Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Πρὸς ψυχὴν ῥᾳθυμοῦσαν

Πρὸς ψυχὴν ῥᾳθυμοῦσαν


Ψυχή, μὴ κατάπιπτε, μηδὲ θλίβου·
μὴ προσλογίζου σεαυτὴν ἐν πλήθει ἁμαρτίας·
μὴ ἐπισπῶ τὸ πῦρ πρὸς σεαυτήν·
μὴ λέγε ὅτι ἀπέρριψέ με ὁ Κύριος ἀπὸ προσώπου αὐτοῦ,
οὐ γὰρ μὴ ἀρέσει τῷ Θεῷ ὁ λόγος οὗτος,
καθότι αὐτὸς βοᾷ πρὸς σὲ λέγων·
λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε
ἢ τί παρηνώχλησα;
Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται;
Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
Ἀκούεις, ψυχή, τὴν τοῦ Κυρίου ἀγαθότητα;
Μὴ γὰρ ὑπὸ χεῖρα ἄρχοντος
ἢ στρατηγοῦ ἐπράθης ὡς κατάδικος;
Μὴ θλίβου, ὅτι ἐσπάνισάς σου τὸν πλοῦτον·
μὴ αἰσχύνῃ ἐπιστρέψαι,
ἀλλὰ μᾶλλον εἰπέ,
ὅτι ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου.
Ἀνάστα, ἐλθέ.
Ὑποδέχεταί σε·
οὐκ ὀνειδίζει σε·
μᾶλλον καὶ χαίρεται ἐπὶ τῇ ἐπιστροφῇ σου.

Ἐκδέχεταί σε·
σὺ μόνον μὴ αἰσχυνθῇς καθὼς ὁ Ἀδάμ,
μηδὲ κρυβῇς ἀπὸ προσώπου Θεοῦ.
∆ιὰ σὲ ὁ Χριστὸς ἐσταυρώθη,
καὶ ἀπορρίψαι σε ἔχει;
Μὴ γένοιτο!
Οἶδε γὰρ τὸν θλίβοντα ἡμᾶς,
καὶ οὐδεὶς βοηθῶν,
εἰ μὴ αὐτὸς μόνος.
Ὁ Χριστὸς οἶδεν ὅτι ἄνθρωπος ταλαίπωρός ἐστι.
Μὴ οὖν ὀλιγωρήσωμεν, ὡς τὸ πῦρ προσκείμενοι.
Οὐ χρείαν ἔχει ὁ Χριστὸς βαλεῖν εἰς τὸ πῦρ·
οὐ ποιεῖ αὐτῷ κέρδος ἀποστείλας ἡμᾶς εἰς τὴν κόλασιν. Θέλεις δὲ μαθεῖν τὰ τῆς κολάσεως πράγματα;
Τοῦ γὰρ ἁμαρτωλοῦ διωκομένου ἀπὸ προσώπου Θεοῦ,
τὴν κραυγὴν τοῦ κλαυθμοῦ αὐτοῦ οὐ μὴ ὑποστῶσι τὰ θεμέλια τῆς οἰκουμένης·
γέγραπται γάρ·
ἡ ἡμέρα ἐκείνη, ἡμέρα σκότους καὶ γνόφου,
ἡμέρα νεφέλης καὶ ὁμίχλης,
ἡμέρα σάλπιγγος καὶ κραυγῆς.
Καὶ γάρ, ἐὰν ἄνθρωπος κατάδικος λάβῃ ἐξορίαν ὑπὸ ἄρχοντος, ἔτη δύο ἢ πέντε ἢ δέκα,
ποῖον πένθος καὶ αἰσχύνην καὶ κλαυθμὸν δοκεῖς ἔχειν τὸν ἄνθρωπον ἐκεῖνον;
Ἀλλὰ ἐκεῖνος μὲν ἔχει παράκλησιν,
τὸ τέλος τοῦ χρόνου ἐκδεχόμενος.
Θέλομεν οὖν καὶ τῶν ἁμαρτωλῶν τὸν χρόνον μαθεῖν·
πῶς μέλλουσι τὴν ἐξορίαν προσκεῖσθαι,
εἴκοσιν ἔτη ἢ νʹ ἢ ρʹ ἢ ςʹ;
Πῶς δὲ ἔχομεν ἀριθμῆσαι τὸν χρόνον,
ἐνιαυτῶν τε μηκέτι προσκειμένων εἰς ἀριθμὸν ἡμερῶν; Οὐαί, οὐαί!
Ἀπροσδόκητος ὁ χρόνος οὗτος·
καὶ γὰρ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς. Ἀκούεις τὴν τῶν ἁμαρτωλῶν στενοχωρίαν;
Μὴ οὖν σεαυτὸν καταισχύνῃς πρὸς τὴν ἀνάγκην ἐκείνην· οὐ γὰρ μὴ ὑποστῇς πρὸς τὴν ἀπειλήν.
Πλῆθος ἔχεις ἁμαρτιῶν;
Μὴ οὖν κατευλαβηθῇς τοῦ βοᾶν πρὸς Θεόν.
Πρόσελθε, μὴ αἰσχυνθῇς.
Τὸ στάδιον ἐγγύς.
Ἀναστὰς ἀποτίναξον τὴν ὕλην τοῦ κόσμου.
Μίμησαι τὸν ἄσωτον υἱόν,
ὅτι σπανίσας πάντα ἦλθεν ἀναιδῶς πρὸς τὸν πατέρα·
ὁ δὲ πατὴρ τὴν τούτου αἰχμαλωσίαν μᾶλλον ἐζήτησεν
ἢ τὸν ἐξ ἀρχῆς ἐσπανισμένον πλοῦτον.
Οὕτως ὁ ἀναιδῶς προσελθών, εὐγενῶς εἰσῆλθε·
γυμνὸς παραγενόμενος, ἐστολισμένος ἀπεδείχθη·
μίσθιον ἑαυτὸν ἀποδείξας,
εἰς τὴν δεσποτικὴν τάξιν ἀπεκατεστάθη.
Πρὸς ἡμᾶς ὁ λόγος.
Ἀκούεις τὴν τοῦ υἱοῦ ἀναίδειαν πόσα κατώρθωσε; Κατανοεῖς δὲ καὶ τὴν τοῦ πατρὸς ἀγαθότητα;
Καὶ σὺ οὖν, ψυχή, μὴ ἐντραπῇς.
Κροῦσον!
Ἀνάγκην προσδοκᾷς;
Ἐπίμεινον τῇ θύρᾳ, καὶ λαμβάνεις ὅσων ἂν χρῄζεις,
κατὰ τὴν θείαν Γραφὴν τὴν λέγουσαν·
διά γε τὴν ἀναίδειαν αὐτοῦ,
ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει.
Οὐκ ἀπορρίπτει σε,
οὐκ ὀνειδίζει σε διὰ τὸν ἐξ ἀρχῆς πλοῦτον ἐσπανισμένον, ἄνθρωπε.
Οὐκ ἐκλείπει γὰρ παρ' αὐτῷ χρήματα·
πᾶσιν ἐπιχορηγεῖ προθύμως κατὰ τὴν ἀποστολικὴν φωνήν, αἰτεῖσθε παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος.
Εἰς λιμένα καθέζῃ;
Ἀποβλέπου τὰ κύματα, ἵνα μὴ ἐξαίφνης τῆς ζάλης ἐπελθούσης ἁρπαγῇς εἰς τὰ βάθη τῆς θαλάσσης,
καὶ τότε μετὰ στεναγμοῦ ἄρξῃ λέγειν·
ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης,
καὶ καταιγὶς κατεπόντισέ με.
Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.
Καὶ γὰρ ἀληθῶς ἄβυσσος θαλάσσης ὁ ᾅδης,
κατὰ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν,
ὅτι χάος μέγα ἐστὶν ἀναμέσον δικαίων καὶ ἁμαρτωλῶν.
Μὴ οὖν σεαυτὸν κατακρίνῃς εἰς τὸ χάος ἐκεῖνο.
Μίμησαι τὸν ἄσωτον υἱόν·
κατάλειψον τὴν πόλιν τὴν λιμοκτόνον·
ἀπόστα ἐκ τῆς τῶν χοίρων ταλαιπωρίας·
παῦσαι ἀπὸ τῆς βρώσεως τῶν κερατίων,
ἀλλ' οὐδὲ λάμβανε.
Ἐλθὲ οὖν σὺ παρακαλούμενος,
φάγε ἀδιαλείπτως τὸ μάννα, τὴν τῶν Ἀγγέλων βρῶσιν. Ἐλθέ, ἵνα θεωρήσῃς τὴν δόξαν τοῦ Θεοῦ,
καὶ φωτισθῇ σου τὸ πρόσωπον.
Ἐλθέ, κατασκήνωσον ἐν παραδείσῳ τρυφῆς.
Κατάλειψον ὀλίγα ἔτη, κτῆσαι χρόνον αἰώνιον.
Μή σε θορυβήσῃ τὸ διάστημα τοῦ χρόνου τοῦ βίου τούτου. Ὀξὺ καὶ σύντομόν ἐστιν.
Ἀπὸ τοῦ Ἀδὰμ ἕως νῦν τοσοῦτος χρόνος,
ὡς σκιὰ παρῆλθε.
Γενοῦ ἕτοιμος τὰ πρὸς τὴν ὁδόν.
Μὴ σεαυτὸν καταφορτώσῃς.
Ὁ χειμὼν ἐγγύς· κατάλαβε τὴν σκέπην,
ἣν καὶ ἡμεῖς διώκομεν χάριτι Χριστοῦ.
Ἀμήν.

Your rating: None Average: 5 (5 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα