτόνοι, οἱ θεομάχοι,
οἱ μισόθεοι, οἱ τοῦ νόμου ὑβρισταί, οἱ τῆς χάριτος πολέμιοι,
οἱ ἀλλότριοι τῆς πίστεως τῶν πατέρων,
οἱ συνήγοροι τοῦ διαβόλου,
τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυρισταί, οἱ κατάλαλοι,
οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ, ἡ ζύμη τῶν Φαρισαίων,
τὸ συνέδριον τῶν δαιμόνων, οἱ ἀλάστορες, οἱ πάμφαυλοι, οἱ λιθασταί, οἱ μισόκαλοι.

Εἰκότως γὰρ ἔκραζον·
Ἆρον, ἆρον, σταύρωσον Αὐτόν.

Ἐβάρει γὰρ αὐτοὺς ἡ ἐπιδημία τῆς θεότητος μετὰ σαρκὸς
καὶ ἐλυπεῖτο τὸν ἔλεγχον ὁ τρόπος·
Ἔθος γὰρ ἁμαρτωλοῖς μισεῖν τὴν τῶν δικαίων συντυχίαν.

Πότε ἦν ἄτιμος;
Ὅτε Αὐτὸν ἐφραγέλλωσαν καὶ τὸ σῶμα Αὐτοῦ τὸ ἅγιον ἐβασάνιζον φέροντα ἑκουσίως πάθη, ἵνα τοὺς παλαιοὺς μώλωπας τῶν ἡμετέρων ἁμαρτημάτων θεραπεύσῃ,
ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε
τὸ κατὰ τοῦ διαβόλου τρόπαιον,
ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον
Τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ Αὐτόν,
ὅτε πορφύραν ἐνέδυσαν
Τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι ὕδατος καὶ πνεύματος ἁγίου χαριζόμενον,
ὅτε προσήλωσαν τῷ ξύλῳ
Τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου Κύριον ὑπάρχοντα.

Πότε ἦν ἄτιμος;
Ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν Δεσπότην.

Πότε ἦν ἄτιμος;
Ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλήσαντες ὄξους ἐπότιζον αὐτὸν καὶ χολὴν ἐδίδουν Τὸν τὸ μάννα αὐτοῖς ἐπομβρήσαντα,
ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν ἐκπληττόμενα,
ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν·

Ἐθρήνει γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς,
ὅτε ἐν μέσῳ λῃστῶν ἡ Ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος,
τοῦ δὲ τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον.

Πότε ἦν ἄτιμος;
Ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο.

Πότε ἦν ἄτιμος;
Ὅτε οἱ στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ κατέκρυπτε
Τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα,
ὅτε οἱ ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι φέρειν.

Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ Θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ πάθος τῆς χαρᾶς τὰ κατορθώματα.

Ὁ ἄτιμος εἰς εὐδοξίαν μετεβάλλετο
καὶ ἡ τοῦ κόσμου Χαρὰ ἄφθαρτος ἐγήγερται μετὰ τοῦ σώματος.
Τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν·
Οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου
Τὸν πάντα λόγῳ κρατοῦντα.

Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου πρόξενον.

Ὥσπερ γὰρ Μαρία ἡ Θεοτόκος παρθενικὰς καὶ ἀνυμφεύτους ὠδῖνας οὐ λύσασα βουλήσει Θεοῦ καὶ πνεύματος χάριτι ἐγέννησε
Τὸν τῶν αἰώνων ποιητὴν
Τὸν ἐκ Θεοῦ Θεὸν λόγον,
οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων δεσπότην·
Οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας γενόμενον.

Σκοπῶν τοίνυν ὁ προφήτης ∆αβὶδ τῆς εὐπρεπείας τὴν διόρθωσιν,
τοῦ θανάτου τὴν λύσιν,
τῶν ποτε δούλων τὴν ἐλευθερίαν βοᾷ καὶ λέγει·
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ποίαν εὐπρέπειαν ἐνεδύσατο;
Τὴν ἀφθαρσίαν, τὴν ἀθανασίαν,
τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας τὸν στέφανον.

Οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται, οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι·

Τὸ γὰρ φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ αὐτοῖς νομιζόμενος ἄνθρωπος ψιλὸς Θεὸς ἀποδέδεικται ἀληθινός.

Διὸ καὶ ἡμεῖς βοῶμεν·
Ποῦ σου, θάνατε, τὸ κέντρον;
Ποῦ σου, ᾅδη, τὸ νῖκος;

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Δύναμιν λέγει τὴν διὰ σαρκὸς οἰκονομίαν·
Ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν,
διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε,
διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν.

Ἐπειδὴ γὰρ τὰ πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία,
ἀναστὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθὼς προεῖπεν,
ἐστερέωσεν αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι.
Μάρτυρα δὲ τοῦ λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως.
∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

Διὸ καὶ ὁ ψαλμῳδὸς λέγει·
Ἕτοιμος ὁ θρόνος Σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος Σὺ εἶ, καί·
Ἡ βασιλεία Σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται, καὶ πάλιν·
Ἡ βασιλεία Σου βασιλεία πάντων τῶν αἰώνων, καὶ πάλιν·
Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ,
εὐφρανθήτωσαν νῆσοι πολλαί,
ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 4.8 (5 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα