»»» Εἰς τούς Μακαρισμούς
Εἰς τούς Μακαρισμούς
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
Ιδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος·
καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων·
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τίς ἄρα τοιοῦτός ἐστιν ἐν τοῖς συνειλεγμένοις,
ὡς μαθητής τε εἶναι τοῦ Λόγου,
καὶ συναναβῆναι αὐτῷ χαμόθεν,
ἀπὸ τῶν κοίλων τε καὶ ταπεινῶν νοημάτων,
εἰς τὸ πνευματικὸν ὄρος τῆς ὑψηλῆς θεωρίας;
Ὃ πᾶσαν μὲν σκιὰν τὴν ἐκ τῶν ὑπερανεστηκότων τῆς κακίας γεωλόφων ἐκπέφευγεν,
ἁπανταχόθεν δὲ τῇ τοῦ ἀληθινοῦ φωτὸς ἀκτῖνι περιλαμπόμενον,
ἐν καθαρᾷ τῇ τῆς ἀληθείας αἰθρίᾳ πάντα δίδωσιν ἐκ περιωπῆς καθορᾷν,
ὅσα τοῖς ἐν τῷ κοίλῳ καθειργμένοις ἐστὶν ἀθέατα.
Τὰ δὲ ἀπὸ τοῦ ὕψους τούτου κατοπτευόμενα, οἷα καὶ ὅσα ἐστὶν,
αὐτὸς ὁ Θεὸς Λόγος, μακαρίζων τοὺς συναναβάντας αὐτῷ διεξέρχεται,
οἷον δακτύλῳ τινὶ δεικνὺς,
ἔνθεν μὲν τὴν τῶν οὐρανῶν βασιλείαν,
ἑτέρωθεν δὲ, τῆς ἄνω γῆς τὴν κληρονομίαν·
εἶτα ἔλεον, καὶ δικαιοσύνην, καὶ παράκλησιν,
καὶ τὴν πρὸς τὸν Θεὸν τῶν ὅλων γινομένην συγγένειαν·
καὶ τὸν ἐκ τῶν διωγμῶν καρπὸν, ὅ ἐστι τὸ σύνοικον Θεοῦ γενέσθαι·
καὶ ὅσα ἄλλα πάρεστι πρὸς τούτοις βλέπειν,
ἄνωθεν ἐκ τοῦ ὄρους δακτυλοδεικτοῦντος τοῦ Λόγου,
ἐκ τῆς ὑψηλῆς σκοπιᾶς διὰ τῶν ἐλπίδων ἀποβλεπόμενον.
Ἐπειδὴ οὖν ἀναβαίνει εἰς τὸ ὄρος ὁ Κύριος,
ἀκούσωμεν Ἡσαΐου βοῶντος·
∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου·
κἂν ἀσθενῶμεν ἐξ ἁμαρτίας, ἐνισχύσωμεν,
καθὼς ὑφηγεῖται ἡ προφητεία,
χεῖρας παρειμένας καὶ γόνατα παραλελυμένα.
Εἰ γὰρ ἐπὶ τοῦ ἄκρου γενοίμεθα,
εὑρήσομεν τὸν ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν,
τὸν τὰς ἀσθενείας ἡμῶν ἀναλαμβάνοντα,
καὶ τὰς νόσους βαστάζοντα.
Οὐκοῦν δράμωμεν καὶ ἡμεῖς πρὸς τὴν ἄνοδον,
ἵνα μετὰ Ἡσαΐου κατὰ τὴν ἀκρώρειαν τῆς ἐλπίδος γενόμενοι,
ἴδωμεν ἐκ περιωπῆς τὰ ἀγαθὰ ἐκεῖνα,
ὅσα τοῖς ἀκολουθήσασιν ἐπὶ τὸ ὕψος ὁ Λόγος δείκνυσιν.
Ἀλλ' ἀνοιξάτω καὶ ἡμῖν ὁ Θεὸς Λόγος τὸ στόμα, καὶ διδαξάτω ἡμᾶς ἐκεῖνα,
ὧν ἡ ἀκρόασις μακαριότης ἐστίν·
γενέσθω δὲ ἡμῶν ἀρχὴ τῆς θεωρίας,
ἡ τῶν εἰρημένων τῆς διδασκαλίας ἀρχή.
Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Εἴ τις τῶν φιλοχρύσων γράμμασιν ἐντύχοι θησαυρὸν ἐν τόπῳ καταμηνύουσιν·
ὁ δὲ περιέχων τὸν θησαυρὸν τόπος,
πολὺν ἱδρῶτα καὶ πόνον ὑποδεικνύοι τοῖς ἐπιθυμοῦσι τοῦ κτήματος·
ἆρα μαλακισθήσεται πρὸς τοὺς πόνους, καὶ καταρᾳθυμήσει τοῦ κέρδους,
καὶ τὸ μηδένα κάματον ὑπὸ τῆς σπουδῆς εἰσενέγκασθαι,
γλυκύτερον τοῦ πλούτου ποιήσεται;
Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν·
ἀλλὰ πάντας μὲν πρὸς τοῦτο παρακαλέσει τοὺς φίλους,
πανταχόθεν δὲ ὡς ἂν οἷός τε ᾖ τὴν πρὸς τοῦτο βοήθειαν ἑαυτῷ συναγείρας τῷ πλήθει τῆς χειρὸς,
ἴδιον ποιεῖται τὸν πλοῦτον τὸν κεκρυμμένον.
Οὗτος ἐκεῖνός ἐστιν ὁ θησαυρὸς, ἀδελφοὶ,
ὃν καταμηνύει τὸ γράμμα·
κέκρυπται δὲ ὑπὸ τῆς ἀσαφείας ὁ πλοῦτος.
Οὐκοῦν χρησώμεθα καὶ ἡμεῖς οἱ ἐπιθυμηταὶ τοῦ ἀκηράτου χρυσίου, τῇ τῶν εὐχῶν πολυχειρίᾳ,
ὥστε ἡμῖν εἰς τὸ ἐμφανὲς τὸν πλοῦτον ἐλθεῖν,
καὶ πάντας ἐξ ἴσου διελέσθαι τὸν θησαυρὸν,
καὶ ὅλον ἕκαστον κτήσασθαι.
Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ διαίρεσις, ὥστε καὶ εἰς πάντας τοὺς ἀντιποιουμένους διαμερίζεσθαι, καὶ πᾶσαν ἑκάστῳ παρεῖναι, μὴ ἐλαττουμένην ἐν τοῖς συμμετέχουσιν.
Ἐν μὲν γὰρ τῇ τοῦ γηΐνου πλούτου διανομῇ ἀδικεῖ τοὺς ἰσομοιροῦντας ὁ τὸ πλέον παρασπασάμενος·
ἐλαττοῖ γὰρ πάντως τὸ μέρος τοῦ συμμετέχοντος,
ὁ τὸ ἑαυτοῦ πλεονάσας·
ὁ δὲ πνευματικὸς πλοῦτος τὸ τοῦ ἡλίου ποιεῖ,
καὶ πᾶσι τοῖς βλέπουσιν ἑαυτὸν μερίζων,
καὶ ὅλος ἑκάστῳ παραγινόμενος.
Ἐπεὶ οὖν ἴσον ἑκάστῳ τὸ ἐκ τοῦ πόνου κέρδος ἐλπίζεται,
ἴση γενέσθω πᾶσιν διὰ τῶν εὐχῶν πρὸς τὸ ζητούμενον ἡμῖν ἡ συνέργεια.
Πρῶτον μὲν οὖν αὐτόν φημι ἐγὼ δεῖν τὸν μακαρισμὸν,
ὅτί ποτέ ἐστιν, ἐννοῆσαι.
Μακαριότης τίς ἐστι, κατά γε τὸν ἐμὸν λόγον,
περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων·
ἧς ἄπεστι τῶν εἰς ἀγαθὴν ἐπιθυμίαν ἡκόντων οὐδέν.
Γένοιτο δ' ἂν ἡμῖν καὶ ἐκ τῆς τοῦ ἐναντίου παραθέσεως γνωριμώτερον τὸ ἐκ τοῦ μακαρισμοῦ σημαινόμενον·
ἐναντίον δὲ τῷ μακαρίῳ τὸ ἄθλιον.
Ἀθλιότης οὖν ἐστιν,
ἡ ἐν τοῖς λυπηροῖς τε καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία.
εμέρισται δὲ ἐκ τοῦ ἐναντίου ἡ ἐφ' ἑκατέρου τῶν ἐν αὐτοῖς γινομένων διάθεσις.
Ὑπάρχει γὰρ τῷ μὲν μακαριζομένῳ τὸ εὐφραίνεσθαι τοῖς προκειμένοις εἰς ἀπόλαυσιν αὐτῷ καὶ ἀγάλλεσθαι·
τῷ δὲ ταλανιζομένῳ τὸ ἀνιᾶσθαι τοῖς παροῦσιν αὐτῷ καὶ ἀλγύνεσθαι.
Τὸ μὲν οὖν μακαριστὸν ἀληθῶς, αὐτὸ τὸ Θεῖόν ἐστιν.
Ὅτί ποτε γὰρ αὐτὸ εἶναι ὑποθώμεθα, μακαριότης ἐστὶν ἡ ἀκήρατος ἐκείνη ζωὴ,
τὸ ἄῤῥητόν τε καὶ ἀκατανόητον ἀγαθὸν,
τὸ ἀνέκφραστον κάλλος, ἡ αὐτοχάρις, καὶ σοφία, καὶ δύναμις·
τὸ ἀληθινὸν φῶς·
ἡ πηγὴ πάσης ἀγαθότητος·
ἡ ὑπερκειμένη τοῦ παντὸς ἐξουσία·
τὸ μόνον ἐράσμιον, τὸ ἀεὶ ὡσαύτως ἔχον,
τὸ διηνεκὲς ἀγαλλίαμα·
ἡ ἀΐδιος εὐφροσύνη·
περὶ ἧς πάντα τις ἃ δύναται λέγων, λέγει τῶν κατ' ἀξίαν οὐδέν.
Οὔτε γὰρ ἡ διάνοια καθικνεῖται τοῦ ὄντος,
κἄν τι περὶ αὐτοῦ τῶν ὑψηλοτέρων νοῆσαι χωρήσωμεν,
οὐδενὶ λόγῳ τὸ νοηθὲν ἐξαγγέλλεται.
Ἐπεὶ δὲ ὁ πλάσας τὸν ἄνθρωπον,
κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
δευτέρως ἂν εἴη μακαριστὸν τὸ κατὰ μετουσίαν τῆς ὄντως μακαριότητος ἐν τῷ ὀνόματι τούτῳ γινόμενον.
Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς εὐμορφίας,
τὸ μὲν πρωτότυπον κάλλος ἐν τῷ ζῶντι προσώπῳ ἐστὶ καὶ ὑφεστῶτι,
δευτερεύει δὲ τούτου τὸ κατὰ μίμησιν ἐπὶ τῆς εἰκόνος δεικνύμενον·
οὕτως καὶ ἡ ἀνθρωπίνη φύσις,
εἰκὼν οὖσα τῆς ὑπερκειμένης μακαριότητος,
καὶ αὐτὴ τῷ ἀγαθῷ κάλλει χαρακτηρίζε,
ὅταν ἐφ' ἑαυτῆς δεικνύει τὰς τῶν μακαρίων χαρακτήρων ἐμφάσεις.
Ἀλλ' ἐπειδὴ ὁ τῆς ἁμαρτίας ῥύπος τὸ ἐπὶ εἰκόνος κάλλος ἠχρείωσεν·
ἦλθεν ὁ ἐκνίπτων ἡμᾶς τῷ ἰδίῳ ὕδατι,
τῷ ζῶντί τε καὶ ἁλλομένῳ εἰς ζωὴν αἰώνιον,
ὥστε ἡμᾶς ἀποθεμένους τὸ ἐξ ἁμαρτίας αἶσχος,
πάλιν κατὰ τὴν μακαρίαν ἀνακαινισθῆναι μορφήν.
Καὶ καθάπερ ἐπὶ τῆς ζωγραφικῆς τέχνης εἴποι ἄν τις πρὸς τοὺς ἀπείρους ὁ ἐπιστήμων,
ἐκεῖνο καλὸν εἶναι τὸ πρόσωπον,
τὸ ἐκ τοιῶνδε τῶν τοῦ σώματος μορίων συγκείμενον·
ᾧ κόμη τε τοιάδε, καὶ ὀφθαλμῶν κύκλοι,
καὶ ὀφρύων περιγραφαὶ, καὶ παρειῶν θέσις,
καὶ τὰ καθ' ἕκαστον πάντα δι' ὧν συμπληροῦται ἡ εὐμορφία·
οὕτως καὶ ὁ τὴν ἡμετέραν πρὸς τὴν τοῦ μόνου μακαρίου μίμησιν ἀναζωγραφῶν ψυχὴ,
τὰ καθ' ἕκαστον τῶν εἰς μακαρισμὸν συντεινόντων, ὑπογράφει τῷ λόγῳ, καί φησιν ἐν πρώτοις·
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἀλλὰ τί κέρδος ἐκ τῆς μεγαλοδωρεᾶς γενήσεται,
μὴ φανερωθείσης ἡμῖν τῆς ἐγκειμένης διανοίας τῷ λόγῳ;
Καὶ γὰρ ἐπὶ τῆς ἰατρικῆς, πολλὰ τῶν τιμίων καὶ δυσπορίστων φαρμάκων ἄχρηστα τοῖς ἀγνοοῦσι καὶ ἀνόνητα μένει,
ἕως ἂν εἰς ὅτι χρήσιμον ἕκαστον τούτων ἐστὶν παρὰ τῆς τέχνης ἀκούσωμεν.
Τί οὖν ἐστι τὸ πτωχεῦσαι τῷ πνεύματι,
δι' οὗ περιγίνεται τὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐγκρατῆ γενέσθαι;
∆ύο πλούτους παρὰ τῆς Γραφῆς μεμαθήκαμεν·
ἕνα σπουδαζόμενον, καὶ ἕνα κατακρινόμενον.
Σπουδάζεται μὲν ὁ τῶν ἀρετῶν πλοῦτος,
διαβάλλεται δὲ ὁ ὑλικός τε καὶ γήϊνος·
ὅτι ὁ μὲν τῆς ψυχῆς γίνεται κτῆμα,
οὗτος δὲ πρὸς τὴν τῶν αἰσθητηρίων ἀπάτην ἐπιτηδείως ἔχει.
∆ιὸ κωλύει τοῦτον θησαυρίζειν ὁ Κύριος,
ὡς εἰς βρῶσιν σητῶν καὶ εἰς ἐπιβουλὴν τῶν τοιχωρυχούντων ἐκκείμενον.
Κελεύει δὲ περὶ τὸν τῶν ὑψηλῶν πλοῦτον τὴν σπουδὴν ἔχειν, οὗ ἡ φθαρτικὴ δύναμις οὐ προσάπτεται.
Σῆτα δὲ καὶ κλέπτην εἰπὼν,
τὸν λυμεῶνα τῶν τῆς ψυχῆς θησαυρῶν ἐνεδείξατο.
Εἰ οὖν ἀντιδιαστέλλεται ἡ πενία τῷ πλούτῳ,
πάντως κατὰ τὴν ἀναλογίαν καὶ διπλῆν ἔστι διδαχθῆναι πενίαν·
τὴν μὲν ἀπόβλητον, τὴν δὲ μακαριζομένην.
Ὁ μὲν οὖν σωφροσύνης πτωχεύων,
ἢ τοῦ τιμίου κτήματος τῆς δικαιοσύνης,
ἢ τῆς σοφίας, ἢ τῆς φρονήσεως,
ἢ ἄλλου τινὸς τῶν πολυτελῶν κειμηλίων πένης τε καὶ ἀκτήμων καὶ πτωχὸς εὑρισκόμενος,
ἄθλιος τῆς πενίας καὶ ἐλεεινὸς τῆς τῶν τιμίων ἀκτημοσύνης·
ὁ δὲ πάντων τῶν κατὰ κακίαν νοουμένων ἑκουσίως πτωχεύων,
καὶ οὐδὲν τῶν διαβολικῶν κειμηλίων ἐν τοῖς ἰδίοις ταμείοις ἔχων ἀπόθετον,
ἀλλὰ τῷ πνεύματι ζέων,
καὶ διὰ τούτου τὴν τῶν κακῶν πενίαν ἑαυτῷ θησαυρίζων,
εἴη ἂν οὗτος ἐν τῇ μακαριζομένῃ πτωχείᾳ ὑπὸ τοῦ Λόγου δεικνύμενος,
ἧς ὁ καρπὸς βασιλεία οὐρανῶν ἐστιν.
Ἀλλ' ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἐργασίαν τοῦ θησαυροῦ,
καὶ μὴ ἀποστῶμεν τῷ μεταλλευτικῷ λόγῳ τὸ κεκρυμμένον ἀνακαλύπτοντες.
Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι.
Εἴρηται μὲν τρόπον τινὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν,
καὶ νῦν πάλιν εἰρήσε, ὅτι τέλος τοῦ κατ' ἀρετὴν βίου ἐστὶν ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις.
Ἀλλὰ μὴν τὸ ἀπαθὲς καὶ ἀκήρατον ἐκφεύγει πάντη τὴν παρὰ ἀνθρώπων μίμησιν.
Οὐδὲ γάρ ἐστι δυνατὸν πάντη τὴν ἐμπαθῆ ζωὴν ὁμοιωθῆναι πρὸς τὴν τῶν παθῶν ἀνεπίδεκτον φύσιν.
Εἰ οὖν μόνον τὸ Θεῖον μακάριον,
καθὼς ὁ Ἀπόστολος ὀνομάζει,
ἡ δὲ τοῦ μακαρισμοῦ κοινωνία τοῖς ἀνθρώποις διὰ τῆς πρὸς τὸν Θεόν ἐστιν ὁμοιώσεως, ἡ δὲ μίμησις ἄπορος·
ἄρα ἀνέφικτός ἐστιν ἡ μακαριότης τῇ ἀνθρωπίνῃ ζωῇ.
Ἀλλ' ἔστιν ἃ τῆς Θεότητος δυνατὰ τοῖς βουλομένοις πρόκειται εἰς μίμησιν.
Τίνα οὖν ἐστι ταῦτα;
δοκεῖ μοι πτωχείαν πνεύματος, τὴν ἑκούσιον ταπεινοφροσύνην ὀνομάζειν ὁ Λόγος.
Ταύτης δὲ ὑπόδειγμα τὴν τοῦ Θεοῦ πτωχείαν ὁ Ἀπόστολος ἡμῖν λέγων προδείκνυσιν,
ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν,
ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.
Ἐπεὶ οὖν τὰ ἄλλα πάντα, ὅσα περὶ τὴν θείαν καθορᾶται φύσιν, ὑπερπίπτει τῷ μέτρῳ τῆς ἀνθρωπίνης φύσεως·
ἡ δὲ ταπεινότης συμφυής τις ἡμῖν ἐστι καὶ σύντροφος τοῖς χαμαὶ ἐρχομένοις,
καὶ ἐκ γῆς τὴν σύστασιν ἔχουσιν, καὶ εἰς γῆν καταῤῥέουσιν·
ἐν τῷ κατὰ φύσιν σὺ καὶ δυνατῷ τὸν Θεὸν μιμησάμενος,
τὴν μακαρίαν αὐτὸς ὑπέδυς μορφήν.
Καὶ μηδεὶς ἄπονον οἰέσθω,
καὶ μετὰ ῥᾳστώνης ἐκποριζόμενον τὸ τῆς ταπεινοφροσύνης κατόρθωμα.
Τὸ ἐναντίον μὲν οὖν παντὸς οὑτινοσοῦν τῶν κατ' ἀρετὴν ἐπιτηδευομένων, τὸ τοιοῦτόν ἐστιν ἐπιπονώτερον.
∆ιὰ τί;
ὅτι καθεύδοντος τοῦ ἀνθρώπου,
τοῦ τὰ καλὰ σπέρματα δεξαμένου,
τὸ κεφάλαιον τῆς ἐναντίας σπορᾶς παρὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν τὸ τῆς ὑπερηφανίας ἐῤῥιζώθη ζιζάνιον.
∆ι' ὧν γὰρ ἐκεῖνος ἑαυτὸν εἰς γῆν κατέῤῥαξεν, τῷ αὐτῷ τρόπῳ τὸ δείλαιον γένος τὸ ἀνθρώπινον πρὸς τὸ κοινὸν πτῶμα ἑαυτῷ συγκατέβαλεν·
καὶ οὐδέν ἐστιν ἄλλο τῆς φύσεως ἡμῶν τοιοῦτον κακὸν, ὡς τὸ δι' ὑπερηφανίας.
Ἐπεὶ οὖν ἐμπέφυκέ πως τὸ κατὰ τὴν ἔπαρσιν πάθος παντὶ σχεδὸν τῷ κοινωνοῦντι τῆς ἀνθρωπίνης φύσεως,
διὰ τοῦτο ἐντεῦθεν τῶν μακαρισμῶν ὁ Κύριος ἄρχεται,
οἷον ἀρχέγονόν τι κακὸν ἐκβάλλων ἐκ τῆς ἕξεως ἡμῶν τὴν ὑπερηφανίαν,
ἐν τῷ συμβουλεύειν μιμήσασθαι τὸν ἑκουσίως πτωχεύσαντα,
ὅς ἐστιν ἀληθῶς μακάριος, ἵνα ἐν ᾧ δυνάμεθα καθὼς ἂν οἷοί τε ὦμεν ὁμοιωθέντες ἐκ τοῦ πτωχεῦσαι κατὰ προαίρεσιν,
καὶ τὴν τοῦ μακαρισμοῦ κοινωνίαν ἐφελκυσώμεθα.
Τοῦτο γὰρ φρονείσθω, φησὶν, ἐν ὑμῖν,
ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ·
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,
οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·
ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.
Τί πτωχότερον ἐπὶ Θεοῦ τῆς τοῦ δούλου μορφῆς;
Τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων,
ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἐλθεῖν;
Ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων ἐθελόντως τὴν τῆς δουλείας μορφὴν ὑποδύεται·
ὁ Κριτὴς τοῦ παντὸς, ὑπόφορος τοῖς δυναστεύουσι γίνεται·
ὁ τῆς κτίσεως Κύριος ἐν σπηλαίῳ κατάγεται·
ὁ τοῦ παντὸς περιδεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῷ καταλύματι,
ἀλλ' ἐν τῇ φάτνῃ τῶν ἀλόγων ζώων παραῤῥιπτεῖ·
ὁ καθαρὸς καὶ ἀκήρατος, τὸν τῆς ἀνθρωπίνης φύσεως καταδέχεται ῥύπον,
καὶ διὰ πάσης τῆς πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πείρας.
Ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον.
Ἡ ζωὴ θανάτου γεύεται·
ὁ Κριτὴς εἰς κριτήριον ἄγεται·
ὁ τῆς ζωῆς τῶν ὄντων Κύριος ἐπὶ τῇ ψήφῳ τοῦ δικάζοντος γίνεται·
ὁ πάσης τῆς ὑπερκοσμίου δυνάμεως Βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας.
Πρὸς τοῦτό σοι, φησὶ, τὸ ὑπόδειγμα, τὸ τῆς ταπεινοφροσύνης βλεπέτω μέτρον.
Τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὴν ἀλογίαν τοῦ τοιούτου διασκοπῆσαι πάθους,
ὡς ἂν εὐκατόρθωτος ἡμῖν ὁ μακαρισμὸς γένοιτο,
σὺν εὐμαρείᾳ πολλῇ καὶ ῥᾳστώνῃ τῆς ταπεινοφροσύνης κατορθουμένης.
Καθάπερ γὰρ οἱ ἐπιστήμονες τῶν ἰατρῶν,
τὸ νοσοποιὸν αἴτιον προεξελόντες,
ῥᾷον ἐπικρατοῦσι τοῦ πάθους·
οὕτως καὶ ἡμεῖς τὴν χαυνότητα τῶν τυφουμένων τῷ λογισμῷ καταστείλαντες,
εὐεπίβατον ἑαυτοῖς τὴν τῆς ταπεινοφροσύνης ὁδὸν καταστήσωμεν.
Πόθεν οὖν ἄν τις μᾶλλον ἐπιδείξειε τοῦ τύφου τὸ μάταιον;
Πόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ δεῖξαι τὴν φύσιν, ἥτις ἐστίν;
Ὁ γὰρ πρὸς ἑαυτὸν, καὶ μὴ τὰ περὶ αὑτὸν βλέπων,
οὐκ ἂν εὐλόγως εἰς τὸ τοιοῦτον ἐμπέσοι πάθος.
Τί οὖν ἐστιν ἄνθρωπος;
Βούλει τὸν σεμνότερον καὶ τιμιώτερον εἴπω τῶν λόγων;
Ἀλλ' ὁ κοσμῶν τὰ ἡμέτερα, καὶ πρὸς τὸ κομπωδέστερον διασκευάζων τὴν ἀνθρωπίνην εὐγένειαν,
ἐκ πηλοῦ γενεαλογεῖ τὴν φύσιν·
καὶ ἡ εὐγένεια, καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου,
τὸ συγγενὲς πρὸς τὴν πλίνθον ἔχει.
Εἰ δὲ τὴν προσεχῆ τε καὶ πρόχειρον τῆς γενέσεως εἰπεῖν ἐθέλοις, ἄπαγε,
μὴ φθέγξῃ περὶ τούτου·
μὴ γρύξῃς, μὴ ἀνακαλύψῃς,
καθώς φησιν ὁ νόμος, ἀσχημοσύνην πατρὸς καὶ μητρός σου·
μὴ δημοσιεύσῃς τῷ λόγῳ τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς.
Εἶτα οὐκ ἐρυθριᾷς, ὁ γήϊνος ἀνδριὰς, ὁ μετ' ὀλίγον κόνις,
ὁ πομφόλυγος δίκην ὠκύμορον ἐν σεαυτῷ περιέχων τὸ φύσημα,
πλήρης ὑπερηφανίας γινόμενος,
καὶ περιφλεγμαίνων τῷ τύφῳ,
καὶ τῷ ματαίῳ φρονήματι ἐξογκῶν τὴν διάνοιαν.
Οὐχ ὁρᾷς εἰς ἀμφότερα τῆς ζωῆς τοῦ ἀνθρώπου τὰ πέρατα,
καὶ ὅπως ἄρχεται, καὶ εἰς ὅτι λήγει;
Ἀλλὰ γαυριᾷς τῇ νεότητι,
καὶ πρὸς τὸ ἄνθος τῆς ἡλικίας βλέπεις,
καὶ ἐγκαλλωπίζῃ τῇ ὥρᾳ,
ὅτι σοι ὑπερσφριγῶσιν αἱ χεῖρες πρὸς κίνησιν,
καὶ κοῦφοι πρὸς τὸ ἅλμα οἱ πόδες,
καὶ περισοβεῖ ταῖς αὔραις ὁ βόστρυχος, καὶ τὴν παρειὰν ὑπογράφει ὁ ἴουλος,
καὶ ὅτι σοι ἡ ἐσθὴς τῇ βαφῇ τῆς πορφύρας ὑπερανθίζεται,
καὶ πεποίκιλταί σοι τὰ ἐκ σηρῶν ὑφάσματα,
πολέμοις ἢ θήραις, ἤ τισιν ἱστορίαις πεποικιλμένα,
ἢ τάχα καὶ πρὸς τὰ πέδιλα βλέπεις ἐπιμελῶς ἐν τῷ μέλανι στίλβοντα,
καὶ περιέργως ταῖς ἀπὸ τῶν ῥαφίδων γραμμαῖς ἐπιτέρποντα;
Πρὸς ταῦτα βλέπεις, πρὸς δὲ σεαυτὸν οὐχ ὁρᾷς;
∆είξω σοι ὥσπερ ἐν κατόπτρῳ, τίς εἶ καὶ οἷος εἶ.
Οὐκ εἶδες ἐν πολυανδρίῳ τὰ τῆς φύσεως ἡμῶν μυστήρια;
οὐκ εἶδες τὴν ἐπάλληλον τῶν ὀστέων σωρείαν;
κρανία σαρκῶν γεγυμνωμένα,
φόβερόν τι καὶ εἰδεχθὲς ἐν διακένοις δεδορκότα τοῖς ὄμμασιν;
Εἶδες στόματα σεσηρότα,
καὶ τὰ λοιπὰ τῶν μελῶν πρὸς τὸ συμβὰν πεφορημένα;
Εἰ ἐκεῖνα εἶδες, σεαυτὸν ἐν ἐκείνοις τεθέασαι.
Ποῦ τοῦ παρόντος ἄνθους τὰ σύμβολα;
ποῦ ἡ εὔχροια τῆς παρειᾶς;
ποῦ τὸ ἐπὶ τοῦ χείλους ἄνθος;
ποῦ τὸ βλοσυρὸν ἐν τοῖς ὄμμασι κάλλος τῇ περιβολῇ τῶν ὀφρύων ὑπολαμπόμενον;
ποῦ ἡ εὐθεῖα ῥὶς, ἡ τῷ κάλλει τῶν παρειῶν μεσιτεύουσα;
ποῦ αἱ ἐπαυχένιοι κόμαι;
ποῦ οἱ περικροτάφιοι βόστρυχοι;
ποῦ αἱ τοξαζόμεναι χεῖρες;
οἱ ἱππαζόμενοι πόδες;
ἡ πορφύρα; ἡ βύσσος; ἡ χλανίς; ἡ ζώνη; τὰ πέδιλα; ὁ ἵππος; ὁ δρόμος;
τὸ φρύαγμα;
πάντα, δι' ὧν σοι νῦν ὁ τῦφος αὔξεται;
Ποῦ ταῦτα ἐν ἐκείνοις, εἰπὲ, ὑπὲρ ὧν νῦν ἐπαίρῃ καὶ μεγαλοφρονεῖς;
Ποῖον οὕτως ἀνυπόστατον ὄναρ;
Ποῖα τοιαῦτα ἐξ ὕπνου φαντάσματα;
Τίς οὕτως ἀδρανὴς σκιὰ τὴν ἁφὴν ὑποφεύγουσα,
ὡς τὸ τῆς νεότητος ὄναρ ὁμοῦ τε φαινόμενον καὶ εὐθὺς παριπτάμενον;
Ταῦτά μοι πρὸς τοὺς ἐν νεότητι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἀφραίνοντας.
Τί δ' ἄν τις εἴποι περὶ τῶν ἤδη καθεστηκότων, οἷς ἡ μὲν ἡλικία βέβηκεν,
ἀστατεῖ δὲ τὸ ἦθος, καὶ ἡ νόσος τῆς ὑπερηφανίας αὔξεται·
ὄνομα δὲ τῇ τοιαύτῃ ἀῤῥωστίᾳ τοῦ ἤθους φρόνημα τίθενται·
ἀρχὴ δὲ ὡς ἐπιτοπολὺ καὶ ἡ κατ' αὐτὴν δυναστεία, ἡ τῆς ὑπερηφανίας ὑπόθεσις γίνεται.
Ἢ γὰρ ἐν αὐτῇ τοῦτο πάσχουσιν, ἢ πρὸς αὐτὴν ἑτοιμάζονται,
ἢ τὰ περὶ αὐτῆς διηγήματα καὶ παυσαμένην ἤδη πολλάκις ἀναῤῥιπίζει τὴν νόσον.
Καὶ τίς λόγος τοιοῦτος, ὡς ἐντὸς γενέσθαι τῆς ἀκοῆς αὐτῶν,
τῆς ὑπὸ τῆς φωνῆς τῶν κηρύκων προβεβυσμένης;
Τίς πείσει τοὺς οὕτως ἔχοντας, ὅτι τῶν ἐπὶ σκηνῆς πομπευόντων οὐδ' ὁτιοῦν διαφέρουσι;
Καὶ γὰρ ἐκείνοις καὶ πρόσωπόν τι ἐκ τέχνης τῶν γλαφυρῶν ἐπιβέβληται,
καὶ ἁλουργὶς χρυσόπαστος, καὶ ἐπὶ ἅρματος ἡ πομπὴ,
καὶ ὅμως οὐδεμία νόσος αὐτοῖς ὑπερηφανίας ἐκ τῶν τοιούτων εἰσέρχεται·
ἀλλ' οἷοι πρὸ τῆς σκηνῆς ἦσαν τὸ φρόνημα, ἴσην ἐπὶ τῇ ψυχῇ τὴν ἕξιν
καὶ ἐπὶ τῆς πομπῆς διεσώσαντο,
καὶ μετὰ τοῦτο οὐκ ἀνιῶνται,
τοῦ τε ἅρματος ἀποβάντες, καὶ τὸ σχῆμα περιαιρούμενοι.
Οἱ δὲ διὰ τῆς ἀρχῆς πομπεύοντες ἐν τῇ τοῦ βίου σκηνῇ,
οὔτε τὸ πρὸ βραχέος, οὔτε τὸ μετὰ βραχὺ λογιζόμενοι,
καθάπερ τῷ φυσήματι αἱ πομφόλυγες περιτείνονται·
τὸν αὐτὸν τρόπον καὶ οὗτοι περιογκοῦνται τῇ μεγαλοφωνίᾳ τοῦ κήρυκος,
καὶ ἀλλοτρίου τινὸς προσωπείου μορφὴν ἑαυτοῖς περιπλάσσουσιν,
ἐξαλλάσσοντες τὴν κατὰ φύσιν τοῦ προσώπου θέσιν εἰς τὸ ἀμειδὲς καὶ ἐπίφοβον,
φθόγγος τε αὐτοῖς ἐπινοεῖται τραχύτερος,
πρὸς τὴν τῶν ἀκουόντων κατάπληξιν ἐπὶ τὸ θηριῶδες μετατυπούμενος·
οὐκέτι ἐν τοῖς ἀνθρωπίνοις μένουσιν ὅροις,
ἀλλ' εἰς τὴν θείαν δύναμίν τε καὶ ἐξουσίαν ἑαυτοὺς εἰσποιοῦσιν.
Ζωῆς γὰρ καὶ θανάτου κύριοι εἶναι πιστεύουσιν,
ὅτι τῶν ἐν αὐτοῖς κρινομένων τῷ μὲν τὴν σώζουσαν νέμουσι ψῆφον,
τὸν δὲ θανάτῳ καταδικάζουσι·
καὶ οὐδὲ τοῦτο βλέπουσι,
τίς ἀληθῶς τῆς ἀνθρωπίνης ζωῆς κύριος,
ὁ καὶ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος ὁρίζων·
καίτοι γε τοῦτο μόνον ἱκανὸν ἦν εἰς καταστολὴν τῆς χαυνότητος,
τὸ πολλοὺς ἰδεῖν τῶν ἀρχόντων ἐν αὐτῇ τῇ τῆς ἀρχῆς σκηνῇ ἐκ μέσων ἁρπασθέντας τῶν θρόνων,
καὶ ἐπὶ τοὺς τάφους ἐκκομισθέντας,
ἐφ' ὧν ὁ θρῆνος τὰς τῶν κηρύκων φωνὰς διεδέξατο.
Πῶς οὖν ἀλλοτρίας ζωῆς κύριος ὁ τῆς ἰδίας ἀλλότριος;
Καὶ οὗτος τοίνυν εἰ πτωχεύει τῷ πνεύματι,
πρὸς τὸν δι' ἡμᾶς πτωχεύσαντα ἑκουσίως βλέπων,
καὶ πρὸς τὸ τῆς φύσεως ὁμότιμον καθορῶν,
μηδὲν ἐκ τῆς ἠπατημένης ἐκείνης περὶ ἀρχὴν τραγῳδίας εἰς τὸ ὁμογενὲς ἐξυβρίζοι,
μακαριστὸς ἀληθῶς τῆς ταπεινοφροσύνης τῆς προσκαίρου,
τὴν τῶν οὐρανῶν βασιλείαν ἀνταλλαξάμενος.
Μὴ ἀποβάλῃς, ἀδελφὲ, καὶ τὸν ἕτερον τῆς πτωχείας λόγον,
ὃς τοῦ κατ' οὐρανὸν πλούτου πρόξενος γίνεται.
Πώλησόν σου, φησὶ, πάντα τὰ ὑπάρχοντα,
καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.
Καὶ γὰρ ἡ τοιαύτη πτωχεία δοκεῖ μοι μὴ ἀπᾴδειν τῆς μακαριζομένης πτωχείας.
Ἰδοὺ πάντα, ὅσα εἴχομεν, ἀφέντες ἠκολουθήσαμέν σοι,
φησὶ πρὸς τὸν ∆εσπότην ὁ μαθητής·
τί ἄρα ἔσται ἡμῖν;
Καὶ τίς ἡ ἀπόκρισις;
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Βούλει νοῆσαι, τίς ὁ πτωχεύων τῷ πνεύματι;
Ὁ ἀνταλλαξάμενος τὸν τῆς ψυχῆς πλοῦτον τῆς σωματικῆς εὐπορίας,
ὁ διὰ τὸ πνεῦμα πτωχεύων,
ὁ τὸν γήϊνον πλοῦτον οἷόν τι βάρος ἀποσεισάμενος,
ἵνα μετάρσιός τε καὶ διαέριος ἄνω φέρηται, καθώς φησιν ὁ Ἀπόστολος,
ἐπὶ νεφέλης συμμετεωροπορῶν τῷ Θεῷ.
Βαρύ τι χρῆμα τὸ χρυσίον ἐστὶν, βαρεῖα πᾶσα ἡ σπουδαζομένη κατὰ τὸν πλοῦτον ὕλη·
κοῦφον δέ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή.
Ἀλλὰ μὴν ἀντίκειται ταῦτα ἀλλήλοις, τὸ βάρος καὶ ἡ κουφότης.
Οὐκοῦν ἀμήχανόν τινα γενέσθαι κοῦφον, τῷ βάρει τῆς ὕλης ἑαυτὸν προσηλώσαντα.
Εἰ οὖν χρὴ τοῖς ἄνω προσβῆναι, τῶν κάτω καθελκόντων πτωχεύσωμεν,
ἵνα ἐν τοῖς ἄνω γενώμεθα.
Τίς δὲ ὁ τρόπος, ὑφηγεῖται ἡ ψαλμῳδία·
Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὁ τῷ πτωχῷ κοινωνήσας,
εἰς τὴν μερίδα τοῦ δι' ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήσει.
Ἐπτώχευσεν ὁ Κύριος,
μὴ φοβηθῇς μηδὲ σὺ τὴν πτωχείαν.
Ἀλλὰ βασιλεύει πάσης τῆς κτίσεως ὁ δι' ἡμᾶς πτωχεύσας.
Οὐκοῦν ἐὰν πτωχεύσαντι συμπτωχεύσῃς, καὶ βασιλεύοντι συμβασιλεύσεις.
Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Οἱ διὰ κλίμακός τινος τοῖς ὑψηλοτέροις προσβαίνοντες,
ὅταν τῆς πρώτης ἐπιβῶσι βαθμίδος, δι' ἐκείνης ἐπὶ τὴν ὑπερκειμένην αἴρονται,
καὶ πάλιν ἡ δευτέρα προσάγει τῇ τρίτῃ τὸν ἀνιόντα,
καὶ αὕτη πρὸς τὴν ἐφεξῆς,
καὶ αὕτη πρὸς τὴν μεθ' ἑαυτήν.
Καὶ οὕτως ὁ ἀνιὼν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, ἀεὶ πρὸς τὸ ὑπερκείμενον ἀνυψούμενος, ἐπὶ τὸ ἀκρότατον φθάνει τῆς ἀναβάσεως.
Πρὸς τί βλέπων ἐντεῦθεν προοιμιάζομαι;
∆οκεῖ μοι βαθμίδων δίκην ἡ τῶν μακαρισμῶν διακεῖσθαι τάξις, εὐεπίβατον τῷ λόγῳ δι' ἀλλήλων ποιοῦσα τὴν ἄνοδον.
Τὸν γὰρ τῷ πρώτῳ διὰ τῆς διανοίας ἐπιβεβηκότα μακαρισμῷ,
δι' ἀναγκαίας τινὸς τῆς τῶν νοημάτων ἀκολουθίας,
ὁ μετ' ἐκεῖνον ἐκδέχεται, κἂν ὑποξενίζειν δοκῇ παρὰ τὴν πρώτην ὁ λόγος.
Μὴ γὰρ εἶναι δυνατὸν ἴσως ὁ ἀκούων ἐρεῖ,
καθάπερ ἐν βαθμῶν διαθέσει,
μετὰ τὴν τῶν οὐρανῶν βασιλείαν,
τῆς γῆς τὴν κληρονομίαν καταλαμβάνεσθαι·
ἀλλ' εἴπερ ἔδει τῇ φύσει τῶν ὄντων τὸν λόγον ἕπεσθαι,
τοῦ οὐρρανοῦ τὴν γῆν ἀκολουθότερον ἦν προτετάχθαι,
ὡς ἐντεῦθεν ἡμῖν ἐπ' ἐκεῖνον ἐσομένης τῆς ἀναβάσεως.
Ἀλλ' εἰ πτερωθείημέν πως τῷ λόγῳ,
καὶ ὑπὲρ τὰ νῶτα τῆς οὐρανίας ἁψίδος σταίημεν,
εὑρήσομεν ἐκεῖ τὴν ὑπερουράνιον γῆν,
τὴν εἰς κληρονομίαν τοῖς κατ' ἀρετὴν βεβιωκόσιν ἀποκειμένην,
ὡς μὴ δοκεῖν ἡμαρτῆσθαι τὴν τάξιν τῆς τῶν μακαρισμῶν ἀκολουθίας,
πρῶτον οὐρανῶν, καὶ μετὰ ταῦτα γῆς,
ἐν ταῖς ἐπαγγελίαις ἡμῖν παρὰ τοῦ Θεοῦ προτεθείσης.
Τὸ γὰρ φαινόμενον, ὅσον πρὸς τὴν σωματικὴν αἴσθησιν,
ὅλον πρὸς ἑαυτὸ συγγενῶς ἔχει.
Κἂν γὰρ ὃ μὲν ὑψηλὸν εἶναι δοκῇ τῷ τοπικῷ διαστήματι,
ἀλλ' οὖν κάτω τῆς νοερᾶς οὐσίας ἐστὶν,
ἧς ἀδύνατον ἐπιβατεῦσαι τὸν λογισμὸν,
μὴ διαβάντα τῷ λόγῳ ταῦτα πρότερον,
ὧν καθικνεῖται ἡ αἴσθησις.
Εἰ δὲ τῇ προσηγορίᾳ τῆς γῆς ἡ ὑπερκειμένη κατονομάζεται λῆξις, θαυμάσεις μηδέν·
τῷ γὰρ ταπεινῷ τῆς ἡμετέρας ἀκοῆς συγκαταβαίνει ὁ Λόγος,
ὁ διὰ τοῦτο πρὸς ἡμᾶς καταβὰς,
ἐπειδὴ ἡμεῖς πρὸς αὐτὸν ἀνυψωθῆναι οὐχ οἷοί τε ἦμεν.
∆ιὰ τοίνυν τῶν ἡμῖν γνωρίμων ῥημάτων τε καὶ ὀνομάτων παραδίδωσι τὰ θεῖα μυστήρια,
ταύς ταῖς φωναῖς κεχρημένος,
ἃς ἡ συνήθεια τοῦ ἀνθρωπίνου περιέχει βίου.
Καὶ γὰρ τῇ πρὸ ταύτης ἐπαγγελίᾳ τὸν ἄφραστον ἐκεῖνον ἐν τοῖς οὐρανοῖς μακαρισμὸν, βασιλείαν ὠνόμασεν·
ἆρά τι τοιοῦτον τῷ λόγῳ παραδεικνύων,
οἷον ἡ κάτω περιέχει βασιλεία;
διαδήματά τινα ταῖς τῶν λίθων αἴγλαις περιαστράπτοντα,
καὶ εὐανθεῖς ἁλουργίδας ἡδύτι τοῖς λίχνοις ὄμμασιν ἀπαυγαζούσας,
προπύλαιά τε καὶ καταπετάσματα, καὶ ὑψηλοὺς θρόνους,
καὶ δορυφόρων στοιχηδὸν περιεστώτων τάξεις,
καὶ ὅσα ἄλλα προστραγῳδοῦσι περὶ τὴν τοιαύτην τοῦ βίου σκηνὴν οἱ τὸν ὄγκον τῆς δυναστείας διὰ τῶν τοιούτων ἐπὶ τὸ μεῖζον ἐξαίροντες.
Ἀλλ' ἐπειδὴ μέγα τι καὶ ὑπὲρ πάντα σχεδὸν τὰ ἐν ἀνθρώποις ζηλούμενα τὸ τῆς βασιλείας ὄνομα κατὰ τὸν βίον ἐστὶν,
διὰ τοῦτο συνεχρήσατο τῷ ὀνόματι, πρὸς τὴν τῶν ὑπερκειμένων ἀγαθῶν δήλωσιν·
ὡς εἴ γε ἦν ἄλλο τι παρὰ τοῖς ἀνθρώποις τῆς βασιλείας ἀνώτερον,
δι' ἐκείνου ἂν τοῦ ὀνόματος πάντως μάλιστα ἀνεπτέρωσε ψυχὴν τοῦ ἀκούοντος,
πρὸς ἐπιθυμίαν τῆς ἀφράστου μακαριότητος.
Οὐδὲ γὰρ ἦν δυνατὸν ἰδίοις ὀνόμασιν ἐκεῖνα τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἐκκαλυφθῆναι,
ἃ ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστίν.
Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
Ἀλλ' ὡς ἂν μὴ παντελῶς διαφύγοι τὸν στοχασμὸν ἡ ἐλπιζομένη μακαριότης,
ὡς χωροῦμεν κατὰ τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως,
οὕτω τῶν ἀνεκφωνήτων ἀκούομεν.
Μὴ οὖν ἡ τῆς γῆς ὁμωνυμία πάλιν μετὰ τοὺς οὐρανοὺς καθελκέτω σου τὴν διάνοιαν ἐπὶ τὴν κάτω γῆν,
ἀλλ' εἴπερ ὑψώθης τῷ Λόγῳ διὰ τῶν προτέρων μακαρισμῶν,
καὶ τῆς οὐρανίας ἐπέβης ἐλπίδος, ἐκείνην μοι πολυπραγμόνει τὴν γῆν,
ἥτις οὐ πάντων ἐστὶ κληρονομία,
πλὴν εἴ τινες διὰ τῆς τοῦ βίου πραότητος ἄξιοι τῆς ἐπαγγελίας ἐκείνης κρίνονται·
ἤν μοι δοκεῖ καὶ ὁ μέγας ∆αβὶδ, ὁ παρὰ πάντας τοὺς κατ' αὐτὸν ἐπιδεδημηκότας τῷ βίῳ πραΰς τε καὶ ἀνεξίκακος μαρτυρηθεὶς ὑπὸ τῆς θείας Γραφῆς,
προνενοηκέναι τῇ ὑφηγήσει τοῦ Πνεύματος,
καὶ διὰ πίστεως ἤδη κατεσχηκέναι τὸ ἐλπιζόμενον,
εἰπὼν Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
Οὐ γάρ φημι τὸν Προφήτην, ταύτην ζώντων προσειρηκέναι τὴν γῆν τὰ θνητὰ πάντα φύουσαν,
καὶ εἰς ἑαυτὴν πάλιν πᾶν τὸ ἐξ αὐτῆς γένος ἀναλύουσαν·
ἀλλ' οἶδε γῆν ζώντων, ἧς οὐκ ἐπέβη θάνατος·
ἐν ᾗ ὁδὸς ἁμαρτωλῶν οὐκ ἐτρίβη, ἣ κακίας ἴχνος ἐφ' ἑαυτῆς οὐκ ἐδέξατο,
ἣν οὐκ ἀνέτεμε τῷ ἀρότρῳ τῆς πονηρίας ὁ τὰ ζιζάνια σπείρων, ἡ τριβόλων καὶ ἀκανθῶν ἄγονος·
ἐν ᾗ τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος,
καὶ ἡ τετραχῆ μεριζομένη πηγὴ,
καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος,
καὶ ὅσα ἄλλα δι' αἰνιγμάτων παρὰ τῆς θεοπνεύστου διδασκαλίας ἀκούομεν.
Εἰ δὴ νενόηται ἡμῖν ἡ ὑψηλὴ γῆ ὑπεράνω τῶν οὐρανῶν θεωρουμένη,
ἐφ' ἧς ἡ πόλις τοῦ βασιλέως συνῴκισται,
περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη, καθώς φησιν ὁ Προφήτης,
οὐκέτ' ἂν εἰκότως πρὸς τὴν τάξιν τῆς ἀκολουθίας τῶν μακαρισμῶν ξενιζοίμεθα.
Οὐδὲ γὰρ εἰκὸς ἦν, οἶμαι,
ταύτην εὐλογίας προκεῖσθαι ταῖς ἐλπίσι τὴν γῆν τοῖς ἁρπαγησομένοις, καθώς φησιν ὁ Ἀπόστολος,
ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα,
καὶ οὕτως μέλλουσι πάντοτε σὺν Κυρίῳ ἔσεσθαι.
Τίς οὖν ἔτι χρεία τῆς κάτω γῆς,
οἷς ἡ ζωὴ μετάρσιος ἐν ἐλπίσιν ἐστίν;
Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα,
καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἀλλ' ἴδωμεν τίνος ἀρετῆς γέρας ἡ ἐκείνης τῆς γῆς κληρονομία πρόκειται.
Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Τί τὸ πρᾶον;
καὶ περὶ τί τὸ πρᾶον μακαρίζει ὁ Λόγος;
οὐ γάρ μοι δοκεῖ πάντα ἐπίσης ἀρετὴν οἴεσθαι δεῖν,
ὅσα ἂν ἐν πραότητι γίνεται,
εἰ τὸ ἠρεμαῖόν τε καὶ βραδὺ μόνον διὰ τῆς λέξεως ταύτης σημαίνοιτο.
Οὔτε γὰρ ἐν δρομεῦσιν ὁ πρᾶος ἀμείνων τοῦ ἐπισπεύδοντος,
οὔτε ὁ δυσκίνητος ἐν πυκτικῇ τὸν κατὰ τοῦ ἐναντίου στέφανον αἴρεται·
κἂν τρέχωμεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως,
ἐπιτείνειν ὁ Παῦλος συμβουλεύει τὸ τάχος, λέγων·
Οὕτω τρέχετε, ἵνα καταλάβητε·
ἐπεὶ καὶ αὐτὸς διὰ σφοδροτέρας ἀεὶ τῆς κινήσεως τοῦ πρόσω εἴχετο,
τῶν ὀπίσω λήθην ποιούμενος·
καὶ πυκτεύων εὐκίνητος ἦν·
διεώρα γὰρ τοῦ ἀνθεστῶτος τὴν προσβολήν·
καὶ περὶ τὴν βάσιν ἀσφαλὴς ἦν, καὶ ταῖς χερσὶ καθωπλισμένος,
οὐ κατὰ κενοῦ τινος καὶ ἀνυποστάτου διεῤῥίπτει τὸ περὶ τὰς χεῖρας ὅπλον,
ἀλλὰ τῶν καιρίων τοῦ προσπαλαίοντος ἥπτετο,
κατ' αὐτοῦ τοῦ σώματος τὰς πληγὰς φέρων.
Βούλει γνῶναι τοῦ Παύλου τὴν πυκτικήν;
Ἴδε τὰς ὠτειλὰς τοῦ ἀνταγωνιζομένου,
ἴδε τὰ ὑπώπια τοῦ ἀντιπάλου,
ἴδε τὰ στίγματα τοῦ ἡττηθέντος
Πάντως δὲ οὐκ ἀγνοεῖς τὸν ἀντίπαλον τὸν διὰ τῆς σαρκὸς προσπαλαίοντα,
ὃν ὑπωπιάζει διὰ τῆς πυκτικῆς,
ἀμύσσων τοῖς ὄνυξι τῆς ἐγκρατείας,
οὗ νεκροῖ τὰ μέλη λιμῷ, καὶ δίψει, καὶ ψύχει, καὶ γυμνότητι, ᾧ τὰ στίγματα τοῦ Κυρίου ἐπιβάλλει, ὃν νικᾷ διὰ τοῦ δρόμου κατόπιν ἑαυτοῦ καταλιπὼν,
ὡς ἂν μὴ ἐπισκοτοῖτο τὰς ὄψεις τοῦ ἀντιπάλου προτρέχοντος.
Εἰ οὖν ὀξὺς καὶ εὐκίνητος ἐν τοῖς ἀγῶσιν ὁ Παῦλος,
καὶ ὁ ∆αβὶδ πλατύνει τὰ διαβήματα τοῖς ἐχθροῖς ἐπιτρέχων,
καὶ ὁ νυμφίος ἐν τῷ Ἄσματι δορκάδι κατὰ τὸ εὐκίνητον ὁμοιοῦται, ὄρη διαπηδῶν, καὶ βουνοῖς ἐφαλλόμενος
(καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν, ἐν οἷς προτιμότερον εὑρίσκεται τῆς πραότητος τὸ κατὰ τὴν κίνησιν τάχος)·
πῶς ἐνταῦθα ἐν κατορθώματος εἴδει μακαρίζει τὸ πρᾶον ὁ Λόγος;
Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·
ἐκείνην πάντως τὴν γῆν τὴν τῶν καλῶν εὔφορον γεννημάτων,
τὴν τῷ ξύλῳ τῆς ζωῆς κομῶσαν,
τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάῤῥυτον,
ἐφ' ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει,
ἧς γεωργὸν τὸν Πατέρα τοῦ Κυρίου ἀκούομεν.
Ἀλλ' ἔοικε τοιοῦτόν τι φιλοσοφεῖν ὁ Λόγος,
ὅτι πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία,
καὶ ὀξύῤῥοπον ἐπὶ τὸ χεῖρον ἡ φύσις·
καθάπερ τὰ βαρέα τῶν σωμάτων πρὸς μὲν τὰ ἄνω παντάπασιν ἀκίνητα μένει,
εἰ δέ τινος ἀκρωρείας ὑψηλῆς ἐπὶ τὸ πρανὲς ἀποσεισθείη,
τοσούτῳ ῥοίζῳ πρὸς τὸ ὑποκείμενον φέρεται,
τοῦ οἰκείου βάρους τὴν φορὰν ἐπιτείνοντος, ὡς ὑπὲρ λόγον εἶναι τὸ τάχος.
Ἐπεὶ οὖν χαλεπόν ἐστιν ἡ ἐν τούτοις ὀξύτης,
μακαριστὸν ἂν εἴη πάντως τὸ ἐξ ἀντιστρόφου νοούμενον.
Τοῦτο δέ ἐστι πραότης, ἡ πρὸς τὰς τοιαύτας τῆς φύσεως ὁρμὰς βραδεῖά τε καὶ δυσκίνητος ἕξις.
Καθάπερ γὰρ τὸ πῦρ, ἀεικίνητον τὴν φύσιν ἐπὶ τὰ ἄνω ἔχον, ἀκίνητόν ἐστι κατὰ τὴν ἐναντίαν φοράν·
τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρετὴ πρὸς τὰ ἄνω καὶ ὑπερκείμενα ὀξεῖά τις οὖσα,
καὶ οὐχ ὑφιεῖσά ποτε τῆς ταχύτητος,
πεπέδηται πρὸς τὴν ἐναντίαν ὁρμήν.
Οὐκοῦν ἐπειδὴ πλεονάζει κατὰ τὴν φύσιν ἡμῶν ἡ πρὸς τὰ κακὰ ταχύτης,
καλῶς τὸ ἐν τοῖς τοιούτοις ἠρεμοῦν μακαρίζεται.
Τὸ γὰρ ἡσύχιον ἐν τούτοις, τῆς πρὸς τὰ ἄνω κινήσεως μαρτυρία γίνεται.
Κρεῖττον δ' ἂν εἴη δι' αὐτῶν τῶν κατὰ τὸν βίον ὑποδειγμάτων σαφηνίσαι τὸν λόγον·
∆ιπλῆ τῆς ἑκάστου προαιρέσεώς ἐστιν ἡ κίνησις,
κατ' ἐξουσίαν πρὸς τὸ δοκοῦν προϊοῦσα,
ἔνθεν πρὸς σωφροσύνην,
ἐκεῖθεν πρὸς τὸ ἀκόλαστον.
Ὃ δ' ἐπὶ μέρους εἴρηται τοῦ κατὰ τὴν ἀρετὴν καὶ κακίαν εἴδους, τοῦτο καὶ ἐπὶ παντὸς νοείσθω.
Σχίζεται γὰρ πάντως πρὸς τὰς ἐναντίας ὁρμὰς τὸ ἀνθρώπινον ἦθος,
ἢ θυμοῦ πρὸς ἐπιείκειαν ἀντιδιαιρουμένου,
ἢ τύφου πρὸς μετριότητα,
ἢ φθόνου πρὸς εὔνοιαν,
ἢ δυσμενείας πρὸς ἀγαπητικὴν καὶ εἰρηνικὴν συνδιάθεσιν.
Ἐπειδὴ τοίνυν ὑλώδης μὲν ὁ ἀνθρώπινος βίος,
περὶ δὲ τὰς ὕλας τὰ πάθη,
πᾶν δὲ πάθος ὀξεῖαν ἔχει καὶ ἀκατάσχετον τὴν ὁρμὴν πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος
(βαρεῖα γὰρ καὶ κατωφερὴς ἡ ὕλη)·
διὰ τοῦτο μακαρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους ἐφ' ἑαυτῶν βιοτεύοντας
(οὐ γὰρ δυνατόν ἐστιν ἐν ὑλώδει ζωῇ τὸν ἄϋλον καθ' ὅλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον),
ἀλλὰ τὸν ἐνδεχόμενον τῆς ἀρετῆς ὅρον ἐν τῇ διὰ σαρκὸς ζωῇ τὴν πραότητα λέγει,
καὶ ἱκανὸν εἰς μακαρισμὸν τὸ πρᾶον εἶναί φησιν.
Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει·
οὐδὲ γὰρ δικαίου νομοθέτου τὸ ταῦτα κελεύειν,
ὅσα ἡ φύσις οὐ δέχεται·
τὸ γὰρ τοιοῦτον ὅμοιόν ἐστιν,
ὥσπερ ἂν εἴ τις τὰ ἔνυδρα μετοικίζοι πρὸς τὸν ἐναέριον βίον,
ἢ τὸ ἔμπαλιν ἐπὶ τὸ ὕδωρ, ὅσα τῷ ἀέρι ἐμβιοτεύει·
ἀλλὰ τῇ οἰκείᾳ καὶ κατὰ φύσιν δυνάμει πρόσφορον εἶναι προσήκει τὸν νόμον.
∆ιὰ τοῦτο τὸ μέτριόν τε καὶ πρᾶον ὁ μακαρισμὸς,
οὐ τὸ παντάπασιν ἀπαθὲς ἐγκελεύεται·
τὸ μὲν γὰρ ἔξω τῆς φύσεως, τὸ δὲ δι' ἀρετῆς κατορθούμενον.
Εἰ οὖν τὸ ἀκίνητον πρὸς ἐπιθυμίαν ὁ μακαρισμὸς ὑπετίθετο, ἀνόνητος ἂν ἦν τῷ βίῳ καὶ ἄχρηστος ἡ εὐλογία·
τίς γὰρ ἂν τοῦ τοιούτου καθίκοιτο σαρκὶ καὶ αἵματι συνεζευγμένος;
Νυνὶ δέ φησιν οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἶναι κατάκριτον,
ἀλλὰ τὸν ἐκ προνοίας τὸ πάθος ἐπισπασάμενον.
Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν,
ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια καὶ παρὰ γνώμην παρασκευάζει·
τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ,
ἀλλ' ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι,
καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν.
Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις,
ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ, ἐφ' ὧν ὁ λογισμὸς καθάπερ τις χαλινὸς ἀναστομῶν τὰς ὁρμὰς,
οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέρεσθαι.
Μᾶλλον δ' ἄν τις ἐπὶ τοῦ κατὰ τὸν θυμὸν πάθους τὸ τοιοῦτον ἴδοι,
ὅπως ἐστὶ μακαριστὸν ἡ πραότης.
Ἐπειδὰν γὰρ λόγος, ἢ πρᾶξίς τις, ἢ ὑπόνοια τῶν ἀηδεστέρων τὴν τοιαύτην ἀνακινήσῃ νόσον, καὶ περιζέσῃ τῇ καρδίᾳ τὸ αἷμα, καὶ διαναστῇ πρὸς ἄμυναν ἡ ψυχή·
καθάπερ οἱ μῦθοι διὰ φαρμακοποσίας τινὸς εἰς ἀλόγων μορφὰς ἀλλοιοῦσι τὴν φύσιν·
οὕτως ἔστιν ἐξαίφνης ἰδεῖν σῦν, ἢ κύνα, ἢ πάρδαλιν,
ἢ ἄλλο τι τοιοῦτον θηρίον ἐκ τοῦ θυμοῦ τὸν ἄνδρα γενόμενον.
Ὕφαιμος ὀφθαλμός·
θρὶξ ἑσταμένη καὶ ἐπιφρίσσουσα·
φωνὴ τραχεῖα καὶ ἐποξυνομένη τοῖς ῥήμασιν·
γλῶσσα τῷ πάθει νεναρκηκυῖα, καὶ οὐχ ὑπηρετοῦσα ταῖς ἔνδον ὁρμαῖς·
χείλη πεπηγότα, καὶ οὐ διαρθροῦντα τὸν λόγον,
οὔτε περιστέλλοντα τῷ στόματι τὴν ἐγγενομένην ὑπὸ τοῦ πάθους ὑγρότητα,
ἀλλ' ἀσχημόνως τὸν ἀφρὸν τῇ φωνῇ συνεκπτύοντα·
τοιαῦται αἱ χεῖρες· τοιοῦτοι οἱ πόδες·
τοιαύτη πᾶσα τοῦ σώματος ἡ διάθεσις,
ἑκάστου τῶν μελῶν συνδιατιθεμένου τῷ πάθει.
Εἰ οὖν ὁ μὲν τοιοῦτος εἴη·
ὁ δὲ πρὸς τὸν μακαρισμὸν βλέπων,
διὰ τῶν λογισμῶν καταπραΰνοι τὴν νόσον ἐν καθεστῶτι τῷ βλέμματι,
καὶ ἠρεμαίᾳ τῇ φωνῇ, καθάπερ τις ἰατρὸς ἐκ φρενίτιδος ἀσχημονοῦντα θεραπεύων τῇ τέχνῃ·
ἆρ' οὐχὶ καὶ αὐτὸς ἐρεῖς ἀντιπαραθεὶς τοῦτο ἐκείνῳ,
ὅτι ἐλεεινὸς μὲν καὶ βδελυκτὸς ὁ θηριώδης ἐκεῖνος,
μακαριστὸς δὲ ὁ πραῢς ὁ τῇ τοῦ πέλας κακίᾳ μὴ συνδιαστρέψας τὸ εὕσχημον;
Καὶ ὅτι πρὸς τοῦτο μάλιστα τὸ πάθος ὁ Λόγος βλέπει,
δῆλόν ἐστιν ἐκ τοῦ μετὰ τὴν ταπεινοφροσύνην νομοθετῆσαι ἡμῖν τὴν πραότητα.
Ἔοικε γὰρ ἔχεσθαι τοῦ ἑτέρου τὸ ἕτερον,
καὶ οἷον μήτηρ τις εἶναι τῆς κατὰ τὸ πρᾶον ἕξεως ἡ τῆς ταπεινοφροσύνης κατάστασις.
Εἰ γὰρ ὑφέλοις τοῦ ἤθους τὸν τῦφον,
καιρὸν οὐκ ἔχει τὸ κατὰ θυμὸν ἐγγενέσθαι πάθος.
Ὕβρις γὰρ καὶ ἀτιμία τῆς τοιαύτης ἀῤῥωστίας τοῖς ὀργισθεῖσιν αἰτία γίνεται.
Ἀτιμία δὲ οὐχ ἅπτεται τοῦ ἑαυτὸν ταπεινοφροσύνῃ παιδαγωγήσαντος.
Εἰ γάρ τις κεκαθαρμένον ἔχοι τὸν λογισμὸν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης,
καὶ βλέποι τὸ οὐτιδανὸν τῆς φύσεως ᾗ συγκεκλήρωται,
ἀφ' οἵας ἀρχῆς τὴν σύστασιν ἔχει,
καὶ εἰς ὅ τι φέρεται τέλος τὸ βραχὺ καὶ ὠκύμορον τῆς τῇδε ζωῆς,
καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ ῥύπον, καὶ τὸ πενιχρὸν τῆς φύσεως,
τὸ μὴ εἶναι αὐτὴν αὐτάρκη δι' ἑαυτῆς πρὸς τὴν ἰδίαν σύστασιν,
εἰ μὴ τῇ περιουσίᾳ τῶν ἀλόγων τὸ ἐνδέον ἀναπληρώσειεν·
λύπας τε πρὸς τούτοις καὶ πένθη καὶ συμφορὰς,
τάς τε πολυτρόπους τῶν νοσημάτων ἰδέας,
αἷς ὑπόκειται ἡ ἀνθρωπίνη ζωὴ, ὧν οὐκ ἔστιν ὅστις ἐκ φύσεως ἀτελής ἐστι καὶ ἐλεύθερος.
Ταῦτα δι' ἀκριβείας κεκαθαρμένῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ βλέπων,
οὐκ ἂν ῥᾳδίως πρὸς τὰς τῶν τιμῶν ἐλλείψεις ἀγανακτήσειεν.
Τὸ ἐναντίον μὲν οὖν ἀπάτην ἡγήσεται τὴν ἐπί τινι προσαγομένην αὐτῷ παρὰ τοῦ πέλας τιμὴν,
οὐκ ὄντος ἡμῖν ἐν τῇ φύσει τοιούτου τινὸς,
ὃ δύναται τὴν πρὸς τὸ τίμιον κοινωνίαν ἔχειν,
εἰ μὴ κατὰ ψυχὴν μόνον,
ἧς ἡ τιμὴ οὐκ ἀπὸ τῶν κατὰ τὸν κόσμον τοῦτον ἐπιζητουμένων συνίσταται.
Τὸ γὰρ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γένει σε μνύνεσθαι,
ἢ πρὸς δόξαν ὁρᾷν, ἢ τὸ δοκεῖν ὑπὲρ τὸν πέλας εἶναι,
δι' ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαί·
ταῦτα πάντα καθαίρεσις τῆς ψυχικῆς τιμῆς καὶ ὄνειδος γίνονται,
ὡς μὴ ἂν ἑλέσθαι τὸν λελογισμένον τοιούτῳ τινὶ τὸ καθαρὸν τῆς ψυχῆς καταμολύνεσθαι.
Τὸ δὲ οὕτως ἔχειν οὐδὲν ἕτερον, ἢ ἐν ἕξει βαθείᾳ τῆς ταπεινοφροσύνης ἐστὶν εἶναι,
ἧς κατορθωθείσης, οὐδεμίαν εἴσοδον ὁ θυμὸς κατὰ τῆς ψυχῆς ἕξει.
Τούτου δὲ μὴ παρόντος, ὁ ἤρεμός τε καὶ ἡσύχιος κατορθοῦ βίος·
ὅπερ οὐδὲν ἕτερον, εἰ μὴ πραΰτης ἐστὶν,
ἧς τὸ πέρας μακαρισμὸς καὶ οὐρανίας γῆς κληρονομία,
ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ πενθοῦντες,
ὅτι αὐτοὶ παρακληθήσονται.
Οὔπω τῆς κορυφῆς τοῦ ὄρους ἐπιβεβήκαμεν,
ἀλλ' ἔτι κατὰ τὴν ὑπώρειαν τῶν νοημάτων ἐσμέν·
εἰ καὶ δύο τινὰς ἤδη παρωδεύσαμεν λόφους,
ἐπὶ τὴν μακαριστὴν πτωχείαν,
καὶ τὴν ἀνωτέρω ταύτης πραότητα διὰ τῶν μακαρισμῶν ἀναχθέντες,
μεθ' οὓς προσάγει τοῖς ὑψηλοτέροις ἡμᾶς ὁ Λόγος,
καὶ τρίτον ἡμῖν ἐφεξῆς ὕψωμα διὰ τῶν μακαρισμῶν ἀναδείκνυσι·
πρὸς ὃ χρὴ πάντως ἀναδραμεῖν ὄκνον ἀποθεμένους πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν,
καθώς φησιν ὁ Ἀπόστολος, ὡς ἂν κοῦφοι καὶ εὐσταλεῖς ἐπὶ τῆς ἄκρας γενόμενοι,
καθαρωτέρῳ τῷ τῆς ἀληθείας φωτὶ διὰ τῆς ψυχῆς προσπελάσαιμεν.
Τί τοίνυν ἐστὶ τὸ λεγόμενον,
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται;
Γελάσει πάντως ὁ πρὸς τὸν κόσμον βλέπων,
καὶ λέξει ταῦτα καταχλευάζων τὸν Λόγον·
Εἰ μακαρίζονται κατὰ τὸν βίον οἱ ἐν πάσῃ συμφορᾷ δαπανώμενοι,
ἄθλιοι κατὰ τὸ ἀκόλουθόν εἰσι πάντως οἷς ἄλυπός τε καὶ ἀπήμων ἐστὶν ἡ ζωή.
Καὶ οὕτω τὰ εἴδη τῶν συμφορῶν ἐξαριθμούμενος,
πλεονάσει τὸν γέλωτα, τὰ τῆς χηρείας κακὰ,
καὶ τὴν τῆς ὀρφανίας ταλαιπωρίαν ὑπ' ὄψιν ἄγων,
τὰς ζημίας, τὰ ναυάγια, τὰς ἐκ πολέμων αἰχμαλωσίας,
τὰς ἀδίκους ἐν δικαστηρίῳ κρίσεις,
μεθορισμούς τε καὶ δημεύσεις καὶ ἀτιμίας,
τάς τε συμφορὰς τὰς ἐκ τῶν νόσων,
οἷον πηρώσεις τε καὶ ἀκρωτηριασμοὺς,
καὶ τὴν παντοδαπὴν τοῦ σώματος λώβην,
καὶ εἴ τι τοῖς ἀνθρώποις κατὰ τὸν βίον τοῦτον συνίσταται πάθος,
ἢ σώματος, ἢ ψυχῆς ἁπτόμενον,
πάντα τῷ λόγῳ διεξελεύσεται,
δι' ὧν, ὡς οἴεται, καταγέλαστον ἀποδείξει τὸν τοὺς πενθοῦντας μακαρίζοντα λόγον.
Ἡμεῖς δὲ μικρὰ φροντίσαντες τῶν μικροψύχως τε καὶ ταπεινῶς ἀναθεωρούντων τὰ θεῖα νοήματα,
ὡς ἔστι δυνατὸν κατιδεῖν τὸν ἐγκείμενον τῷ εἰρημένῳ διὰ βάθους πλοῦτον ἐπιχειρήσωμεν,
ὅπως ἂν φανερὸν καὶ διὰ τοῦτο γένοιτο,
πόσον ἐστὶ τὸ διάφορον τῆς σαρκίνης τε καὶ χοϊκῆς διανοίας,
πρὸς τὴν ὑψηλήν τε καὶ ἐπουράνιον.
Ἔστι μὲν οὖν ἐκ τοῦ προχείρου μακαριστὸν ὑπολαβεῖν ἐκεῖνο τὸ πένθος,
τὸ ἐπὶ πλημμελήμασι καὶ ἁμαρτίαις γινόμενον,
κατὰ τὴν τοῦ Παύλου περὶ τῆς λύπης διδασκαλίαν,
τοῦ φήσαντος, μὴ ἒν εἶναι λύπης εἶδος,
ἀλλὰ τὸ μὲν κοσμικὸν,
τὸ δὲ κατὰ Θεὸν ἐνεργούμενον.
Καὶ τῆς μὲν κοσμικῆς λύπης, θάνατον εἶναι τὸ ἔργον·
τὴν δὲ ἑτέραν, σωτηρίαν ἐκ μετανοίας τοῖς λυπουμένοις ἐργάζεσθαι.
Τῷ ὄντι γὰρ οὐκ ἔξω τοῦ μακαρίζεσθαι τὸ τοιοῦτον τῆς ψυχῆς πάθος ἐστὶν,
ὅταν ἐν αἰσθήσει γενομένη τοῦ χείρονος, τὸν ἐν κακίᾳ βίον ἀπολοφύρηται.
Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν ἀῤῥωστημάτων,
οἷς ἂν πάρετον ἐξ ἐπηρείας τινὸς γένηταί τι μέρος τοῦ σώματος,
σημεῖον τοῦ νενεκρῶσθαι τὸ παρειμένον ἡ ἀναλγησία γίνεται·
εἰ δὲ κατά τινα τέχνην ἰατρικὴν ἡ ζωτικὴ πάλιν αἴσθησις ἐπαναχθείη τῷ σώματι,
χαίρουσιν ἤδη πονοῦντος τοῦ μέρους,
αὐτός τε ὁ κάμνων καὶ οἱ τὴν θεραπείαν προσάγοντες,
τεκμηρίῳ χρώμενοι τοῦ πρὸς ὑγίειαν τρέψαι τὸ πάθος,
τὸ ἐν αἰσθήσει τῶν δριμυσσόντων ἤδη γενέσθαι τὸ μέλος·
οὕτως ἐπειδὰν, καθώς φησιν ὁ Ἀπόστολος,
ἀπηλγηκότες τινὲς παρα δῶσι τῷ καθ' ἁμαρτίαν βίῳ ἑαυτοὺς,
νεκροί τινες ὄντως καὶ πάρετοι τοῦ κατ' ἀρετὴν βίου γενόμενοι,
οὐδεμίαν ἔχουσιν ὧν ποιοῦσιν τὴν αἴσθησιν.
Εἰ δὲ καθάψαιτό τις αὐτῶν ὁ ἰατρεύων λόγος,
οἷον διά τινων θερμῶν τε καὶ διακαιόντων φαρμάκων
(λέγω δὲ τῶν σκυθρωπῶν τῆς μελλούσης κρίσεως ἀπειλῶν),
καὶ διὰ βάθους τὴν καρδίαν τῷ φόβῳ τῶν προσδοκωμένων δριμύξειεν, γεέννης φόβον,
καὶ πῦρ μὴ σβεννύμενον, καὶ ἀτελεύτητον σκώληκα, καὶ βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀδιάλειπτον, καὶ σκότος ἐξώτερον, καὶ ἅπαντα τὰ τοιαῦτα, οἷόν τινα θερμὰ καὶ δριμέα φάρμακα τῷ νεναρκηκότι διὰ τῶν καθ' ἡδονὴν παθημάτων ἐντρίβων καὶ ἀναθάλπων,
εἰς αἴσθησιν αὐτὸν ἀγάγοι τοῦ ἐν ᾧ ἦν βίου, μακαριστὸν αὐτὸν ἀπεργάσηται,
τὴν ὀδυνηρὰν αἴσθησιν τῇ ψυχῇ ἐμποιήσας.
Καθάπερ καὶ ὁ Παῦλος τὸν τῇ κοίτῃ τοῦ πατρὸς ἐπιλυσσήσαντα,
μέχρις ἐκείνου μαστίζει τῷ λόγῳ, ἕως ἂν ἀναισθήτως εἶχεν τῆς ἁμαρτίας·
ἐπεὶ δὲ καθίκετο τοῦ ἀνδρὸς ἡ τῆς ἐπιπλήξεως ἰατρεία,
ὡς ἤδη μακάριον διὰ τοῦ πένθους γενόμενον, παρακαλεῖν ἄρχεται,
ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ, φησὶ, καταποθῇ ὁ τοιοῦτος.
Ἔστω δὲ καὶ τοῦτο ἡμῖν τὸ νόημα πρὸς τὴν προκειμένην τοῦ μακαρισμοῦ θεωρίαν εἰς τὸν κατ' ἀρετὴν βίον οὐκ ἄχρηστον, διὰ τὸ πλεονάζειν πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὴν ἁμαρτίαν·
ταύτης δὲ φάρμακον τὸ ἐκ μετανοίας πένθος ἀποδέδεικται.
Ἀλλά μοι δοκεῖ βαθύτερόν τι τῶν εἰρημένων ὑποσημαίνειν ὁ Λόγος ἐν τῇ παρατατικῇ τοῦ πένθους ἐνεργείᾳ, ἄλλο τι παρὰ τοῦτο νοεῖν ὑφηγούμενος.
Εἰ γὰρ μόνην τὴν ἐπὶ τῷ πλημμελήματι μεταμέλειαν ἐπεδείκνυεν,
ἀκολουθότερον ἂν ἦν τοὺς πενθήσαντας μακαρίζεσθαι, οὐ τοὺς εἰσαεὶ πενθοῦντας·
ὡς ἐπὶ ὑποδείγματος συγκρίσει τῆς ἐν τῇ νόσῳ διαγωγῆς τοὺς θεραπευθέντας μακαρίζομεν,
οὐ τοὺς εἰσαεὶ θεραπευομένους.
Ἡ γὰρ παράτασις τῆς θεραπείας, καὶ τὸ τῆς ἀῤῥωστίας διηνεκὲς συνενδείκνυται.
Καὶ ἄλλως δέ μοι δοκεῖ καλῶς ἔχειν μὴ τῷ τοιούτῳ μόνῳ νοήματι τίθεσθαι,
ὡς τοῦ Λόγου τοῖς ἐφ' ἁμαρτίαις πενθοῦσιν τὸν μακαρισμὸν νέμοντος.
Πολλοὺς γὰρ εὑρήσομεν ἀκατηγόρητον ἐσχηκότας τὸν βίον,
καὶ ὑπ' αὐτῆς τῆς θείας φωνῆς μεμαρτυρημένον ἐπὶ παντὶ τῷ βελτίονι.
Ποία γὰρ πλεονεξία τοῦ Ἰωάννου;
ποία εἰδωλολατρεία τοῦ Ἠλίου;
Τί μικρὸν ἢ μεῖζον κατὰ τὸν βίον ἐκείνων οἶδεν ἡ ἱστορία πλημμέλημα;
Τί οὖν;
Ἆρα ἔξω τῆς μακαριότητος εἶναι ὁ λόγος αὐτοὺς ὑποθήσεται,
τοὺς μήτε τὴν ἀρχὴν νενοσηκότας, μήτε τοῦ φαρμάκου τούτου,
λέγω δὲ τοῦ ἐκ μετανοίας πένθους, εἰς χρείαν ἐλθόντας;
Ἢ ἄτοπον εἴη τοὺς τοιούτους τῆς θείας μακαριότητος ἀποβλήτους οἴεσθαι,
ὅτι μήτε ἥμαρτον, μήτε πένθει τὴν ἁμαρτίαν ἰάσαντο;
Ἢ οὕτω γ' ἂν εἴη τὸ ἁμαρτάνειν τοῦ ἀναμαρτήτως ζῇν προτιμότερον,
εἰ μόνοις τοῖς μετανοοῦσιν ἡ τοῦ Παρακλήτου χάρις ἀποκεκλήρωται;
Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Οὐκοῦν ὡς ἔστι δυνατὸν ἑπόμενοι, καθώς φησιν ὁ Ἀμβακοὺμ,
τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι,
πάλιν τὴν ἐγκειμένην διάνοιαν τοῖς εἰρημένοις ἀναζητήσωμεν,
ὡς ἂν μάθοιμεν ποίῳ πένθει πρόκειται ἡ τοῦ Πνεύματος τοῦ ἁγίου παράκλησις.
Σκοπήσωμεν τοίνυν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ, τίποτε πρῶτον αὐτὸ τὸ πένθος ἐστὶ,
καὶ ἐπὶ τίσιν συνίστα.
Οὐκοῦν πρόδηλον ἅπασιν τὸ τοιοῦτον,
ὅτι πένθος ἐστὶ σκυθρωπὴ διάθεσις τῆς ψυχῆς, ἐπὶ στερήσει τινὸς τῶν καταθυμίων συνισταμένη·
ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ διαβιούντων συνίστασθαι χώραν οὐκ ἔχει·
οἷον, εὐπραγεῖ τις κατὰ τὸν βίον,
πάντα κατὰ ῥοῦν αὐτῷ διὰ τῶν ἡδέων τὰ πράγματα φέρεται,
τῇ γαμετῇ ἐπευφραίνεται, τοῖς παισὶν ἐπαγάλλεται,
διὰ τῆς τῶν ἀδελφῶν συμμαχίας ὠχύρωται, σεμνὸς κατὰ τὴν ἀγορὰν,
τίμιος τοῖς δυναστεύουσιν, φοβερὸς τοῖς ἀντιτεταγμένοις,
ἀκαταφρόνητος τοῖς ὑποχειρίοις, φίλοις εὐπρόσιτος, πλούτῳ κομῶν, ἀπολαυστικὸς, ἡδὺς, ἄλυπος, σθεναρὸς τῷ σώματι·
πάντα ἔχων, ὅσα τίμια κατὰ τὸν κόσμον τοῦτον εἶναι δοκεῖ·
ὁ τοιοῦτος πάντως ἐν εὐφροσύνῃ ἑκάστῳ τῶν παρόντων ἐπιγαννύμενος.
Εἰ δέ τις μεταβολὴ τῆς εὐημερίας ταύτης καθάψαιτο, ἢ διάζευξιν τῶν φιλτάτων, ἢ ζημίαν τῶν προσόντων, ἤ τινα πήρωσιν τῆς σωματικῆς εὐκληρίας, ἐκ πονηρᾶς τινος συντυχίας ἐπάγουσα, τότε τῇ ὑπεξαιρέσει τοῦ εὐφραίνοντος, ἡ ἐναντία διάθεσις γίνεται, ἣν πένθος προσαγορεύομεν.
Οὐκοῦν ἀληθὴς ὁ ἀποδεδομένος περὶ αὐτοῦ λόγος,
ὅτι πένθος ἐστὶν αἴσθησίς τις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερήσεως.
Εἰ δὴ νενόηται ἡμῖν τὸ ἀνθρώπινον πένθος, γενέσθω τις ὁδηγία τῶν ἀγνοουμένων τὰ πρόδηλα, ὡς ἂν φανερὸν γένοιτο, τί τὸ μακαριζόμενόν ἐστι πένθος, ᾧ ἐπακολουθεῖ ἡ παράκλησις.
Εἰ γὰρ ἡ τῶν προσόντων ἀγαθῶν στέρησις ἐνταῦθα τὸ πένθος ποιεῖ,
οὐκ ἂν δέ τις τοῦ ἀγνοουμένου τὴν ζημίαν ἀπολοφύραιτο·
γνῶναι προσήκει πρότερον αὐτὸ τὸ ἀγαθὸν, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν,
εἶθ' οὕτως τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι.
∆ιὰ γὰρ τοῦτο συμβήσεται τὸ μακαριζόμενον πένθος κατορθωθῆναι.
Οἷον γάρ ἐστιν ἐπὶ τῶν ἐν σκότῳ βιοτευόντων, ὅταν ὁ μὲν ἐντεχθῇ τῷ ζόφῳ,
ὁ δὲ τῇ ἀπολαύσει τοῦ ἔξω φωτὸς συνειθισμένος, ἐξ ἐπηρείας τινὸς κατάκλειστος γένη, οὐχ ὁμοίως ἀμφοτέρων ἡ τῶν παρόντων καθάπτεται συμφορὰ
(ὁ μὲν γὰρ εἰδὼς οὗ ἐστέρηται, βαρεῖαν ποιεῖται τοῦ φωτὸς τὴν ζημίαν·
ὁ δὲ μηδὲ ὅλως ἐγνωκὼς τὴν τοιαύτην χάριν, ἀλύπως διαβιώσε,
διὰ τὴν τροφίαν τοῦ ζόφου μηδενὸς ἐκπεπτωκέναι τῶν ἀγαθῶν λογιζόμενος·
ἐκ δὲ τούτου τὸν μὲν ἡ ἐπιθυμία τῆς τοῦ φωτὸς ἀπολαύσεως,
εἰς πᾶσαν ἄξει μηχανὴν καὶ ἐπίνοιαν τοῦ πάλιν ἰδεῖν οὗ ἐξ ἐπηρείας ἀπεστερήθη·
ὁ δὲ καταγηράσει τῷ ζόφῳ διαβιῶν, διὰ τὸ μὴ ἐγνωκέναι τὸ βέλτιον, ἀγαθὸν ἑαυτῷ τὸ παρὸν κρίνων)·
οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος, ὁ τὸ ἀληθῶς ἀγαθὸν κατιδεῖν ἰσχύσας,
ἔπειτα τὴν πτωχείαν τῆς ἀνθρωπίνης φύσεως κατανοήσας, ἐν συμφορᾷ τὴν ψυχὴν πάντως ἕξει, τῷ μὴ εἶναι ἐν τῷ ἀγαθῷ ἐκείνῳ τὸν παρόντα βίον, πένθος ποιούμενος.
Οὐκοῦν οὐ τὴν λύπην μοι δοκεῖ μακαρίζειν ὁ Λόγος, ἀλλὰ τὴν εἴδησιν τοῦ ἀγαθοῦ, ᾗ τὸ τῆς λύπης πάθος ἐπισυμβαίνει, διὰ τὸ μὴ παρεῖναι τῷ βίῳ τὸ ζητούμενον.
Ἀκόλουθον τοίνυν ἐξετάσαι τί ποτε ἄρα ἐστὶν ἐκεῖνο τὸ φῶς, ᾧ τὸ ζοφῶδες τοῦτο τῆς ἀνθρωπίνης φύσεως σπήλαιον ἐν τῷ παρόντι βίῳ οὐ καταυγάζεται.
Ἦ τάχα, οὐ πρὸς τὸ ἀνήνυτόν τε καὶ ἀκατάληπτον ἡ ἐπιθυμία βλέπει;
Τίς γὰρ ἐν ἡμῖν λογισμὸς τοιοῦτος, ὡς ἀνιχνεῦσαι τοῦ ζητουμένου τὴν φύσιν;
Τίς ἐξ ὀνομάτων τε καὶ ῥημάτων σημασία τοιαύτη, ὡς ἀξίαν ἡμῖν ἔννοιαν τοῦ ὑπερκειμένου φωτὸς ἐμ ποιῆσαι;
Πῶς ὀνομάσω τὸ ἀθέατον; Πῶς παραστήσω τὸ ἄϋλον;
Πῶς δείξω τὸ ἀειδές;
πῶς διαλάβω τὸ ἀμέγεθες, τὸ ἄποσον, τὸ ἄποιον, τὸ ἀσχημάτιστον;
τὸ μήτε τόπῳ, μήτε χρόνῳ εὑρισκόμενον;
τὸ ἐξώτερον παντὸς περασμοῦ, καὶ πάσης ὁριστικῆς φαντασίας;
οὗ ἔργον ζωὴ, καὶ ἡ πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ὑπόστασις;
περὶ ὃ πᾶν ὑψηλὸν νόημά τε καὶ ὄνομα θεωρεῖται;
θεότης, βασιλεία, δύναμις, ἀϊδιότης, ἀφθαρσία, χαρά τε καὶ ἀγαλλίαμα, καὶ πᾶν ὅτι πέρ ἐστιν ἐν ὕψει νοούμενόν τε καὶ λεγόμενον;
Πῶς τοίνυν ἔστι καὶ διὰ ποίων λογισμῶν τὸ τοιοῦτον ἡμῶν ἀγαθὸν ὑπ' ὄψιν ἐλθεῖν, τὸ θεώμενον καὶ μὴ βλεπόμενον;
Τὸ πᾶσι τοῖς οὖσι τὸ εἶναι παρεχόμενον;
αὐτὸ δὲ ἀεὶ ὂν, καὶ τοῦ γενέσθαι οὐ προσδεόμενον;
Ἀλλ' ὡς ἂν μὴ μάτην ὁ λόγος κάμνοι τοῖς ἀχωρήτοις ἑαυτὸν ἐπεκτείνων, τῶν μὲν ὑπερκειμένων ἀγαθῶν τὴν φύσιν, ὡς ἀμήχανον ὂν τὸ τοιοῦτον ὑπὸ κατάληψιν ἐλθεῖν, πολυπραγμονοῦντες παυσώμεθα, τοσοῦτον μόνον ἐκ τῶν ζητηθέντων κερδάναντες, ὅσον δι' αὐτοῦ τοῦ μὴ δυνηθῆναι κατιδεῖν τὸ ζητούμενον, ἔννοιάν τινα τοῦ μεγέθους τῶν ζητουμένων ἀνατυπώσασθαι.
Ὅσῳ δὲ τῆς γνώσεως ἡμῶν ὑψηλότερον εἶναι τὸ ἀγαθὸν τῇ φύσει πιστεύομεν, τοσούτῳ μᾶλλον τὸ πένθος ἐν αὐτοῖς ἐπιτείνωμεν, ὅτι τοιοῦτόν ἐστι καὶ τοσοῦτον τὸ ἀγαθὸν, οὗ διεζευγμένοι τυγχάνομεν, ὡς μηδὲ τὴν γνῶσιν αὐτοῦ χωρεῖν δύνασθαι.
Τούτου μέντοι τοῦ ὑπεραίροντος πᾶσαν δύναμιν καταληπτικὴν, ἐν μετουσίᾳ ποτὲ ἦμεν οἱ ἄνθρωποι·
καὶ τοσοῦτον ἦν ἐν τῇ φύσει ἡμῶν ἐκεῖνο τὸ ἀγαθὸν τὸ ὑπὲρ πᾶν νόημα, ὡς ἄλλο ἐκεῖνο τὸ ἀνθρώπινον εἶναι δοκεῖν, τῇ ἀκριβεστάτῃ ὁμοιώσει κατὰ τὴν εἰκόνα τοῦ πρωτοτύπου μεμορφωμένον.
Ἃ γὰρ νῦν περὶ ἐκείνου στοχαστικῶς θεωροῦμεν, ταῦτα πάντα καὶ περὶ τὸν ἄνθρωπον ἦν, ἀφθαρσίᾳ τε καὶ μακαριότητι·
καὶ τὸ αὐτοκρατὲς καὶ τὸ ἀδέσποτον, τό τε ἄλυπον καὶ ἀπραγμάτευτον τῆς ζωῆς, καὶ ἡ ἐν θειοτέροις διαγωγή·
καὶ τὸ γυμνῇ τε καὶ καθαρᾷ παντὸς προκαλύμματος τῇ διανοίᾳ πρὸς τὸ ἀγαθὸν βλέπειν.
Ταῦτα γὰρ πάντα δι' ὀλίγων ῥημάτων ὁ τῆς κοσμογενείας ἡμῖν ὑπαινίττεται λόγος, κατ' εἰκόνα Θεοῦ λέγων πεπλάσθαι τὸν ἄνθρωπον, καὶ ἐν τῷ παραδείσῳ ζῇν, καὶ τῶν ἐκεῖ πεφυτευμένων κατατρυφᾷν.
Τῶν δὲ φυτῶν ἐκείνων καρπὸς, ζωὴ καὶ γνῶσις καὶ τὰ τοιαῦτά ἐστιν.
Εἰ δὲ ταῦτα ἐν ἡμῖν ἦν, πῶς οὖν ἔστι διὰ συγκρίσεως ἀντιπαραθεωροῦντα τῇ τότε μακαριότητι τὴν παροῦσαν νῦν ἀθλιότητα, μὴ ἐπιστενάζειν τῇ συμφορᾷ·
τὸ ὑψηλὸν τεταπείνωται·
τὸ κατ' εἰκόνα τοῦ ἐπουρανίου γενόμενον, ἀπεγεώθη·
τὸ βασιλεύειν τεταγμένον, κατεδουλώθη·
τὸ εἰς ἀθανασίαν κτισθὲν, κατεφθάρη θανάτῳ·
τὸ ἐν τρυφῇ τοῦ παραδείσου διάγον, εἰς τὸ νοσῶδες καὶ ἐπίπονον τοῦτο μετῳκίσθη χωρίον·
τὸ τῇ ἀπαθείᾳ σύντροφον, τὸν ἐμπαθῆ καὶ ἐπίκηρον ἀντηλλάξατο βίον·
τὸ ἀδέσποτόν τε καὶ αὐτεξούσιον, νῦν ὑπὸ τοιούτων καὶ τοσούτων κακῶν κυριεύεται,
ὡς μηδὲ ῥᾴδιον εἶναι τοὺς τυράννους ἡμῶν ἀπαριθμήσασθαι.
Ἕκαστον γὰρ τῶν ἐν ἡμῖν παθῶν, ὅταν ἐπικρατήσῃ,
δεσπότης τοῦ δουλωθέντος γίνεται·
καὶ καθάπερ τις τύραννος καταλαβὼν τῆς ψυχῆς τὴν ἀκρόπολιν,
δι' αὐτῶν τῶν ὑποχειρίων κακοῖ τὸ ὑπήκοον,
ὑπηρέταις τοῖς ἡμετέροις λογισμοῖς πρὸς τὸ δοκοῦν ἑαυτῷ καταχρώμενος·
οὕτως ὁ θυμὸς, οὕτως ὁ φόβος, ἡ δειλία, τὸ θράσος, τὸ κατὰ λύπην τε καὶ τὸ καθ' ἡδονὴν πάθος, μῖσος, ἔρις, ἀνέλεος, ἀπήνεια, φθόνος, κολακεία, μνησικακία τε καὶ ἀναλγησία,
καὶ πάντα τὰ κατὰ τὸ ἐναντίον ἐν ἡμῖν νοούμενα πάθη,
τυράννων ἐστί τινων καὶ δεσποτῶν ἀπαρίθμησις,
τῶν πρὸς τὸ ἴδιον κράτος τὴν ψυχὴν οἷόν τινα δορυάλωτον καταδουλούντων.
Εἰ δέ τις καὶ τὰς περὶ τὸ σῶμα συμφορὰς ἀναλογίζοιτο,
τὰς τῇ φύσει ἡμῶν συμπεπλεγμένας τε καὶ συστρεφομένας,
τὰς ποικίλας λέγω καὶ πολυτρόπους τῶν νοσημάτων ἰδέας,
ὧν πάντων τὸ κατ' ἀρχὰς ἀπείρατον ἦν τὸ ἀνθρώπινον,
πολὺ μᾶλλον πλεονάσει τὸ δάκρυον,
ἐκ παραλλήλου θεωρῶν ἀντὶ τῶν ἀγαθῶν τὰ λυπηρὰ,
καὶ ἀντιπαρατιθεὶς τὰ κακὰ τοῖς βελτίοσιν.
Τοῦτο οὖν ἔοικεν ἐν ἀποῤῥήτῳ διδάσκειν ὁ μακαρίζων τὸ πένθος,
τὸ πρὸς τὸ ἀληθινὸν ἀγαθὸν τὴν ψυχὴν βλέπειν,
μηδὲ τῇ παρούσῃ ἀπάτῃ τοῦ βίου καταβαπτίζεσθαι·
οὐ γὰρ ἔστιν οὔτε ἀδακρυτὶ ζῇν τὸν ἐπεσκεμμένον δι' ἀκριβείας τὰ πράγματα,
οὔτε ἐν λυπηροῖς εἶναι νομίζειν τὸν ταῖς βιωτικαῖς ἡδοναῖς ἐμβαθύνοντα·
καθάπερ ἐπὶ τῶν ἀλόγων τὸ τοιοῦτον ἔστιν ἰδεῖν·
οἷς ἐλεεινὴ μὲν ἡ τῆς φύσεώς ἐστι κατασκευή·
(τί γὰρ ἐλεεινότερον τῆς τοῦ λόγου στερήσεως;)
αἴσθησις δὲ τῆς συμφορᾶς αὐτοῖς οὐδεμία,
ἀλλὰ κατά τινα ἡδονὴν κἀκείνοις ἡ ζωὴ διεξάγεται·
καὶ ὁ ἵππος γαυριᾷ, καὶ ὁ ταῦρος κονίζεται·
καὶ ὁ σὺς φρίσσει τὴν λοφιάν·
καὶ οἱ σκύλακες παίζουσι, καὶ διασκιρτῶσιν οἱ μόσχοι,
καὶ ἕκαστον τῶν ζώων ἔστιν ἰδεῖν διά τινων τεκμηρίων τὴν ἡδονὴν ἐνδεικνύμενον,
οἷς εἴ τις κατανόησις ἦν τῆς τοῦ λόγου χάριτος,
οὐκ ἂν τὸν κωφὸν αὐτῶν καὶ ταλαίπωρον βίον ἐν ἡδονῇ διετίθεντο.
Οὕτως καὶ ἐπὶ τῶν ἀνθρώπων, οἷς οὐδεμία τῶν ἀγαθῶν ἐστι γνῶσις,
ὧν ἡ φύσις ἡμῶν ἀπεστέρηται, τούτοις καθ' ἡδονὴν ἡ τῆς παρούσης ζωῆς διαγωγή.
Ἀκολουθεῖ δὲ τῷ τοῖς παροῦσιν ἥδεσθαι, τὸ μὴ ζητεῖν τὰ βελτίω.
Ὁ δὲ μὴ ζητῶν, οὐκ ἂν εὕροι τὸ μόνοις ζητοῦσι παραγενόμενον.
Οὐκοῦν διὰ τοῦτο ὁ Λόγος μακαρίζει τὸ πένθος, οὐ δι' ἑαυτὸ κρίνων εἶναι μακάριον,
ἀλλὰ διὰ τὸ ἐξ ἐκείνου παραγενόμενον.
∆είκνυσι δὲ τοῦ λόγου ἡ συζυγία,
ὅτι τῆς πρὸς τὴν παράκλησιν ἀναφορᾶς τὸ πενθεῖν αὐτοῖς ἐστι μακάριον.
Μα κάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες καὶ οὐκ ἔστησεν ἐν τούτῳ τὸν λόγον,
ἀλλὰ προσέθηκεν, Ὅτι αὐτοὶ παρακληθήσονται.
Ὅ μοι δοκεῖ προκατανενοηκὼς ὁ μέγας Μωϋσῆς
(μᾶλλον δὲ, ὁ ἐν ἐκείνῳ ταῦτα διατάσσων Λόγος, ἐν ταῖς μυστικαῖς τοῦ Πάσχα παρατηρήσεσιν)·
ἄζυμον μὲν αὐτοῖς ἄρτον ἐν ταῖς ἑορτασίμοις ἡμέραις νομοθετῆσαι·
ὄψον δὲ τῇ βρώσει πικρί δας ποιήσασθαι, ὡς ἂν διὰ τῶν τοιούτων μάθοιμεν αἰνιγμάτων,
ὅτι οὐκ ἔστι τῆς μυστικῆς ἐκείνης ἑορτῆς μετασχεῖν ἄλλως,
εἰ μὴ αἱ πικρίδες τοῦ βίου τούτου τῇ ἁπλῇ καὶ ἀζύμῳ ζωῇ ἑκουσίως καταμιγνύοιντο.
∆ιὰ τοῦτο καὶ ὁ μέγας ∆αβὶδ, καίτοι τὸ ἀκρότατον τῆς ἀνθρωπίνης εὐκληρίας μέτρον
(λέγω δὴ τὴν βασιλείαν) περὶ ἑαυτὸν βλέπων·
δαψιλῶς ἐπιβάλλει τῶν πικρίδων τῇ ἑαυτοῦ ζωῇ στενάζων ἐν οἰμωγῇ,
καὶ θρηνῶν τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας,
καὶ ἐκλείπων, ὑπὸ τῆς τῶν μειζόνων ἐπιθυμίας,
φησὶν, Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη,
Ἑτέρωθι δὲ πρὸς τὸ κάλλος τῶν θείων σκηνωμάτων ἀτενὲς ἀποβλέπων,
ἐκλιπεῖν ὑπὸ τῆς ἐπιθυμίας φησὶ, τὸ ἐν ἐσχάτοις ἐκεῖ τετάχθαι,
τοῦ πρωτεύειν ἐν τοῖς παροῦσι, προτιμότερον ἑαυτῷ κρίνων.
Εἰ δέ τις ἀκριβέστερον κατανοῆσαι βούλοιτο τοῦ μακαριζομένου τούτου πένθους τὴν δύναμιν,
ἐπισκεψάσθω ἑαυτῷ ἐν τῷ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διηγήματι,
ἐν ᾧ γυμνότερον τὸ τοιοῦτον δόγμα ἡμῖν σαφηνίζεται.
Μνήσθητι γὰρ, φησὶν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον,
ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·
ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά·
διὰ τοῦτο οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
Ἔοικε γὰρ, ἐπειδὴ τῆς ἀγαθῆς τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀπέστησεν ἡμᾶς ἡ ἀβουλία,
μᾶλλον δὲ ἡ κακοβουλία τοῦ γὰρ Θεοῦ ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν ἐν τῇ ἀπολαύσει ἡμῶν νομοθετήσαντος,
καὶ καταμιγνύναι τῷ καλῷ τὴν τοῦ κακοῦ πεῖραν ἀπαγορεύσαντος,
ἐπειδὴ ἡμεῖς ὑπὸ λαιμαργίας ἑκουσίως τοῦ ἐναντίου ἐνεφορήθημεν
(λέγω δὲ τῆς τοῦ θείου Λόγου παρακοῆς ἀπογευσάμενοι)·
διὰ τοῦτο χρὴ πάντως ἐν ἀμφοτέροις γενέσθαι τὴν ἀνθρωπίνην φύσιν,
καὶ μετασχεῖν ἐν μέρει τοῦ τε λυποῦντος καὶ τοῦ εὐφραίνοντος.
∆ύο δὲ ὄντων βίων, καὶ διπλῆς τῆς ζωῆς καθ' ἑκάτερον τῶν βίων ἰδιαζόντως θεωρουμένης,
ὡσαύτως δὲ καὶ εὐφροσύνης διπλῆς·
τῆς μὲν ἐν τῷ βίῳ τούτῳ, τῆς δὲ ἐν τῷ κατ' ἐλπίδας ἡμῖν προκειμένῳ·
μακαριστὸν ἂν εἴη τὴν τῆς εὐφροσύνης μοῖραν τοῖς ἀληθινοῖς ἀγαθοῖς εἰς τὸν ἀΐδιον ἀποθέσθαι βίον·
τῆς δὲ λύπης ἐκπληρῶσαι τὴν λειτουργίαν ἐν τῇ βραχείᾳ ταύτῃ καὶ προσκαίρῳ ζωῇ,
ζημίαν ποιούμενον,
οὐ τὸ στερηθῆναί τινος τῶν κατὰ τὸν βίον τοῦτον ἡδέων,
ἀλλὰ τὸ διὰ τῆς ἀπολαύσεως τούτων ἐν ἀποπτώσει τῶν ἀμεινόνων γενέσθαι.
Οὐκοῦν εἰ μακαριστόν ἐστιν τὸ ἐν τοῖς ἀπείροις αἰῶσιν ἀτέλεστόν τε καὶ εἰσαεὶ παρατεινομένην τὴν εὐφροσύνην ἔχειν·
δεῖ δὲ πάντως γεύσασθαι καὶ τῶν ἐναντίων τὴν ἀνθρωπίνην φύσιν·
οὐκέτι χαλεπόν ἐστι συνιδεῖν τοῦ λόγου τὸ βούλημα,
διὰ τί μακάριοι οἱ νῦν πενθοῦντες, αὐτοὶ γὰρ εἰς τοὺς ἀπείρους αἰῶνας παρακληθήσονται·
ἡ δὲ παράκλησις, ἐκ τῆς τοῦ Παρακλήτου μετουσίας γίνεται.
Ἰδία γὰρ τοῦ Πνεύματος ἐνέργεια ἡ τῆς παρακλήσεως χάρις ἐστίν·
ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιοσύνην·
ὅτι αὐτοὶ χορτασθήσονται.
Τοὺς στομαχοῦντας καὶ κακοσίτους φασὶν οἱ τῆς ἰατρικῆς ἐπιστήμονες,
πονηρῶν τινων χυμῶν τε καὶ περιττωμάτων ἐπὶ τὴν ἄνω γαστέρα συῤῥυέντων,
ἀεὶ δοκεῖν πλήρεις τε καὶ διακορεῖς εἶναι,
καὶ διὰ τοῦτο πρὸς τὴν ὠφέλιμον τροφὴν ἀλλοτρίως ἔχειν,
τῆς φυσικῆς αὐτοῖς ὀρέξεως ἐν τῇ νόθῳ πλησμονῇ μαρανθείσης.
Εἰ δέ τις αὐτοῖς ἐξ ἰατρικῆς ἐπιμέλεια προσαχθείη,
διά τινος τμητικῆς φαρμακοποσίας ἀποκλυσθέντων τῶν ἐναπειλημμένων ταῖς τοῦ στομάχου κοιλότησιν,
οὕτως συμβαίνειν, τοῦ ἀλλοτρίου μηκέτι διοχλοῦντος τὴν φύσιν, τῆς ὠφελούσης τε καὶ τροφίμου βρώσεως αὐτοῖς ἐπανιέναι τὴν ὄρεξιν·
καὶ τοῦτο τῆς ὑγιείας εἶναι σημεῖον,
τὸ μηκέτι κατηναγκασμένως,
ἀλλὰ μετ' ἐπιθυμίας τε καὶ ὁρμῆς τὴν βρῶσιν προσίεσθαι.
Τί οὖν μοι βούλεται τὸ προοίμιον;
Ἐπειδὴ προϊὼν δι' ἀκολουθίας ὁ πρὸς τὰ ὑψηλότερα τῆς τῶν μακαρισμῶν κλίμακος χειραγωγῶν ἡμᾶς λόγος,
ὁ κατὰ τὴν τοῦ Προφήτου φωνὴν, τὰς καλὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ ἡμῶν διατιθέμενος,
τοιαύτην ἡμῖν μετὰ τὰς προδιανυσθείσας ἀνόδους τετάρτην προδείκνυσιν ἄλλην ἀνάβασιν, λέγων·
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται·
καλῶς ἔχειν οἶμαι, τὸ διακορές τε καὶ πλησμονικὸν τῆς ψυχῆς ἐκκαθάραντας,
ὡς ἔστι δυνατὸν, τῆς τοιαύτης βρώσεώς τε καὶ πόσεως τὴν μακαριστὴν ὄρεξιν ἡμῖν αὐτοῖς ἐμποιῆσαι·
οὔτε γὰρ ἰσχύσαι δυνατόν ἐστι τὸν ἄνθρωπον,
μὴ τῆς ἀρκούσης τροφῆς ὑποστηριζούσης τὴν δύναμιν,
οὔτε δίχα τοῦ φαγεῖν ἐμπλησθῆναι τροφῆς, οὔτε τραφῆναι χωρὶς ὀρέξεως.
Ἐπεὶ οὖν ἀγαθόν τι κατὰ τὴν ζωήν ἐστιν ἡ δύναμις·
αὕτη δὲ τῷ ἀρκοῦντι συντηρεῖται κόρῳ·
ὁ δὲ κόρος διὰ βρώσεως γίνεται·
τὸ δὲ φαγεῖν ἐξ ὀρέξεως·
μακαριστὸν ἂν εἴη τοῖς ζῶσιν ἡ ὄρεξις, ἀρχή τε καὶ αἰτία τῆς ἐν ἡμῖν γινομένη δυνάμεως.
Ὥσπερ δὲ κατὰ τὴν αἰσθητὴν ταύτην τὴν τροφὴν ἔχομεν,
οὐ τῶν αὐτῶν πάντες ἐφίενται,
ἀλλὰ μερίζεται πολλάκις πρὸς τὰ εἴδη τῶν ἐδωδίμων ἡ τῶν μετεχόντων ἐπιθυμία,
καὶ ὁ μέν τις ἐπιτέρπεται τοῖς γλυκαίνουσιν,
ἄλλος πρὸς τὰ δριμύσσοντά τε καὶ θερμαίνοντα τὴν ὁρμὴν ἔχει·
ἕτερος δὲ τοῖς ἁλμώδεσι, καὶ ἄλλος τοῖς παραστύφουσιν ἥδεται·
συμβαίνει δὲ πολλάκις μὴ κατὰ τὸ λυσιτελοῦν ἐγγίνεσθαι τὴν ὁρμὴν ἑκάστῳ τῆς βρώσεως
(κατὰ γάρ τινα κράσεως ἰδιότητα πρός τι πάθος ἐπιῤῥεπῶς τις ἔχων, τρέφει τὴν νόσον τῇ τῶν κατ' ἀλλήλων βρωμάτων ποιότητι· εἰ δὲ πρὸς τὰ ὠφελοῦντα τὴν ὁρμὴν σχοίη, πάντως ἐν ὑγιείᾳ βιώσεται, τῆς τροφῆς αὐτῷ συντηρούσης τὴν εὐεξίαν)·
οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τροφῆς οὐ πάντων πρὸς τὸ αὐτὸ ῥέπουσιν αἱ ἐπιθυμίαι.
Οἱ μὲν γὰρ δόξης, ἢ πλούτου, ἤ τινος κοσμικῆς περιφανείας ὀρέγονται,
ἄλλοις περὶ τὴν τράπεζαν ἄσχολός ἐστιν ἡ ὄρεξις,
ἕτεροι τὸν φθόνον, ὥς τινα δηλητηριώδη τροφὴν προθύμως ἀναλαμβάνουσιν·
εἰσὶν δέ τινες οἷς τὸ τῇ φύσει καλὸν ἐν ὀρέξει γίνεται.
Φύσει δὲ καλὸν ἀεὶ καὶ πᾶσι τοῦτό ἐστιν, ὃ μὴ ἄλλου τινὸς ἕνεκέν ἐστιν αἱρετὸν,
ἀλλ' αὐτὸ δι' ἑαυτὸ ἐπιθυμητὸν, ἀεὶ ὡσαύτως ἔχον, καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ.
∆ιὰ τοῦτο μακαρίζει ὁ Λόγος οὐ τοὺς ἁπλῶς πεινῶντας,
ἀλλ' οἷς πρὸς τὴν ἀληθῆ δικαιοσύνην ἡ ἐπιθυμία τὴν ῥοπὴν ἔχει.
Τίς οὖν ἡ δικαιοσύνη;
τοῦτο γὰρ οἶμαι δεῖν πρότερον ἀνακαλυφθῆναι διὰ τοῦ λόγου,
ὡς ἂν τοῦ κατ' αὐτὴν κάλλους φανερωθέντος,
οὕτως ἐν ἡμῖν κινηθείη πρὸς τὴν ὥραν τοῦ φανέντος ἡ ὄρεξις.
Οὐδὲ γάρ ἐστι δυνατὸν πρὸς τὸ μὴ φαινόμενον ἐπιθυμητικῶς ἔχειν, ἀλλ' ἀργή πως ἐπὶ τὸ ἄγνωστόν ἐστιν ἡ φύσις ἡμῶν καὶ ἀκίνητος, εἰ μὴ δι' ἀκοῆς ἢ ὄψεως ἔννοιάν τινα τοῦ ἐπιθυμητοῦ λάβοι.
Φασὶ τοίνυν τῶν ἐξητακότων τὰ τοιαῦτά τινες, δικαιοσύνην εἶναι ἕξιν ἀπονεμητικὴν τοῦ ἴσου, καὶ τοῦ κατ' ἀξίαν ἑκάστῳ.
Οἷον εἴ τις χρημάτων διανομῆς γένοιτο κύριος, ὁ πρὸς τὸ ἴσον βλέπων, καὶ συμμετρῶν τῇ χρείᾳ τῶν μετεχόντων τὴν δόσιν, δίκαιος λέγεται·
καὶ εἴ τις τοῦ κρίνειν τὴν ἐξουσίαν λαβὼν,
μὴ πρὸς χάριν τινὰ καὶ ἀπέχθειαν τὴν ψῆφον φέροι,
ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος,
τιμωροῖτό τε τοὺς ἀξίους,
καὶ τὴν σώζουσαν ψῆφον πρὸς τοὺς ἀνευθύνους φέροι,
καὶ τῶν λοιπῶν ἀμφισβητημάτων ἐν ἀληθείᾳ ποιοῖτο τὴν κρίσιν, καὶ οὗτος δίκαιος λέγεται.
Καὶ ὁ τοὺς φόρους τοῖς ὑποχειρίοις τάσσων,
ὅταν σύμμετρον ἐπιβάλῃ τῇ δυνάμει τὸν φόρον,
καὶ οἰκείας δεσπότης, καὶ πόλεως ἄρχων, καὶ ἐθνῶν βασιλεὺς, εἰ καταλλήλως ἡγοῖτο τῶν ὑποτεταγμένων ἕκαστος τούτων, μὴ ὁρμαῖς ἀλόγοις ὑπ' ἐξουσίας κινούμενος,
ἀλλ' εὐθύτητι τὸ ὑπήκοον κρίνων, καὶ πρὸς τὰς προαιρέσεις τῶν ὑποχειρίων τῇ γνώμῃ συναρμοζόμενος·
πάντα τὰ τοιαῦτα τῷ λόγῳ τῆς δικαιοσύνης ἀνατιθέασιν,
οἱ τῇ τοιαύτῃ ἕξει τὸ δίκαιον ὁριζόμενοι.
Ἐγὼ δὲ πρὸς τὸ ὕψος βλέπων τῆς θείας νομοθεσίας, πλέον τι τῶν εἰρημένων ἐν τῇ δικαιοσύνῃ ταύτῃ νοεῖσθαι στοχάζομαι.
Εἰ γὰρ κοινὸς μὲν πρὸς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὁ σωτήριος λόγος, οὐ παντὸς δέ ἐστιν ἀνθρώπου τὸ ἐν τοῖς εἰρημένοις εἶναι
(ὀλίγων γὰρ τὸ βασιλεύειν, τὸ ἄρχειν, τὸ δικάζειν, τὸ ἐν ἐξουσία χρημάτων, ἤ τινος ἄλλης οἰκονομίας γενέσθαι·
τὸ δὲ πλῆθος ἐν τοῖς ὑποχειρίοις τε καὶ οἰκονομουμένοις ἐστίν)·
πῶς ἄν τις δέξαιτο τὴν ἀληθῆ δικαιοσύνην ἐκείνην εἶναι,
ἣ μὴ πᾶσι πρόκειται ὁμοτίμως τῇ φύσει;
Εἰ γὰρ ὁ σκοπὸς τῷ δικαίῳ κατὰ τοὺς ἔξωθεν λόγους τὸ ἴσον ἐστίν·
ἡ δὲ ὑπεροχὴ τὸ ἄνισον ἔχει·
οὐκ ἔστι τὸν ἀποδεδομένον τῆς δικαιοσύνης λόγον ἀληθῆ νομίσαι, ἀργή πως εὐθὺς τῷ κατὰ τὸν βίον ἀνίσῳ διελεγχόμενον.
Τίς οὖν ἡ δικαιοσύνη ἡ εἰς πάντας φθάνουσα;
Ἧς ἡ ἐπιθυμία κοινὴ πρό κειται παντὶ τῷ κατὰ τὴν εὐαγγελικὴν τράπεζαν βλέποντι·
κἂν πλούσιός τις ᾖ, κἂν πένης, κἂν δουλεύῃ, κἂν κυριεύῃ, κἂν εὐπατρίδης, κἂν ἀργυρώνητος, οὐδεμιᾶς περιστάσεως, οὔτε πλεοναζούσης, οὔτε ὑποστελλούσης τοῦ δικαίου τὸν λόγον.
Εἰ γὰρ ἐν μόνῳ τῷ προήκοντι κατ' ἐξουσίαν τινὰ καὶ ὑπεροχὴν τὸ τοιοῦτον εὑρίσκοιτο·
πῶς δίκαιος ὁ τῷ πυλῶνι τοῦ πλουσίου παρεῤῥιμμένος Λάζαρος, ὁ μηδεμίαν ὕλην πρὸς τὴν τοιαύτην δικαιοσύνην ἔχων, οὐκ ἀρχὴν, οὐκ ἐξουσίαν, οὐκ οἶκον, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ πρὸς τὸν βίον παρασκευὴν, δι' ἧς ἔστι τὴν δικαιοσύνην ἐκείνην ἐργάζεσθαι;
Εἰ γὰρ ἐν τῷ ἄρχειν, ἢ διανέμειν, ἤ τι ὅλως οἰκονομεῖν τὸ δίκαιόν ἐστιν εἶναι, ὁ μὴ ὣν ἐν ἐκείνοις, ἔξω τοῦ δικαίου πάντως ἐστίν.
Πῶς οὖν ἀξιοῦται τῆς ἀναπαύσεως ὁ μηδὲν ἐσχηκὼς τούτων, δι' ὧν ἡ δικαιοσύνη κατὰ τὸν τῶν πολλῶν λόγον χαρακτηρίζεται.
Οὐκοῦν ζητητέα ἡμῖν ἡ δικαιοσύνη ἐκείνη,
ἧς ὁ ἐπιθυμήσας ἐν ἐπαγγελίᾳ τὴν ἀπόλαυσιν ἔχει.
Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες τὴν δικαιοσύνην·
ὅτι αὐτοὶ χορτασθήσονται.
Πολλῶν καὶ παντοδαπῶν προκειμένων εἰς μετουσίαν,
ἐφ' ἃ ἡ ἀνθρωπίνη φύσις τὴν ὀρεκτικὴν ὁρμὴν ἔχει,
πολλῆς ἡμῖν χρεία τῆς ἐπιστήμης,
ὥστε ἡμῖν διακρίνειν ἐν τοῖς τοιούτοις ἐδωδίμοις τὸ τρόφιμόν τε καὶ δηλητήριον,
ὡς ἂν μὴ τὸ δοκοῦν ὑπὸ τῆς ψυχῆς ἐν τροφῆς μέρει παραλαμβάνεσθαι,
θάνατον ἡμῖν καὶ διαφθορὰν ἀντὶ τῆς ζωῆς ἐνεργήσειεν.
Οὐκ ἄκαιρον δὲ ἴσως, διά τινος ἑτέρου τῶν κατὰ τὸ Εὐαγγέλιον ζητουμένων,
τὴν περὶ τούτου διαρθρῶσαι διάνοιαν.
Ὁ κατὰ πάντα κοινωνήσας ἡμῖν χωρὶς ἁμαρτίας,
καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημάτων,
τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ πείρας τὸ κατ' αὐτὴν πάθος,
ἀλλ' ἐδέξατο τὴν ὀρεκτικὴν ὁρμὴν τῆς φύσεως τὴν ἐπὶ τῇ τροφῇ γινομένην.
Ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν διαμείνας, ὕστερον ἐπείνασεν·
ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.
Ἀλλ' ὁ τῶν πειρασμῶν εὑρετὴς, ὅτε ἔγνω τὸ κατὰ πεῖναν πάθος καὶ ἐν ἐκείνῳ γενόμενον,
συνεβούλευσε λίθοις τὴν ὄρεξιν δεξιώσασθαι·
τοῦτο δέ ἐστι, τὸ παρατρέψαι τὴν ἐπιθυμίαν ἐκ τῆς κατὰ φύσιν τροφῆς ἐπὶ τὰ ἔξω τῆς φύσεως.
Εἰπὲ γὰρ, φησὶν, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Τί γὰρ ἠδίκησεν ἡ γεωργία;
Τίνος δὲ χάριν ἐβδελύχθη τὰ σπέρματα, ὡς τὴν ἀπὸ τούτων ἀτιμασθῆναι τροφήν;
Τί δὲ καταγινώσκεται ἡ τοῦ ∆ημιουργοῦ σοφία, ὡς οὐ δεόντως διὰ τῶν σπερμάτων τὸ ἀνθρώπινον τρέφουσα;
Εἰ γὰρ ὁ λίθος εἰς τροφὴν οἰκειότερος νῦν ἀναφαίνεται·
ἄρα τῆς δεούσης περὶ τὴν ἀνθρωπίνην ζωὴν προμηθείας ἡ τοῦ Θεοῦ σοφία διήμαρτεν.
Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Ταῦτα λέγει μέχρι τοῦ νῦν τοῖς ὑπὸ τῆς ἰδίας πειραζομένοις ὀρέξεως,
καὶ λέγων, ὡς ἐπὶ τό πολὺ πείθει ἐπὶ λίθων σιτοποιεῖσθαι τοὺς πρὸς αὐτὸν βλέποντας.
Ὅταν γὰρ ἐκβαίνῃ τοὺς ἀναγκαίους ὅρους τῆς χρείας ἡ ὄρεξις,
τί ἄλλο καὶ οὐχὶ διαβόλου ἐστὶ συμβουλὴ,
τοῦ τότε τὴν ἐκ σπερμάτων παραγραφομένου τροφὴν,
καὶ ἐπὶ τὰ ἔξω τῆς φύσεως προκαλουμένου τὴν ὄρεξιν;
Ἐκ λίθων ἐσθίουσιν, οἱ τὸν τῆς πλεονεξίας ἄρτον παρατιθέμενοι·
οἱ τὰς πολυταλάντους καὶ φλεγμαινούσας τραπέζας ἑαυτοῖς ἐξ ἀδικιῶν ἑτοιμάζοντες·
ὧν ἡ παρασκευὴ τῶν δείπνων, πομπή τίς ἐστι μεμηχανημένη πρὸς ἔκπληξιν,
ἔξω τῶν ἀναγκαίων τῇ ζωῇ παραπίπτουσα.
Τί γὰρ κοινὸν ἔχει πρὸς τὴν τῆς φύσεως χρείαν ἡ ἄβρωτος ὕλη τοῦ ἀργύρου,
ἐν βαρεῖ τε καὶ δυσβαστάκτῳ προτιθεμένη τῷ σταθμῷ;
Τί ἐστι τὸ τῆς πείνης πάθος;
Οὐχὶ τοῦ ἐνδέοντος ἔφεσις;
∆ιαπνευσθείσης γὰρ τῆς δυνάμεως, πάλιν ἀναπληροῦται τὸ λεῖπον τῇ καταλλήλῳ προσθήκῃ.
Ἄρτος γάρ ἐστιν, ἢ ἄλλο τι τῶν ἐδωδίμων, οὗ ἡ φύσις ἐφίεται.
Εἰ οὖν τις προσαγάγοι χρυσίον ἀντὶ ἄρτου τῷ στόματι,
ἆρα θεραπεύει τὴν ἔνδειαν;
Ὅταν οὖν τὰς ἀβρώτους τις ὕλας πρὸ τῶν ἐδωδίμων ἐπιζητῇ, ἐν λίθοις ἄντικρυς ἔχει τὴν ἀσχολίαν, ἄλλο ζητούσης τῆς φύσεως, ἐν ἄλλῳ καταγινόμενος.
Λέγει ἡ φύσις, διὰ τοῦ κατὰ τὴν πεῖναν πάθους μονονουχὶ φωνὴν ἀφιεῖσα,
τὸ ἐν χρείᾳ νῦν εἶναι βρώσεως·
διὰ τὸ δεῖν ἀντεισαγαγεῖν πάλιν τῷ σώματι τὸ διαπνευσθὲν τῆς δυνάμεως·
σὺ δὲ οὐκ ἀκούεις τῆς φύσεως·
οὐ γὰρ ὃ ζητεῖ δίδως·
ἀλλ' ὅπως ἂν πολύ σοι γένοιτο τοῦ ἀργύρου τὸ ἄχθος ἐπὶ τῆς τραπέζης φροντίζεις, καὶ τοὺς χαλκευτὰς τῆς ὕλης ἀναζητεῖς·
καὶ τὴν ἱστορίαν τῶν ἐγγλυφομένων ταῖς ὕλαις εἰδώλων περιεργάζῃ,
ὅπως ἂν δι' ἀκριβείας τοῖς γλύμμασι τὰ πάθη τε καὶ τὰ ἤθη διὰ τῆς τέχνης εἰσενεχθείη·
ὡς ἐπιγνῶναί τε τὸν θυμὸν τοῦ ὁπλίτου,
ὅταν τὸ ξίφος πρὸς τὴν σφαγὴν ἀνατείνηται,
καὶ τὴν ἀλγηδόνα τοῦ τραυματίου,
ὅταν πρὸς τὴν καιρίαν συνεσταλμένος οἰμώζειν δόξῃ διὰ τοῦ σχήματος·
καὶ τὴν ὁρμὴν τοῦ θηρεύοντος,
καὶ τοῦ θηρίου τὴν ἀγριότητα·
καὶ ὅσα ἄλλα διὰ τῆς τοιαύτης περιεργίας ἐν ταῖς ἐπιτραπεζίοις ὕλαις φιλοτεχνοῦσιν οἱ μάταιοι.
Πιεῖν ἡ φύσις ἐζήτησεν, σὺ δὲ τοὺς πολυταλάντους τρίποδας εὐτρεπίζεις, πλυνούς τε καὶ κρατῆρας, καὶ ἀμφορέας, καὶ ἄλλα μυρία, μηδὲν ἔχοντα πρὸς τὴν ἐπιζητουμένην χρείαν κοινόν.
Ἆρα οὐχὶ φανερῶς ἀκούεις δι' ὧν ποιεῖς τοῦ πρὸς τὸν λίθον σοι συμβουλεύοντος βλέπειν;
Τί δ' ἄν τις τὰ λοιπὰ τῆς λιθώδους ταύτης διεξίοι τροφῆς,
τὰ αἰσχρὰ θεάματα;
τὰ ἐμπαθῆ ἀκροάματα, δι' ὧν ὁδοποιοῦσιν ἑαυτοῖς τὴν τῶν κακῶν ἀκολουθίαν τοῖς ὑπεκκαύμασι τῆς ἀκολασίας τὴν τροφὴν ἐπαρτύοντες;
Αὕτη τοῦ ἀντικειμένου περὶ τῆς τροφῆς ἐστι συμβουλὴ,
ταῦτα διὰ τοῦ πρὸς τοὺς λίθους βλέπειν,
ἀντὶ τῆς νενομισμένης τοῦ ἄρτου χρήσεως ὑποτίθεται.
Ἀλλ' ὁ τῶν πειρασμῶν καθαιρέτης,
οὐχὶ τὴν πεῖναν ἐξορίζει τῆς φύσεως, ὡς κακῶν αἰτίαν,
ἀλλὰ τὴν περιεργίαν τὴν ἐκ συμβουλῆς τοῦ ἀντικειμένου συνεισιοῦσαν τῇ χρείᾳ,
μόνην ἀποπεμψάμενος, ἀφῆκεν τοῖς ἰδίοις ὅροις οἰκονομεῖσθαι τὴν φύσιν.
Ὥσπερ γὰρ οἱ διηθοῦντες τὸν οἶνον οὐκ ἀτιμάζουσιν αὐτοῦ τὸ χρήσιμον,
διὰ τὴν καταμιχθεῖσαν ἄχνην αὐτῷ·
ἀλλὰ τῷ ἰθμῷ τὰ περιττὰ διακρίναντες,
τοῦ καθαροῦ τὴν χρῆσιν οὐκ ἀποβάλλουσιν·
οὕτως ὁ θεωρητικός τε καὶ διακριτικὸς τῶν ἀλλοτρίων τῆς φύσεως,
Λόγος, τῇ λεπτότητι τῆς ἀκριβοῦς θεωρίας, τὴν μὲν πεῖναν, ὡς συντηρητικὴν οὖσαν τῆς ζωῆς ἡμῶν οὐκ ἐξώρισεν·
τὰς δὲ συμπλεκομένας τῇ χρείᾳ περιεργίας,
διήθησέν τε καὶ ἀπέῤῥιψεν, εἰπών·
ἐκεῖνον εἰδέναι τρόφιμον ἄρτον, ὃς τῷ ῥήματι τοῦ Θεοῦ πρὸς τὴν φύσιν ᾠκείω.
Εἰ οὖν ἐπείνασεν ὁ Ἰησοῦς, μακαριστὸν ἂν εἴη τὸ πεινᾷν,
ὅταν κατὰ μίμησιν ἐκείνου ἐνεργῆται καὶ ἐν ἡμῖν.
Εἰ τοίνυν ἔγνωμεν τί ἐστιν οὗ πεινᾷ Κύριος,
γνωσόμεθα πάντως τοῦ μακαρισμοῦ τοῦ νῦν ἡμῖν προκειμένου τὴν δύναμιν.
Ποία οὖν ἐστιν ἡ βρῶσις, ἧς ὁ Ἰησοῦς τὴν ἐπιθυμίαν οὐκ ἐπαισχύνεται;
Φησὶ πρὸς τοὺς μαθητὰς μετὰ τὸν πρὸς τὴν Σαμαρεῖτιν διάλογον·
ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·
φανερὸν δὲ τοῦ Πατρός ἐστι τὸ θέλημα, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι,
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Οὐκοῦν εἰ ἐκεῖνος ὀρέγεται τοῦ ἡμᾶς σωθῆναι, καὶ τροφὴ αὐτοῦ γίνε ἡ ἡμετέρα ζωὴ,
μεμαθήκαμεν εἰς ὅτι χρηστέον ἂν εἴη τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει.
Τί οὖν τοῦτό ἐστι;
Πεινάσωμεν τὴν ἑαυτῶν σωτηρίαν,
διψήσωμεν τοῦ θείου θελήματος,
ὅπερ ἐστὶ τὸ ἡμᾶς σωθῆναι.
Πῶς οὖν ἐστι τὴν τοιαύτην ἡμῖν κατορθωθῆναι πεῖναν,
νῦν παρὰ τοῦ μακαρισμοῦ μεμαθήκαμεν.
Ὁ γὰρ τὴν δικαιοσύνην τοῦ Θεοῦ ποθήσας,
εὗρεν τὸ ἀληθῶς ὀρεκτόν·
οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῶν κατὰ τὴν ὄρεξιν ἐνεργουμένων ἐπλήρωσεν·
οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν.
Ἡμιτελὴς γὰρ ἂν ἦν ἐπὶ ταύτης μόνης τῆς διαθέσεως στᾶσα ἡ ὄρεξις,
νυνὶ δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν,
ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυμίας τῷ πάθει τῆς δίψης ἐνδείξηται.
Ξηροὶ γὰρ τρόπον τινὰ καὶ φλογώδεις ἐν τῷ καιρῷ τοῦ δίψους γινόμενοι,
ὡς θεραπευτικὸν τῆς τοιαύτης διαθέσεως τὸ ποτὸν μεθ' ἡδονῆς προσφερόμεθα.
Ἐπεὶ οὖν μία μὲν τῷ γένει ἡ ὄρεξις ἐπὶ βρώσεώς τε καὶ πόσεως·
διάφορον δὲ ἡ πρὸς ἑκάτερον τούτων διάθεσις,
ὡς ἂν τὸ ἀκρότατον τῆς πρὸς τὸ ἀγαθὸν ἐπιθυμίας ὁ λόγος ἡμῖν νομοθετήσειεν·
μακαρίζει τοὺς τὰ δύο ταῦτα πρὸς τὴν δικαιοσύνην πάσχοντας, τὴν πεῖνάν τε καὶ τὴν δίψαν,
ὡς ἱκανοῦ ὄντος τοῦ ποθουμένου πρὸς ἑκατέραν ἁρμοσθῆναι καταλλήλως τὴν ὄρεξιν,
καὶ στεῤῥὰν μὲν τῷ πεινῶντι γίνεσθαι τροφὴν,
πότιμον δὲ τῷ διψητικῶς ἐφελκυσαμένῳ τὴν χάριν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Ἆρ' οὖν τὸ μὲν πρὸς τὴν δικαιοσύνην ὀρεκτικῶς ἔχειν μακαριστὸν,
εἰ δέ τις πρὸς τὴν σωφροσύνην, ἢ τὴν σοφίαν, ἢ τὴν φρόνησιν,
ἢ εἴ τι ἄλλο τῆς ἀρετῆς εἶδός ἐστιν, ὁμοίως ἔχει, τοῦτον οὐ μακαρίζει ὁ Λόγος;
Ἀλλὰ τοιοῦτόν τινα τάχα νοῦν τὸ λεγόμενον ἔχει·
Ἓν τῶν κατ' ἀρετὴν νοουμένων, ἡ δικαιοσύνη ἐστίν.
Συνήθως δὲ πολλάκις ἡ θεία Γραφὴ διὰ τῆς τοῦ μέρους μνήμης, περιλαμβάνει τὸ ὅλον·
ὡς ὅταν τὴν θείαν φύσιν δι' ὀνομάτων τινῶν ἑρμηνεύῃ.
Λέγει γὰρ, Ἐγὼ Κύριος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ ἡ προφητεία·
τοῦτό μοι ὄνο μα αἰώνιον·
καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Καὶ πάλιν ἑτέρωθί φησιν·
Ἐγώ εἰμι ὁ ὤν.
Καὶ ἐν ἑτέρῳ· ὅτι Ἐλεήμων εἰμί.
Καὶ μυρίοις ἄλλοις ὀνόμασι τοῖς τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς διασημαίνουσιν,
οἶδεν ὀνομάζειν αὐτὸν ἡ ἁγία Γραφὴ,
ὥστε διὰ τούτων μαθεῖν ἀκριβῶς,
ὅτι ὅταν ἕν τι εἴπῃ, πᾶς ὁ τῶν ὀνομάτων κατάλογος κατὰ τὸ σιωπώμενον τῷ ἑνὶ συνεκφωνεῖται.
Οὐ γὰρ ἐνδέχεται, ἐὰν Κύριος λέγηται, μὴ καὶ τὰ ἄλλα εἶναι·
ἀλλὰ πάντα δι' ἑνὸς ὀνόματος ὀνο μάζεται.
∆ιὰ τούτων οὖν μεμαθήκαμεν, ὅτι διὰ μέρους τινὸς πολλὰ περιλαμβάνειν οἶδεν ὁ θεόπνευστος Λόγος.
Οὐκοῦν καὶ ἐνταῦθα τὴν δικαιοσύνην τοῖς μακαριστῶς πεινῶσι προκεῖσθαι ὁ Λόγος εἰπὼν,
πᾶν εἶδος ἀρετῆς, διὰ ταύτης ἀποσημαίνει, ὡς ἐπίσης μακαριστὸν εἶναι τὸν καὶ φρόνησιν,
καὶ ἀνδρείαν, καὶ σωφροσύνην πεινῶντα, καὶ εἴ τι ἕτερον ἐν τῷ αὐτῷ τῆς ἀρετῆς λόγῳ καταλαμβάνεται.
Οὐδὲ γάρ ἐστι δυνατὸν ἕν τι τῆς ἀρετῆς εἶδος τῶν λοιπῶν διεζευγμένον,
αὐτὸ καθ' ἑαυτὸ τελείαν τὴν ἀρετὴν εἶναι.
Ὧ γὰρ ἂν μὴ συνθεωρῆταί τι τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων,
ἀνάγκη πᾶσα τὸ ἀντιδιαστελλόμενον ἐπ' αὐτοῦ χώραν ἔχειν·
ἀντιδιέστηκε δὲ τῇ σωφροσύνῃ μὲν τὸ ἀκόλαστον·
τῇ φρονήσει δὲ ἡ ἀφροσύνη, καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἐστί τι πάντως τὸ ἐκ τοῦ ἐναντίου νοούμενον.
Εἰ οὖν μὴ πάντα τῇ δικαιοσύνῃ συνθεωροῖτο,
ἀμήχανον ἂν εἴη τὸ λειπόμενον ἀγαθὸν εἶναι.
Οὐκ ἂν γάρ τις εἴποι ἄφρονα δικαιοσύνην, ἢ θρασεῖαν, ἢ ἀκόλαστον, ἢ ἄλλο τι τῶν ἐν κακίᾳ θεωρουμένων.
Εἰ δὲ παντὸς τοῦ χείρονος ἀμιγὴς ὁ τῆς δικαιοσύνης λόγος ἐστὶν,
ἅπαν ἐν ἑαυτῷ πάντως τὸ ἀγαθὸν περιείληφεν·
ἀγαθὸν δὲ πᾶν τὸ κατ' ἀρετὴν θεωρούμενον.
Οὐκοῦν πᾶσα ἀρετὴ τῷ ὀνόματι τῆς δικαιοσύνης ἐνταῦθα διασημαίνεται,
ἧς τοὺς πεινῶντάς τε καὶ διψῶντας μακαρίζει ὁ Λόγος,
τὴν πλησμονὴν αὐτοῖς τῶν ἐπιθυμουμένων ἐπαγγελλόμενος.
Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Τὸ δὲ λεγόμενον τοιοῦτόν μοί τινα νοῦν ἔχειν δοκεῖ·
Οὐδὲν τῶν καθ' ἡδονὴν ἐν τῷ βίῳ σπουδαζομένων πλήσμιον γίνεται τοῖς σπουδάζουσιν,
ἀλλὰ, καθώς φησί που δι' αἰνίγματος ἡ Σοφία·
Πίθος τετρημένος ἐστὶν ἡ περὶ τὰς ἡδονὰς ἀσχολία·
ᾧ πάντοτε κατὰ σπουδὴν ἐπαντλοῦντες, ἀπλήρωτόν τινα καὶ ἀνήνυτον ἐπιδείκνυνται κόπον οἱ περὶ ταῦτα σπουδάζοντες, ἐγχέοντες μὲν ἀεί τι τῷ βυθῷ τῆς ἐπιθυμίας, καὶ τὸ πρὸς ἡδονὴν ἐπεμβάλλοντες, εἰς κόρον δὲ τὴν ἐπιθυμίαν οὐκ ἄγοντες.
Τίς ἔγνω τῆς φιλαργυρίας ὅρον, διὰ τοῦ προσγενέσθαι τοῖς φιλαργυροῦσι τὸ σπουδαζόμενον;
Τίς δοξομανῶν ἔληξεν, ἐν τῷ τυχεῖν ὧν ἐσπούδαζεν;
ὁ δὲ τὴν ἡδονὴν ἐκπλήσας ἐν ἀκροάμασιν ἢ θεάμασιν,
ἢ τῇ περὶ γαστέρα καὶ μετὰ γαστέρα μανίᾳ καὶ λύσσῃ·
τί εὗρεν ἐκ τῆς ἀπολαύσεως αὐτῷ ταύτης περιγενόμενον;
Οὐ πάσης ἡδονῆς εἶδος τῆς διὰ σώματος ἐκπληρουμένης ὁμοῦ τῷ προσπελάσαι παρίπταται,
οὐδὲ πρὸς τὸ βραχύτατον τοῖς ἁψαμένοις αὐτῆς παραμενούσης;
Τοῦτο τοίνυν τὸ ὑψηλὸν δόγμα παρὰ τοῦ Κυρίου μανθάνομεν,
ὅτι μόνη ἡ κατ' ἀρετὴν ἡμῖν ἐγγινομένη σπουδὴ πάγιόν τί ἐστι καὶ ἐν υπόστατον.
Ὁ γάρ τι τῶν ὑψηλῶν κατορθώσας, οἷον σωφροσύνην, ἢ μετριότητα, ἢ τὴν πρὸς τὸ Θεῖον εὐσέβειαν, ἢ ἄλλο τι τῶν ὑψηλῶν τε καὶ εὐαγγελικῶν διδαγμάτων,
οὐ παροδικὴν ἐφ' ἑκάστῳ τῶν κατορθωμάτων καὶ ἄστατον τὴν εὐφροσύνην ἔχει,
ἀλλ' ἐνιδρυμένην καὶ διαμένουσαν, καὶ παντὶ συμπαρατεινομένην τῷ τῆς ζωῆς διαστήματι.
∆ιὰ τί;
Ὅτι ταῦτα μὲν ἔξεστι διαπαντὸς ἐνεργεῖν,
καὶ οὐδείς ἐστι καιρὸς ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι,
τῆς ἀγαθῆς κόρον ἐμποιῶν ἐνεργείας.
Ἥ τε γὰρ σωφροσύνη καὶ ἡ καθαρότης,
καὶ τὸ ἐν παντὶ ἀγαθῷ ἀμετάπτωτον,
καὶ τὸ πρὸς τὸ κακὸν ἀκοινώνητον ἀεὶ ἐνεργεῖται,
ἕως ἄν τις πρὸς ἀρετὴν βλέπῃ,
καὶ συμπαρατεινομένην ἔχει τῇ ἐνεργείᾳ τὴν εὐφροσύνην.
Ἐπὶ δὲ τῶν ταῖς ἀτόποις ἐπιθυμίαις ἐκκεχυμένων,
κἂν διαπαντὸς αὐτοῖς ἡ ψυχὴ βλέπῃ πρὸς τὸ ἀκόλαστον, ἀλλ' οὐκ ἀεὶ τὸ ἥδεσθαι πάρεστιν.
Τήν τε γὰρ περὶ τὴν βρῶσιν λιχνείαν ὁ κόρος ἔστησεν,
καὶ ἡ τοῦ πίνοντος ἡδονὴ συγκατεσβέσθη τῇ δίψῃ,
καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνου τινὸς χρῄζει,
καὶ διαλείμματος, ὥστε μαρανθείσης ἀπὸ τῆς ἡδονῆς καὶ τῆς πλησμονῆς,
πάλιν ἀνακληθῆναι τὴν τοῦ ἡδύνοντος ὄρεξιν.
Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἅπαξ βεβαίως ἐνιδρυθῇ,
οὐ χρόνῳ μετρεῖται,
οὔτε κόρῳ περιορίζεται·
ἀλλὰ πάντοτε τοῖς κατ' αὐτὴν ζῶσιν ἀκραιφνῆ τε καὶ νεαρὰν, καὶ ἀκμάζουσαν τῶν ἰδίων ἀγαθῶν παρέχει τὴν αἴσθησιν.
∆ιὸ τοῖς ταῦτα πεινῶσιν, ὁ Θεὸς Λόγος τὴν πλησμονὴν ἐπαγγέλλεται πλησμονὴν ἐξάπτουσαν κόρῳ τὴν ὄρεξιν,
οὐκ ἀμβλύνουσαν.
Τοῦτο οὖν ἐστιν, ὃ διδάσκει ἐκ τοῦ ὑψηλοῦ τῶν νοημάτων ὄρους διαλεγόμενος,
τῷ μηδενὶ τοιούτῳ τὴν ἐπιθυμίαν ἡμῶν προσασχολεῖν,
οὗ μηδὲν πρόκειται τοῖς σπουδάζουσι πέρας,
ἐν οἷς ματαία τε καὶ ἀνόητός ἐστιν ἡ σπουδή·
καθάπερ τοῖς τῇ κορυφῇ τῆς ἑαυτῶν σκιᾶς ἐπιτρέχουσιν,
οἷς ὁ δρόμος ἐπὶ τὸ ἀνήνυτον φέρεται, εἰς ἐκεῖνο ἀεὶ ταχέως τοῦ διωκομένου ὑπεξιόντος τῷ ἐπιτρέχοντι·
ἀλλ' ἐκεῖ τρέψαι τὴν ὄρεξιν, ἐν οἷς ἡ σπουδὴ κτῆμα τοῦ σπουδάζοντος γίνεται.
Ὁ γὰρ τῆς ἀρετῆς ἐπιθυμήσας, κτῆμα ἴδιον ποιεῖται τὸ ἀγαθὸν, ἐν ἑαυτῷ βλέπων ὃ ἐπεθύμησεν.
Μακάριος οὖν ὁ πεινάσας τὴν σωφροσύνην·
ἐμπλησθήσεται γὰρ τῆς καθαρότητος.
Ἡ δὲ πλησμονὴ, καθὼς εἴρηται, οὐκ ἀποστροφὴν,
ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως, καὶ συναύξεται ἀλλήλοις κατὰ τὸ ἶσον ἀμφότερα.
Τῇ τε γὰρ ἐπιθυμίᾳ τῆς ἀρετῆς ἡ τοῦ ἐπιθυμηθέντος κτῆσις ἐπηκολούθησεν·
καὶ τὸ ἐγγενόμενον ἀγαθὸν ἄπαυστοι τὴν εὐφροσύνην τῇ ψυχῇ συνεισήνεγκεν.
Τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ τούτου φύσις ἐστὶν,
ὡς μὴ ἐν τῷ παρόντι μόνον καταγλυκαίνειν τὸν ἀπολαύοντα,
ἀλλ' ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσιν ἐνεργὸν παρέχειν τὴν εὐφροσύνην.
Καὶ γὰρ ἡ μνήμη τῶν ὀρθῶς βε βιωμένων εὐφραίνει τὸν κατορθώσαντα·
καὶ ἡ ἐν τῷ παρόντι ζωὴ, ὅταν δι' ἀρετῆς διεξάγηται,
καὶ ἡ τῆς ἀντιδόσεως προσδοκία,
ἣν οὐκ ἄλλην εἶναί τινα ὑπολαμβάνω,
ἢ αὐτὴν πάλιν τὴν ἀρετὴν, ἣ καὶ ἔργον ἐστὶ τῶν κατορθούντων, καὶ γέρας ἐπὶ τοῖς κατορθώμασι γίνεται.
Εἰ δὲ χρή τινος καὶ τολμηροῦ καθάψασθαι λόγου·
δοκεῖ τάχα μοι διὰ τοῦ κατὰ τὴν ἀρετήν τε καὶ δικαιοσύνην λόγου ἑαυτὸν προτιθέναι τῇ ὀρέξει τῶν ἀκουόντων ὁ Κύριος·
ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις,
ἀλλὰ καὶ ἄρτος ἐξ οὐρανοῦ καταβαίνων, καὶ ὕδωρ ζῶν·
οὗ διψῇν ὁμολογεῖ ∆αβὶδ ἔν τινι ψαλμῳδίᾳ, τὸ μακαριστὸν τοῦτο τῆς ψυχῆς πάθος τῷ Θεῷ προσφέρων, ἐν οἷς φησιν·
Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα·
πότε ἥξω καὶ ὀφθήσο μαι τῷ προσώπῳ τοῦ Θεοῦ;
Ὅς μοι δοκεῖ τῇ δυνάμει τοῦ Πνεύματος προπαιδευθεὶς τὰ μεγαλοφυῆ ταῦτα τοῦ Κυρίου διδάγματα,
καὶ τὴν πλησμονὴν τῆς τοιαύτης ὀρέξεως ἑαυτῷ προσειπεῖν.
Ἐγὼ γὰρ, φησὶν, ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
Αὕτη οὖν ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ ἀληθὴς ἀρετὴ,
τὸ ἀμιγὲς τοῦ χείρονος ἀγαθὸν,
περὶ ὃ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοουμένων καταλαμβάνεται αὐτὸς ὁ Θεὸς Λόγος,
ἡ τοὺς οὐρανοὺς καλύψασα ἀρετὴ,
καθὼς ὁ Ἀμβακοὺμ διεξέρχεται,
καὶ καλῶς οἱ ταύτην τοῦ Θεοῦ τὴν δικαιοσύνην πεινῶντες, ἐμακαρίσθησαν.
Τῷ ὄντι γὰρ ὁ γευσάμενος τοῦ Κυρίου,
καθὼς ἡ ψαλμῳδία λέγει,
τουτέστιν, ὁ ἐν ἑαυτῷ δεξάμενος τὸν Θεὸν,
πλήρης γίνεται οὗ ἐδίψησέν τε καὶ ἐπείνασεν,
κατὰ τὴν ὑπόσχεσιν τοῦ εἰπόντος·
ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα,
καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, τοῦ ἁγίου Πνεύματος δηλονότι προενοικήσαντος.
Οὕτω μοι δοκεῖ καὶ Παῦλος ὁ μέγας ὁ τῶν ἀποῤῥήτων ἐκείνων καρπῶν τῶν ἐκ τοῦ παραδείσου ἀπογευσάμενος,
καὶ πλήρης ὧν ἐγεύσατο εἶναι, καὶ ἀεὶ πεινῶν.
Καὶ γὰρ πεπληρῶσθαι τοῦ ποθουμένου ὁμολογεῖ λέγων·
Ζῇ δὲ ἐν ἐμοὶ Χριστός·
καὶ ὡς πεινῶν ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται λέγων·
Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, τρέχω δὲ ἵνα καταλάβω.
∆εδόσθω γὰρ ἡμῖν κατ' ἐξουσίαν ὑποθετικῶς εἶναί τι λέγειν, ὃ ἡ φύσις οὐκ ἔχει.
Καθάπερ γὰρ ἐπὶ τῆς αἰσθητῆς βρώσεως, εἰ μηδὲν περιττωματικῶς τῶν εἰς τροφὴν λαμβανομένων ἐξεποιεῖτο,
ἀλλὰ τὸ ὅλον εἰς προσθήκην τοῦ σωματικοῦ ὕψους ἀνελαμβάνετο,
εἰς πολὺ ἂν ὕψος ἐπήρθη τὰ σώματα, τῆς καθ' ἡμέραν τροφῆς δι' ἑαυτῆς ἐπαυξούσης τὸ μέγεθος·
οὕτως ἡ δικαιοσύνη ἐκείνη, καὶ πᾶσα ἡ μετ' αὐτῆς ἀρετὴ,
ἐπειδὴ οὐκ ἐκποιεῖται ἐσθιομένη κατὰ τὸν νοητὸν τῆς βρώσεως τρόπον,
ὑψηλοτέρους ἀεὶ ποιεῖ δι' ἑαυτῆς τοὺς μετέχοντας,
πάντοτε τῇ παρ' ἑαυτῆς προσθήκῃ τὸ μέγεθος αὔξουσα.
Οὐκοῦν εἰ νενόηται ἡμῖν ἡ μακαριστὴ πεῖνα, πᾶσαν τὴν ἀπὸ κακίας πληθώραν ἐμέσαντες,
πεινάσωμεν τὴν δικαιοσύνην τοῦ Θεοῦ,
ἵνα καὶ εἰς πλησμονὴν αὐτῆς ἔλθωμεν,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Τάχα τι τοιοῦτόν ἐστιν, ὃ διά τινος ὀπτασίας ὁ Ἰακὼβ δι' αἰνίγματος ἐπαιδεύθη,
κλίμακα ἰδὼν ἀπὸ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος διήκουσαν,
καὶ τὸν Θεὸν ἐπ' αὐτῆς ἐστηριγμένον,
οἷον δὴ νῦν καὶ ἡμῖν ἡ διὰ τῶν μακαρισμῶν διδασκαλία ποιεῖ,
ἀεὶ πρὸς τὰ ὑψηλότερα τῶν νοημάτων τοὺς δι' αὐτῆς ἀνιόντας ἐπαίρουσα.
Καὶ γὰρ ἐκεῖ τῷ πατριάρχῃ τὸν κατ' ἀρετὴν οἶμαι βίον τῷ εἴδει τῆς κλίμακος διατυποῦσθαι,
ὡς ἂν αὐτός τε μάθοι καὶ τοῖς μετ' αὐτὸν ὑφηγήσαιτο,
ὅτι οὐκ ἔστιν ἄλλως πρὸς τὸν Θεὸν ὑψωθῆναι,
μὴ ἀεὶ πρὸς τὰ ἄνω βλέποντα,
καὶ τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν ἄληκτον ἔχοντα,
ὡς μὴ ἀγαπᾷν ἐπὶ τῶν ἤδη κατορθωθέντων μένειν,
ἀλλὰ ζημίαν ποιεῖσθαι, εἰ τοῦ ὑπερκειμένου μὴ ἅψαιτο.
Καὶ ἐνταῦθα οὖν ὕψος τῶν ἐπ' ἀλλήλων μακαρισμῶν αὐτῷ προσεγγίζειν τῷ Θεῷ παρασκευάζει,
τῷ ἀληθῶς μακαρίῳ,
καὶ πάσης ἐπεστηριγμένῳ μακαριότητος.
Πάντως δὲ, ὡς τῷ σοφῷ διὰ σοφίας,
καὶ διὰ καθαρότητος τῷ καθαρῷ προσεγγίζομεν,
οὕτω καὶ τῷ μακαρίῳ διὰ τῆς ὁδοῦ τῶν μακαρισμῶν οἰκειούμεθα.
Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν·
διὸ καὶ ἐπεστηρίχθαι τῇ τοιαύτῃ κλίμακι ὁ Ἰακὼβ τὸν Θεὸν διηγήσατο.
Ἡ οὖν τῶν μακαρισμῶν μετουσία οὐδὲν ἄλλο,
εἰ μὴ θεότητος κοινωνία ἐστὶ,
πρὸς ἣν ἡμᾶς ἀνάγει διὰ τῶν λεγομένων ὁ Κύριος.
∆οκεῖ οὖν μοι θεοποιεῖν τρόπον τινὰ διὰ τῆς εἰς τὸ ἀκόλουθον προκειμένης τοῦ μακαρισμοῦ ὑφηγήσεως,
τὸν ἀκούοντά τε καὶ συνιέντα τοῦ λόγου.
Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Οἶδα πολλαχοῦ τῆς θείας Γραφῆς, τῷ ὀνόματι τοῦ ἐλεήμονος τοὺς ἁγίους ἄνδρας τὴν θείαν δύναμιν προσκαλουμένους·
οὕτως ὁ ∆αβὶδ ἐν ταῖς ὑμνῳδίαις·
οὕτως Ἰωνᾶς ἐν τῇ καθ' ἑαυτὸν προφητείᾳ·
οὕτως ὁ μέγας Μωϋσῆς ἐν πολλοῖς τῆς νομοθεσίας κατανομά ζει τὸ Θεῖον.
Εἰ οὖν πρέπουσα τῷ Θεῷ ἡ προσηγορία τοῦ ἐλεήμονος·
τί ἄλλο καὶ οὐχὶ θεόν σε προσκαλεῖται γενέσθαι ὁ λόγος, οἱονεὶ μορφωθέντα τῷ τῆς θεότητος ἰδιώματι;
Εἰ γὰρ ἐλεήμων ὁ Θεὸς παρὰ τῆς θεοπνεύστου Γραφῆς ὀνομάζεται·
τὸ δὲ ἀληθῶς μακαριστὸν, ἡ θεότης ἐστί·
φανερὸν ἂν εἴη τὸ ἐκ τοῦ ἀκολούθου νοούμενον, ὅτι κἂν ἄνθρωπός τις ὢν ἐλεήμων γένηται, τῆς θείας ἀξιοῦται μακαριότητος, ἐν ἐκείνῳ γενόμενος, ᾧ τὸ Θεῖον κατονομάζεται.
Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Πῶς οὖν οὐ μακάριον ἐκεῖνο κληθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον, ᾧπερ ὁ Θεὸς ἐκ ποῦ ποιεῖν ὀνομάζεται;
ἀλλὰ τὸ μὲν ζηλοῦν τὰ μείζονα τῶν χαρισμάτων, συμβουλεύει διὰ τῶν ἰδίων λόγων καὶ ὁ θεῖος Ἀπόστολος·
ἡμῖν δὲ σκοπός ἐστιν,
οὐχ ὅπως ἀναπεισθείημεν τῶν καλῶν ὀρέγεσθαι
(τοῦτο γὰρ αὐτομάτως ἔγκειται τῇ ἀνθρωπίνῃ φύσει, τὸ πρὸς τὸ καλὸν ἐπιῤῥεπῶς ἔχειν)·
ἀλλ' ὅπως ἂν μὴ ἁμάρτοιμεν τῆς τοῦ καλοῦ κρίσεως.
Ἐν τούτῳ γὰρ μάλιστα τῷ μέρει πλημμελεῖται ἡμῶν ἡ ζωὴ, ἐν τῷ μὴ δύνασθαι ἀκριβῶς συνιέναι τί τὸ φύσει καλὸν,
καὶ τί τὸ δι' ἀπάτης τοιοῦτον ὑπονοούμενον.
Εἰ γὰρ γυμνὴ προέκειτο ἡ κακία τῷ βίῳ, καὶ μή τινι καλοῦ φαντασίᾳ προσκεχρωσμένη, οὐκ ἂν ηὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον.
Οὐκοῦν συνέσεως ἡμῖν χρεία, πρὸς τὴν τοῦ προκειμένου ῥητοῦ κατανόησιν,
ὡς ἂν διδαχθέντες τὸ ἀληθινὸν τοῦ ἐγκειμένου νοήματος κάλλος, κατ' αὐτὸ μορφωθείημεν.
Ὥσπερ γὰρ ἡ περὶ τὸ Θεῖον ὑπόληψις,
ἔγκειται μὲν πᾶσι φυσικῶς τοῖς ἀνθρώποις·
ἐν δὲ τῇ ἀγνοίᾳ τοῦ ἀληθῶς ὄντος Θεοῦ,
ἡ περὶ τὸ σπουδαζόμενον γίνεται διαμαρτία
(οἷς μὲν γὰρ ἡ ἀληθὴς θεότης ἐστὶ σεβάσμιος,
ἡ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένη·
οἱ δὲ πρὸς ἀτόπους ὑπονοίας ἐπλανήθησαν,
ἐν τῇ κτίσει τοιοῦτον ὑπονοοῦντες·
καὶ διὰ τοῦτο ἡ ἐν ὀλίγῳ τῆς ἀληθείας παρατροπὴ,
τῇ ἀσεβείᾳ τὴν πάροδον δέδωκεν)·
οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος,
εἰ μὴ καταλάβοιμεν τὴν ἀληθῆ διάνοιαν,
οὐκ ἐν ὀλίγῳ γένοιτο ἂν ἡμῖν ἡ ζημία τῆς ἀληθείας παρασφαλεῖσιν.
Τί τοίνυν ἐστὶν ὁ ἔλεος, καὶ περὶ τί ἐνεργούμενος;
Καὶ πῶς μακάριος ὁ ἀντιλαμβάνων, ὃ δίδωσιν;
Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἡ μὲν οὖν πρόχειρος τοῦ ῥητοῦ διάνοια,
πρὸς τὸ φιλάλληλόν τε καὶ συμπαθὲς προσκαλεῖται τὸν ἄνθρωπον,
διὰ τὸ ἄνισόν τε καὶ ἀνώμαλον τῶν τοῦ βίου πραγμάτων οὐ πάντων ἐν τοῖς ὁμοίοις βιοτευόντων,
οὔτε κατὰ τὴν ἀξίαν, οὔτε κατὰ τὴν τοῦ σώματος κατασκευὴν, οὔτε κατὰ τὴν λοιπὴν περιουσίαν.
Μεμέρισται γὰρ ὡς τὰ πολλὰ, διὰ τῶν ἐναντίων ὁ βίος, δουλείᾳ καὶ κυριότητι, πλούτῳ καὶ πενίᾳ, δόξῃ καὶ ἀτιμίᾳ, σαθρότητι σώματος καὶ εὐεξίᾳ, καὶ πᾶσι τοῖς τοιούτοις διασχιζόμενος.
Ὡς ἂν οὖν εἰς ἴσον ἔλθοι τῷ πλεονεκτοῦντι τὸ ὑστερούμενον, καὶ ἀναπληρωθείη τὸ λειπόμενον τῷ περισσεύοντι, νομοθετεῖ τοῖς ἀνθρώποις ἐπὶ τῶν καταδεεστέρων τὸ ἔλεον.
Οὐ γάρ ἐστιν ἄλλως πρὸς θεραπείαν τῆς συμφορᾶς τοῦ πέλας ὁρμῆσαι, μὴ ἐλέου τὴν ψυχὴν πρὸς τὴν τοιαύτην ὁρμὴν ἐκμαλάξαντος·
ἐκ γὰρ τοῦ ἐναντίου τῇ ἀπηνείᾳ νοεῖται ὁ ἔλεος.
Ὡς οὖν ὁ ἀπηνής τε καὶ ἄγριος, ἀπροσπέλαστός ἐστι τοῖς ἐγγίζουσιν οὕτως ὁ συμπαθής τε καὶ ἐλεήμων, κατακιρνᾶταί πως τῇ διαθέσει πρὸς τὸ δεόμενον, ἐκείνῳ τῷ λυπουμένῳ γενόμενος, ὃ ἐπιζητεῖ ἡ ἀνιωμένη διάνοια.
Καὶ ἔστιν ὁ ἔλεος, ὡς ἄν τις ὅρῳ περιλαβὼν ἑρμηνεύσειεν, ἑκούσιος λύπη ἐπ' ἀλλοτρίοις κακοῖς συνισταμένη.
Εἰ δὲ οὐκ ἀκριβῶς τὴν διάνοιαν αὐτοῦ παρεστήσαμεν·
τάχα ἄν ἄλλῳ λόγῳ διερμηνευθείη σαφέστερον.
Ἔλεός ἐστιν ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ συνδιάθεσις.
Ὥσπερ γὰρ τὸ ἀπηνές τε καὶ θηριῶδες,
ἀπὸ τοῦ μίσους τὰς ἀφορμὰς ἔχει·
οὕτως ἐκφύεταί πως τῆς ἀγάπης ὁ ἔλεος,
οὐκ ἂν γενόμενος, εἰ μὴ ἐκ ταύτης.
Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ τοῦ ἐλέου ἰδίωμα, ἐπίτασιν εὑρήσει τῆς ἀγαπητικῆς διαθέσεως,
τῷ κατὰ τὴν λύπην πάθει συμμεμιγμένην.
Ἡ μὲν γὰρ τῶν καλῶν κοινωνία πᾶσιν ὁμοίως, καὶ ἐχθροῖς, καὶ φίλοις σπουδάζεται·
τὸ δὲ τῶν ἀνιαρῶν κοινωνεῖν ἐθέλειν, μόνον ἴδιον τῶν τῇ ἀγάπῃ κεκρατημένων ἐστίν.
Ἀλλὰ μὴν πάντων ὡμολόγηται τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευομένων ἡ ἀγάπη τὸ κράτιστον εἶναι.
Ἐπίτασις δὲ ἀγάπης ὁ ἔλεος.
Κυρίως ἄρα μακαριστὸς, ὁ ἐν τῇ τοιαύτῃ διαθέσει τὴν ψυχὴν ἔχων, ὡς τοῦ ἀκροτάτου κατὰ τὴν ἀρετὴν ἐφαπτόμενος·
καὶ μηδεὶς ἐν μόναις ταῖς ὕλαις τὴν ἀρετὴν θεωρείτω·
οὕτω γὰρ ἂν οὐ πάντως εἴη κατόρθωμα τὸ τοιοῦτον, πλὴν τοῦ δύναμίν τινα πρὸς εὐποιΐαν ἔχοντος·
ἀλλά μοι δοκεῖ δικαιότερον ἐν προαιρέσει τὸ τοιοῦτον βλέπειν.
Ὁ γὰρ θελήσας τὸ ἀγαθὸν μόνον,
κωλυθεὶς δὲ πρὸς τὸ καλὸν, τῷ μὴ δύνασθαι, κατ' οὐδὲν ἐλαττοῦται τῆς ψυχῆς διαθέσει, τοῦ διὰ τῶν ἔργων τὴν γνώμην δείξαντος.
Ὅσον μὲν οὖν κέρδος ἐστὶ τῷ βίῳ, εἰ πρὸς τοῦτό τις ἐκλαμβάνει τοῦ μακαρισμοῦ τὴν διάνοιαν, περιττὸν ἂν εἴη διεξιέναι, φανερῶν ὄντων καὶ τοῖς κομιδῆ νηπίοις, τῶν ἐκ τῆς συμβουλῆς ταύτης τῷ βίῳ κατορθουμένων.
Εἰ γὰρ πᾶσι καθ' ὑπόθεσιν ἡ τοιαύτη τῆς ψυχῆς ἐγγένοιτο πρὸς τὸ ἐλαττούμενον σχέσις,
οὐκέτ' ἂν εἴη τὸ ὑπερέχον, καὶ ἐλαττούμενον·
οὐκέτι πρὸς τὰ ἐναντία τῶν ὀνομάτων ὁ βίος διενεχθήσεται·
οὐκ ἀνιάσει πενία τὸν ἄνθρωπον·
οὐ ταπεινώσει δουλεία·
οὐ λυπήσει ἀτιμία·
πάντα γὰρ ἔσται πᾶσι κοινά·
καὶ ἰσονομία καὶ ἰσηγορία τῷ βίῳ τῶν ἀνθρώπων ἐμπολιτεύεται·
ἑκουσίως τοῦ πολιτεύοντος πρὸς τὸ λεῖπον ἐξισουμένου.
Εἰ δὲ τοῦτο γένοιτο,
οὐκέτ' ἂν ὑπολειφθείη τις ἀπεχθείας ὑπόθεσις·
ἀργὸς ὁ φθόνος·
νεκρὸν τὸ μῖσος·
ὑπερόριος ἡ μνησικακία, τὸ ψεῦδος, ἡ ἀπάτη, ὁ πόλεμος·
(ἅπερ ἔγγονα πάντα τῇ τοῦ πλείονος ἐπιθυμίᾳ ἐστίν.)
Ἐκείνης δὲ τῆς ἀσυμπαθοῦς διαθέσεως ἐξορισθείσης, συνεκβάλλεται πάντως,
οἷόν τινι πονηρᾷ ῥίζῃ, τὰ τῆς κακίας βλαστήματα.
Τῇ δὲ τῶν πονηρῶν ὑπεξαιρέσει ὁ τῶν ἀγαθῶν κατάλογος ἀντεισέρχεται,
εἰρήνη καὶ δικαιοσύνη, καὶ πᾶσα τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀκολουθία.
Τί τοίνυν ἂν εἴη μακαριστότερον, τὸ οὕτω τὸν βίον ἔχειν, οὐκέτι μοχλοῖς καὶ λίθοις τὴν ἀσφάλειαν τῆς ζωῆς ἡμῶν πιστευόντων, ἀλλ' ἐν ἀλλήλοις ἠσφαλισμένων;
Ὥσπερ γὰρ ὁ ἀπηνής τε καὶ θηριώδης,
δυσμενεῖς ἑαυτῷ τοὺς τῆς ἀγριότητος πεπειραμένους ποιεῖ·
οὕτως ἐκ τοῦ ἐναντίου, εὔνοι ἅπαντες τῷ ἐλεοῦντι γινόμεθα,
φυσικῶς τοῖς μετέχουσι τοῦ ἐλέου τὴν ἀγάπην ἐντίκτοντος.
Οὐκοῦν ἐστιν ὁ ἔλεος, ὥς γε ὁ λόγος ὑπέδειξεν,
εὐνοίας πατὴρ, ἀγάπης ἐνέχυρον,
σύνδεσμος πάσης φιλικῆς διαθέσεως·
τῆς δὲ ἀσφα λείας ταύτης,
τί ἂν ἐπινοηθείη κατὰ τὴν ζωὴν ὀχυρώτερον;
Ὥστε εἰκότως ὁ Λόγος μακαρίζει τὸν ἐλεήμονα,
τοσούτων ἀγαθῶν τῷ ὀνόματι τούτῳ ἐμφαινομένων.
Ἀλλὰ τὸ μὲν βιωφελῆ τὴν τοιαύτην συμβουλὴν εἶναι,
παντός ἐστι μὴ ἀγνοῆσαι·
ἐμοὶ δὲ δοκεῖ πλέον τι τῶν ἐκ τοῦ προχείρου νοουμένων, τῇ τοῦ μέλλοντος ἐκλήψει δι' ἀποῤῥήτων παραδηλοῦν ἡ διάνοια.
Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται·
ὡς ὕστερον ἀποκειμένης τοῖς ἐλεοῦσι τῆς κατὰ τὸν ἔλεον ἀντιδόσεως.
Οὐκοῦν ὡς ἂν οἷοί τε ὦμεν τὴν εὔληπτον ταύτην καὶ ἐκ τοῦ προχείρου τοῖς πολλοῖς εὑρισκομένην καταλιπόντες διάνοιαν,
πρὸς τὸ ἐσώτερον τοῦ καταπετάσματος διακύψαι, τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἐγχειρήσωμεν.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότερον ἐν τῷ λόγῳ μαθεῖν·
ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ' εἰκόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον,
τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο,
ὡς μηδὲν ἡμῖν τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι,
ἀλλ' ἐφ' ἡμῖν εἶναι ὅπερ βουλόμεθα, οἷον ἐκ ταμείου τινὸς προχειριζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως·
ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα,
ὅτι οὐκ ἔστιν ἄλλως τινὰ τῶν κατ' ἐπιθυμίαν τυχεῖν,
μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον·
διό φησί που πρὸς τοὺς ἀκούοντας ὁ Κύριος, ὅτι
Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·
καὶ, ὅτι
Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται·
ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον,
καὶ τὸ εὑρεῖν τὸ ζητούμενον,
καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέσθαι,
ἐφ' ἡμῖν εἶναι ὅταν βουλώμεθα, καὶ τῆς ἡμετέρας ἐξηρτῆσθαι γνώμης.
Ὧ κατὰ τὸ ἀκόλουθον συγκατασκευάζεται,
καὶ τὸ ἐξ ἐναντίου νοούμενον,
ὅτι καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ,
μηδεμιᾶς ἔξωθεν βιαζομένης ἀνάγκης ἐγγίνεται,
ἀλλ' ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν, ὑφίσταται,
τότε εἰς γένεσιν παραγενόμενον, ὅταν ἑλώμεθα·
αὐτὸ δὲ ἐφ' ἑαυτοῦ κατ' ἰδίαν ὑπόστασιν ἔξω προαιρέσεως, οὐδαμοῦ τὸ κακὸν εὑρίσκε κείμενον.
Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτεξούσιος δύναμις,
ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀνθρώπων ὁ τῆς φύσεως Κύριος, σαφῶς ἐπιδείκνυται,
διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆσθαι,
εἴτε ἀγαθὰ, εἴτε χείρονα·
τὴν δὲ θείαν κρίσιν ἀδεκάστῳ καὶ δικαίῳ.
ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην,
ἐκεῖνο νέμειν ἑκάστῳ, ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ·
τοῖς μὲν, καθώς φησιν ὁ Ἀπόστολος,
καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι,
ζωὴν αἰώνιον·
τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ,
πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴν καὶ θλίψιν,
καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα.
Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷάπερ ἂν τὰ πρόσωπα ᾖ, φαιδρὰ μὲν τῶν φαιδρυνομένων, κατηφῆ δὲ τῶν σκυθρωπαζόντων·
καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν, εἰ σκυθρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος·
οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα.
∆εῦτε, φησὶν, οἱ εὐλογημένοι· καὶ, Πορεύεσθε, οἱ κατηραμένοι,
Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστὶν,
τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν,
τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν ἀποκληροῦσα;
Οὐχ οὗτοι μὲν δι' ὧν ἐποίησαν, ἔσχον τὸν ἔλεον,
οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν, ἀπηνὲς ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν;
Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν,
ὁ ταῖς τρυφαῖς διακεχυμένος πλούσιος,
διὰ τοῦτο ἑαυτῷ ἀποκόπτει τὸν ἔλεον,
ἐλεηθῆναι δεόμενος, καὶ οὐκ ἀκουόμενος·
οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν,
ἀλλ' ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν.
Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;
Οἷα, φησὶν, ἂν σπείρῃ ὁ ἄνθρωπος, τοιαῦτα καὶ θερίσει·
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν·
ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
Σπορὰν οἶμαι τὴν ἀνθρωπίνην εἶναι προαίρεσιν·
θέρος δὲ τὴν ἐπὶ τῇ προαιρέσει ἀντίδοσιν.
Πολύχους ὁ τῶν ἀγαθῶν στάχυς, τοῖς τοιαύτην ἑλομένοις σποράν·
ἐπίπονος ἡ ἀκανθολογία τοῖς ἀκανθώδη σπέρματα καταβαλλομένοις τῷ βίῳ.
Χρὴ γὰρ πάντως αὐτὸ θερίσαι τινὰ, ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Τίς ἂν διεξέλθοι λόγος ἀνθρώπινος τὸ βάθος τῶν ἐγκειμένων νοημάτων τῷ λόγῳ;
Τὸ γὰρ ἀπόλυτόν τε καὶ ἀόριστον τῆς φωνῆς δίδωσί τι καὶ πλέον τῶν εἰρημένων περιεργάζεσθαι,
τὸ μὴ προσθεῖναι τίνες εἰσὶν εἰς οὓς ἐνεργὸν εἶναι προσήκει τὸν ἔλεον·
ἀλλ' ἁπλῶς εἰπεῖν ὅτι
Μακάριοι οἱ ἐλεήμονες.
Τάχα γὰρ ἡμῖν τοιοῦτόν τι διὰ τῶν εἰρημένων ὁ λόγος αἰνίττε, ὡς ἀκολουθεῖν τῷ μακαρίῳ πένθει τὴν τοῦ ἐλέους διάνοιαν.
Καὶ γὰρ ἐκεῖ μακαριστὸς ἦν, ὁ τὸν τῇδε βίον ἐν πένθει·
ποιούμενος, καὶ ἔνθα μοι δοκεῖ τὴν ἴσην ὁ λόγος ὑποσημαίνειν διδασκαλίαν.
Ὡς γὰρ ἐπὶ τῶν ἀλλοτρίων διατιθέμεθα συμφορῶν,
ὅταν τινὲς τῶν ἐπιτηδείων ἡμῖν ἀβουλήτοις τισὶ συνενεχθῶσι λύπαις,
ἢ πατρῴας οἰκίας ἐκπεπτωκότες,
ἢ ναυαγίου περισωθέντες γυμνοὶ,
ἢ πειραταῖς, ἢ λῃσταῖς ὑποχείριοι γεγονότες,
ἢ δοῦλοι ἐξ ἐλευθέρων, ἣ αἰχμάλωτοι ἐξ εὐδαιμόνων,
ἢ ἄλλο τι τοιοῦτον ἀντιλαβόντες κακὸν,
οἱ τέως ἐν εὐκληρίᾳ τινὶ τὸν βίον ἐξεταζόμενοι.
Ὡς τοίνυν ἐπὶ τούτων ἀλγεινή τις γίνε ταῖς ψυχαῖς ἡμῶν ἡ συνδιάθεσις·
τάχα πολὺ μᾶλλον ἐφ' ἡμῶν αὐτῶν εὔκαιρον ἂν εἴη τὴν τοιαύτην ἀνακεῖσθαι διάνοιαν ἐπὶ τῇ παρ' ἀξίαν τοῦ βίου βολῇ.
Ὅταν γὰρ λογισώμεθα,
τίς ἡ λαμπρὰ ἡμῶν οἰκία ἧς ἐκπεπτώκαμεν·
πῶς ὑπὸ τοῖς λῃσταῖς γεγόναμεν·
πῶς τῷ βυθῷ τοῦ τῇδε βίου καταβυθισθέντες ἀπεγυμνώθημεν·
οἵους καὶ ὅσους δεσπότας ἀντὶ τῆς ἐλευθερίας τε καὶ αὐτονόμου διαγωγῆς ἐπεσπασάμεθα·
πῶς τὸ μακαριστὸν τῆς ζωῆς θανάτῳ καὶ φθορᾷ διεκόψαμεν·
ἆρα δυνατὸν, εἰ ταύτας λάβοιμεν ἐννοίας,
ἀλλοτρίαις συμφοραῖς προσασχολεῖσθαι τὸν ἔλεον,
καὶ οὐκ αὐτὴν ἐλεεινῶς τὴν ψυχὴν διατίθεσθαι,
λογιζομένην ἅ τε εἶχεν, ὧν τε ἐκπέπτωκεν;
Τί γὰρ τῆς αἰχμαλωσίας ταύτης ἐλεεινότερον;
Ἀντὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς,
τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἐν τῇ ζωῇ κεκληρώμεθα·
ἀντὶ τῆς ἀπαθείας ἐκείνης,
τὰς μυρίας τῶν παθημάτων ἀντειλήφαμεν κῆρας·
ἀντὶ τῆς ὑψηλῆς ἐκείνης διαγωγῆς,
καὶ τῆς μετὰ τῶν ἀγγέλων ζωῆς,
τοῖς θηρίοις τῆς γῆς συνοικεῖν κατεκρίθημεν·
τοῦ ἀγγελικοῦ τε καὶ ἀπαθοῦς τὸν κτηνώδη βίον ἀνταλλαξάμενοι,
τοὺς πικροὺς τῆς ζωῆς ἡμῶν τυράννους,
τοὺς λυσσῶντας καὶ ἀγριαίνοντας δεσπότας,
τίς ἂν ῥᾳδίως ἀριθμῷ περιλάβοι;
Πικρὸς δεσπότης ὁ θυμός·
τοιοῦτος ἄλλος ὁ φθόνος·
τὸ μῖσος, τὸ καθ' ὑπερηφανίαν πάθος,
λυσσώδης τις καὶ ἄγριος τύραννος·
ὡς ἀργυρωνήτων κατατρυφῶν ὁ ἀκόλαστός ἐστι λογισμὸς,
ὁ πρὸς τὰς ἐμπαθεῖς τε καὶ ἀκαθάρτους ὑπηρεσίας ἐξανδραποδίζων τὴν φύσιν·
ἡ δὲ τῆς πλεονεξίας τυραννὶς,
τίνα οὐ παρέρχε πικρίας ὑπερβολήν;
Ἡ τὴν ἀθλίαν δουλωσαμένη ψυχὴν, ἀεὶ τὰς ἀπλήστους αὐτῆς ἐπιθυμίας πληροῦν ἀναγκάζει, πάντοτε δεχομένη καὶ οὐδέποτε πληρουμένη·
οἷόν τι πολυκέφαλον θηρίον, μυρίοις στόμασι τῇ ἀπληρώτῳ γαστρὶ τὴν τροφὴν παραπέμπον·
ᾗ οὐδείς ποτε τοῦ κερδαίνειν γίνεται κόρος·
ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον,
ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας καθίσταται.
Τίς τοίνυν τὸν δύστηνον τοῦτον βίον κατανοήσας ἀνηλεῶς καὶ ἀπηνῶς πρὸς τὰς τοιαύτας συμφορὰς διατίθεται;
Ἀλλ' αἴτιον τὸ μὴ ἐλεεῖν ἡμᾶς αὐτοὺς ἐν ἀναισθησίᾳ τῶν κακῶν εἶναι·
οἷόν τι πάσχουσιν οἱ ἐκ μανίας παράφοροι,
ὧν ἡ ὑπερβολὴ τοῦ κακοῦ,
καὶ τὴν αἴσθησιν ὧν πάσχουσι προσαφῄρηται.
Εἰ τοίνυν τις ἑαυτὸν ἐπιγνοίη, οἷός τε πρότερον ἦν, καὶ οἷος ἐπὶ τοῦ παρόντος ἐστίν·
φησὶ δέ που καὶ ὁ Σολομῶν,
ὅτι Οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοί·
οὐδέποτε ἐλεῶν ὁ τοιοῦτος παύσεται,
τῇ δὲ τοιαύτῃ τῆς ψυχῆς διαθέσει καὶ ὁ θεῖος ἔλεος κατὰ τὸ εἰκὸς ἀκολουθήσει.
∆ιό φησιν·
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Αὐτοὶ οὐχὶ ἕτεροι·
ἐν τούτῳ γὰρ σαφηνίζει τὸ ὄνομα, ὡς ἂν εἴ τις λέγει,
Μακάριόν ἐστι τὸ ἐπιμελεῖσθαι τῆς σωματικῆς ὑγιείας.
Ὁ γὰρ ἐπιμελούμενος, αὐτὸς ἐν ὑγιείᾳ βιώσεται·
οὕτως ὁ ἐλεήμων ἐστὶ μακαριστὸς,
ὅτι ὁ καρπὸς τοῦ ἐλέου ἴδιον κτῆμα τοῦ ἐλεοῦντος γίνεται·
εἴτε κατὰ τὸν νῦν ἡμῖν εὑρεθέντα λόγον·
εἴτε κατὰ τὸν προεξητασμένον,
τὸν ἐπὶ τῶν ἀλλοτρίων λέγω συμφορῶν δεικνύντα τῆς ψυχῆς τὴν συμπάθειαν·
ἀγαθὸν γὰρ ὁμοίως ἑκάτερον,
τό τε ἑαυτὸν ἐλεεῖν κατὰ τὸν εἰρημένον τρόπον,
καὶ τὸ συμπάσχειν ταῖς δυσπραγίαις τῶν πέλας·
διότι τὸ δίκαιον τῆς θείας κρίσεως, τὴν ἐπὶ τῶν καταδεεστέρων τοῦ ἀνθρώπου προαίρεσιν,
ἐπὶ τῆς ὑπερεχούσης δείκνυ ἐξουσίας·
ὥστε τρόπον τινὰ ἑαυτοῦ δικαστὴν εἶναι τὸν ἄνθρωπον, ἑαυτῷ τὴν ψῆφον ἐν τῇ τῶν ὑπηκόων φέροντα κρίσει.
Ἐπειδὴ τοίνυν πεπίστευται, καὶ ἀληθῶς πεπίστευται,
πᾶσαν παραστήσασθαι τὴν ἀνθρωπίνην φύσιν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·
τάχα καὶ τολμηρὸν εἰπεῖν·
εἰ δυνατόν ἐστι τὰ ἀπόῤῥητα καὶ ἀθέατα λογισμῷ λαβεῖν, καὶ ἤδη τὸ μακάριον τῆς ἀντιδόσεως τῶν ἐλεουμένων κατανοῆσαι.
Ἡ γὰρ ἐγγινομένη ταῖς ψυχαῖς εὔνοια,
πρὸς τοὺς τὸν ἔλεον ἐπιδεικνυμένους,
παρὰ τὸν βίον ἐν τῇ ζωῇ εἰσαεὶ κατὰ τὸ εἰκὸς παραμένει τοῖς μετεσχηκόσι τῆς χάριτος.
Τί οὖν εἰκὸς ἐν τῷ καιρῷ τῆς ἐξετάσεως, εἰ ἐπιγνωσθείη παρὰ τῶν εὖ πεπονθότων ὁ εὐεργέτης,
ὅπως διατεθήσεται τὴν ψυχὴν ἐπὶ ταῖς εὐχαρίστοις φωναῖς ἐπὶ Θεοῦ πάσης τῆς κτίσεως εὐφημούμενος;
Ἆρά τινος ἄλλου μακαρισμοῦ προσδεηθήσεται,
ὁ ἐν τοσούτῳ θεάτρῳ ἐπὶ τοῖς ἀρίστοις ἀνακηρυττόμενος;
Τὸ γὰρ παρεῖναι τοὺς εὖ πεπονθότας,
ἡ τοῦ Εὐαγγελίου διδάσκει φωνὴ,
ἐν τῇ πρὸς τοὺς δικαίους καὶ τῇ πρὸς τοὺς ἁμαρτωλοὺς τοῦ βασιλέως κρίσει.
Πρὸς ἀμφοτέρους γὰρ τῷ δεικτικῷ χρῆται,
οἱονεὶ δακτύλῳ τὸ ὑπερκείμενον γνωρίσας·
Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων.
Τὸ γὰρ Τούτων εἰπεῖν, τὴν τῶν εὐπεπονθότων παρουσίαν ἐνδείκνυται.
Νῦν μοι λεγέτω ὁ τὴν ἄψυχον ὕλην τῶν χρημάτων προτιμῶν τῆς μελλούσης μακαριότητος·
Ποία χρυσίου λαμπρότης τοιαύτη;
Τίνες τῶν πολυτιμήτων λίθων αὐγαί;
Τίς ἐξ ἐνδυμάτων κόσμος τοιοῦτος,
οἷον ἐκεῖνο τὸ ἀγαθὸν ἡ ἐλπὶς ὑποτίθεται;
Ὅταν ὁ βασιλεύων τῆς κτίσεως ἑαυτὸν ἀνακαλύψῃ τῇ ἀνθρωπίνῃ φύσει,
ἐπὶ τοῦ ὑψηλοῦ θρόνου μεγαλοπρεπῶς προκαθήμενος,
ὅταν ὀφθῶσι περὶ αὐτὸν αἱ ἀναρίθμητοι μυριάδες τῶν ἀγγέλων,
καὶ δὴ ὅταν ἐν ὀφθαλμοῖς γένηται πάντων ἀπόῤῥητος τῶν οὐρανῶν βασιλεία,
καὶ ἀναδειχθῇ πάλιν ἐκ τοῦ ἐναντίου τὰ φοβερὰ κολαστήρια·
ἐν μέσῳ δὲ τούτων πᾶσα ἡ ἀνθρωπίνη φύσις,
τῶν ἀπὸ πρώτης κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμπληρώσεως γεγονότων,
φόβῳ τε καὶ ἐλπίδι τῶν μελλόντων ἑστήκῃ μετέωρος,
τῇ ἐφ' ἑκάτερα τῶν προσδοκωμένων ἐκβάσει κραδαινομένη πολλάκις·
καὶ τῶν ἀγαθῇ συνειδήσει συνεζηκότων ἀπιστούντων τῷ μέλλοντι, ὅταν ἑτέρους ἴδωσιν,
ὑπὸ τοῦ πονηροῦ συνειδότος,
εἰς τὸ σκυθρωπὸν ἐκεῖνο σκότος,
ὥσπερ ὑπό τινος δημίου καθελκομένους;
Ἐὰν οὗτος ἐν εὐφήμοις τε καὶ εὐχαρίστοις ταῖς παρὰ τῶν εὐπεπονθότων φωναῖς,
λαμπρὸς τῇ παῤῥησία τῷ κριτῇ παρὰ τῶν ἔργων προσαγάγηται·
ἆρα κατὰ τὸν ὑλώδη πλοῦτον εὐκληρίαν ἐκείνην εἶναι λογίσεται;
Ἆρα δέξεται ἀντὶ τῶν ἀγαθῶν ἐκείνων ὄρη πάντα καὶ πεδία, καὶ νάπας, καὶ θάλασσαν,
εἰς χρυσὸν αὐτῷ μεταποιηθέντα γενέσθαι;
Ὁ δὲ ἀκριβῶς σφραγίσι καὶ κλείθροις,
καὶ σιδηροδέτοις πύλαις,
καὶ ὀχυροῖς κρυπτηρίοις τὸν μαμωνὰν κατακρύψας,
καὶ πάσης ἐντολῆς τὸ ἀποκεῖσθαι αὐτῷ συγκεχωσμένην ἐν τῷ κρυπτῷ τὴν ὕλην προτιμότερον κρίνας,
ἐὰν ἐπὶ τὸ σκοτεινὸν πῦρ ἐπὶ κεφαλὴν κατασύρηται·
πάντων αὐτῷ τὸ ἀπεινὲς καὶ ἀνήμερον προφερόντων,
τῶν κατὰ τὴν ζωὴν ταύτην πεπειραμένων, καὶ λεγόντων·
Μνήσθητι ὅτι ἀπέλαβες ἀγαθά σου ἐν τῇ ζωῇ σου·
συναπέκλεισας ἐν τοῖς ὀχυρώμασι τοῦ πλούτου τὸν ἔλεον,
καὶ κατέλιπες ὑπὲρ γῆς τὴν εὐσπλαγχνίαν·
οὐκ ἐκομίσω πρὸς τὸν τῇδε βίον τὴν φιλανθρωπίαν·
οὐκ ἔχεις ὃ μὴ ἔσχες·
οὐχ εὑρίσκεις ὃ μὴ ἀπέθου·
οὐ συνάγεις ὃ μὴ ἐσκόρπισας·
οὐ θεριεῖς ὧν οὐ κατεβάλου τὰ σπέρματα·
ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος·
πικρίαν ἔσπειρας, δρέπου τὰ δράγματα·
τὸ ἀνηλεὲς ἐτίμησας, ἔχε ὅπερ ἠγάπησας·
οὐκ εἶδες συμπαθῶς·
οὐκ ὀφθήσῃ ἐλεεινῶς.
Περιεῖδες θλιβόμενον, περιοφθήσῃ ἀπολλύμενος.
Ἔφυγες τὸν ἔλεον, φεύξεταί σε ὁ ἔλεος·
ἐβδελύξω τὸν πτωχὸν, βδελύξεταί σε ὁ διὰ σὲ πτωχεύσας.
Εἰ ταῦτα καὶ τὰ τοιαῦτα λέγοιτο, ποῦ τὸ χρυσίον;
Ποῦ τὰ λαμπρὰ σκεύη;
Ποῦ ἡ ἐπιβεβλημένη τοῖς θησαυροῖς διὰ τῶν σφραγίδων ἀσφάλεια;
Ποῦ οἱ ταῖς νυκτεριναῖς φυλακαῖς ἐπιτετευγμένοι κύνες,
καὶ πρὸς τοὺς ἐπιβουλεύοντας τῶν ὅπλων παρασκευή;
Ἡ ἐν τοῖς βιβλίοις ἀναγεγραμμένη σημείωσις;
Τί ταῦτα πρὸς τὸν κλαυθμὸν καὶ τὸν βρυγμὸν τῶν ὀδόντων;
Τίς καταυγάσει τὸ σκότος;
Τίς κατασβέσει τὴν φλόγα;
Τίς ἀποστρέψει τὸν ἀτελεύτητον σκώληκα;
Οὐκοῦν νοήσωμεν, ἀδελφοὶ, τὴν τοῦ Κυρίου φωνὴν,
ἐν ὀλίγῳ τοσαῦτα περὶ τῶν μελλόντων παιδεύουσαν·
καὶ γενώμεθα ἐλεήμονες, ἵνα γενώμεθα διὰ τοῦτο μακάριοι,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ὅπερ παθεῖν εἰκὸς τοὺς ἔκ τινος ὑψηλῆς ἀκρωρείας εἰς ἀχανές τι κατακύπτοντας πέλαγος,
τοῦτό μοι πέπονθεν ἡ διάνοια, ἐκ τῆς ὑψηλῆς τοῦ Κυρίου φωνῆς, οἷον ἀπό τινος κορυφῆς ὄρους, εἰς τὸ ἀδιεξίτητον τῶν νοημάτων βλέπουσα βάθος.
Καθάπερ γὰρ ἐν πολλοῖς τῶν παραθαλασσίων ἔστιν ἰδεῖν ὄρος ἡμίτομον,
κατὰ τὸ παράλιον μέρος ἀπὸ κορυφῆς ἐπὶ τὸ βάθος δι' εὐθείας ἀπεξεσμένον,
οὗ κατὰ τὸ ἄνω πέρας ἄκρα τις προβεβλημένη πρὸς τὸν βυθὸν ἐπινένευκεν·
ὅπερ οὖν παθεῖν εἰκὸς, τὸν ἀπὸ τῆς τοιαύτης σκοπιᾶς,
ἐκ πολλοῦ τοῦ ὕψους ἐπὶ τὴν ἐν τῷ βάθει διακύπτοντα θάλατταν·
οὕτως ἰλιγγιᾷ μου νῦν ψυχὴ,
ἐν τῇ μεγάλῃ ταύτῃ τοῦ Κυρίου φωνῇ γενομένη μετέωρος·
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Θεὸς πρόκειται τοῖς τὴν καρδίαν ἐκκαθαρθεῖσι τὸ θέαμα.
Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης ὁ μέγας·
ἐπιψηφίζει δὲ καὶ Παῦλος ὁ ὑψηλὸς τὴν διάνοιαν, εἰπών·
ὅτι Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται.
Αὕτη ἐστὶν ἡ λεία καὶ ἀπότομος πέτρα,
ἡ μηδεμίαν ἐφ' ἑαυτῆς τῶν νοημάτων βάσιν ὑποδεικνύουσα,
ἣν καὶ ὁ Μωϋσῆς ὡσαύτως ἀπρόσιτον τοῖς καθ' ἑαυτὸν δόγμασιν ἀπεφήνατο,
ὡς μηδαμοῦ δύνασθαι προσβῆναι ἡμῶν τὴν διάνοιαν,
πάσης ἀντιλήψεως ἀποξυσθείσης διὰ τῆς ἀποφάσεως.
Οὐκ ἔστι γὰρ, φησὶν, ὅστις ὄψεται Κύριον, καὶ ζήσεται.
Ἀλλὰ μὴν αἰώνιος ζωὴ τὸ ἰδεῖν ἐστι τὸν Θεόν.
Τοῦτο δὲ ἀμήχανον οἱ στύλοι τῆς πίστεως,
Ἰωάννης καὶ Παῦλος καὶ Μωσῆς διορίζονται.
Ὁρᾷς τὸν ἴλιγνον, ᾧ ψυχὴ πρὸς τὸ βάθος τῶν ἐν τῷ λόγῳ θεωρουμένων συνέλκεται;
Εἰ ζωὴ ὁ Θεὸς, ὁ μὴ ἰδὼν αὐτὸν, τὴν ζωὴν οὐ βλέπει·
τὸ μὴ δύνασθαι ἰδεῖν Θεὸν, οἱ θεοφόροι τῶν προφητῶν τε καὶ ἀποστόλων διαμαρτύρονται.
Εἰς τί τοῖς ἀνθρώποις ἡ ἐλπὶς περιΐσταται;
Ἀλλ' ὑποστηρίζει καταπίπτουσαν τὴν ἐλπίδα ὁ Κύριος.
Καθάπερ ἐπὶ τοῦ Πέτρου ἐποίησεν, κινδυνεύοντος βυθισθῆναι, πάλιν ἐπὶ στεῤῥοῦ καὶ ἀντιτύπου στήσας τοῦ ὕδατος.
Εἰ τοίνυν ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῦ Λόγου χεὶρ, καὶ ἀστατοῦντας ἐν τῷ βυθῷ τῶν θεωρημάτων,
ἐπὶ θατέρου νοήματος καταστήσειεν,
ἔξω τοῦ φόβου γινόμεθα ἰσχυρῶς τοῦ χειραγωγοῦντος ἡμᾶς Λόγου περιδραξάμενοι.
Μακάριοι γὰρ, φησὶ, καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ἡ μὲν οὖν ἐπαγγελία τοσαύτη, ὡς παριέναι τὸν ἀκρότατον τῆς, μακαριότητος ὅρον.
Τί γὰρ ἄν τις μετὰ τὸ τοιοῦτον ἀγαθὸν, ἄλλο ποθήσειεν, πάντα ἔχων ἐν ἑωραμένῳ;
Τὸ γὰρ ἰδεῖν ταὐτὸν σημαίνει τῷ σχεῖν ἐν τῇ τῆς Γραφῆς συνηθείᾳ·
καθάπερ τὸ, Ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ, ἀντὶ τοῦ Εὕροις, τοῦ λόγου σημαίνοντος·
καὶ τὸ, Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου,
διὰ τοῦ μὴ ἰδεῖν, τὸ μὴ μετασχεῖν τοῦ προφήτου δηλοῦντος.
Οὐκοῦν ὁ τὸν Θεὸν ἰδὼν,
πᾶν ὅπερ ἐστὶν ἐν ἀγαθῶν καταλόγῳ,
διὰ τοῦ ἰδεῖν ἔσχε, τὴν ἀτελεύτητον ζωὴν,
τὴν ἀΐδιον ἀφθαρσίαν, τὴν ἀθάνατον μακαριότητα,
τὴν ἀτελεύτητον βασιλείαν, τὴν ἄληκτον εὐφροσύνην,
τὸ ἀληθινὸν φῶς, τὴν πνευματικὴν καὶ γλυκεῖαν φωνὴν,
τὴν ἀπρόσιτον δόξαν, τὸ διηνεκὲς ἀγαλλίαμα,
τὸ πᾶν ἀγαθόν.
Τὸ μὲν οὖν κατ' ἐλπίδα προκείμενον ἐν τῇ μακαριότητος ἐπαγγελίᾳ, τοιοῦτόν τε καὶ τοσοῦτον.
Ἐπεὶ δὲ ὁ τρόπος τοῦ ἰδεῖν διὰ τοῦ καθαρὸν γενέσθαι τῇ καρδίᾳ προδέδεικται·
ἐν τούτῳ μοι πάλιν ἰλιγγιᾷ ἡ διάνοια,
μὴ ἄρα τῶν ἀμηχάνων τε καὶ ὑπερβαινόντων τὴν φύσιν ἡμῶν,
ἡ καθαρότης τῆς καρδίας ἐστίν.
Εἰ γὰρ διὰ τοῦτο ὁ Θεὸς ὁρᾶται·
Μωσῆς δὲ καὶ Παῦλος οὐκ ἴδον, τὸ μήτε αὐτὸν,
μήτε ἄλλον τινὰ δύνασθαι ἰδεῖν διωρίσατο,
ἀδύνατον ἔοικέ τι εἶναι τὸ τῷ μακαρισμῷ νῦν ὑπὸ τοῦ Λόγου προκείμενον.
Τί οὖν ἡμῖν τὸ κέρδος ἐκ τοῦ γνῶναι πῶς ὁ Θεὸς ὁρᾶται,
εἰ τὸ δυνατὸν τῇ ἐπινοίᾳ μὴ πρόσεστιν;
Ὅμοιον γὰρ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις μακάριον εἶναι λέγοι τὸ ἐν οὐρανῷ γενέσθαι·
ὅτι ἐκεῖ κατόψεται τὰ ἐν τῷ βίῳ μὴ καθορώμενα,
Εἰ γάρ τις ἦν μηχανὴ τῆς ἐπὶ τὸν οὐρανὸν πορείας διὰ τοῦ λόγου προδεικνυμένη·
τὸ μαθεῖν ὅτι μακαριστόν ἐστι τὸ ἐν ἐκείνῳ γενέσθαι, χρήσιμον ἂν ἦν τοῖς ἀκούουσιν.
Ἕως δ' ἂν τὸ κατὰ τὴν ἄνοδον ἀμή χανον ᾖ, τί φέρει κέρδος ἡ γνῶσις τῆς μακαριότητος τῆς οὐρανίας,
λυποῦσα μόνον τοὺς μεμαθηκότας, οἵων διὰ τὸ ἀδύνατον τῆς ἀνόδου ἀποστερήμεθα;
Ἆρ' οὖν ἕξω τῆς φύσεως ἡμῶν ὁ Κύριος ἐγκελεύεται,
καὶ ὑπερέβη τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως τῷ μεγαλείῳ τοῦ ἐπιτάγματος;
Οὐκ ἔστι ταῦτα.
Οὔτε γὰρ πτηνοὺς γενέσθαι κελεύει, οἷς τὸ πτερὸν οὐκ ἐνέφυσεν,
οὐδὲ ὑπὸ ὕδωρ ζῇν οἷς τὸν χερσαῖον ἀπεκλήρωσε βίον.
Εἰ οὖν ἐν πᾶσι τοῖς ἄλλοις πρόσφορός ἐστι τῇ δυνάμει τῶν δεχομένων ὁ νόμος,
καὶ οὐδὲν ὑπὲρ τὴν φύσιν βιάζεται·
καὶ τοῦτο πάντως ἐκ τοῦ ἀκολούθου νοήσομεν, μὴ ἀπ' ἐλπίδος εἶναι τὸ διὰ τοῦ μακαρισμοῦ προδεικνύμενον.
Ἀλλὰ καὶ τὸν Ἰωάννην, καὶ τὸν Παῦλον, καὶ τὸν Μωσέα,
καὶ εἴ τις ἄλλος κατ' ἐκείνους ἐστὶ,
μὴ ἐκπεπτωκέναι τῆς ὑψηλῆς ταύτης μακαριότητος,
τῆς ἐκ τοῦ ἰδεῖν τὸν Θεὸν προσγινομένης,
μηδὲ τὸν εἰπόντα, ὅτι
Ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος,
ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς,
μήτε τὸν ἐπὶ τὸ στῆθος ἀναπεσόντα τοῦ Ἰησοῦ,
μήτε τὸν ἀκηκοότα παρὰ τῆς θείας φωνῆς,
ὅτι Ἔγνων σε παρὰ πάντας.
Εἰ οὖν ἐκεῖνοι, παρ' ὧν ὑπὲρ δύναμιν ἡ τοῦ Θεοῦ κατανόησις εἶναι κεκήρυκται, μακαριστοὶ εἶναι οὐκ ἀμφιβάλλονται·
ἡ δὲ μακαριότης εἰς τὸ ἰδεῖν τὸν Θεόν ἐστιν, τοῦτο δὲ ἐκ τοῦ καθαρὸν τῇ καρδίᾳ γενέσθαι·
ἄρα οὐκ ἀδύνατος τῆς καρδίας ἡ καθαρότης, δι' ἧς ἔστι γενέσθαι μακάριον.
Πῶς οὖν ἔστι καὶ τοὺς κατὰ Παῦλον ἀληθῆ λέγειν φῆσαι, ὑπὲρ τὴν δύναμιν ἡμῶν ὑποφαινομένους εἶναι τὴν τοῦ Θεοῦ κατανόησιν,
καὶ τὴν τοῦ Κυρίου φωνὴν μὴ ἀντιδογματίζειν ἐκείνοις, ἐν καθαρότητι ὀφθήσεσθαι τὸν Θεὸν ὑπισχομένην;
∆οκεῖ μοι καλῶς ἔχειν περὶ τούτου χρῆναι διὰ βραχέων πρῶτον λαβεῖν, ὡς ἂν καθ' ὁδὸν γένοιτο ἡμῖν περὶ τὸ προκείμενον ἡ θεωρία.
Ἡ θεία φύσις αὐτὴ καθ' αὑτὴν ὅτι ποτὲ κατ' οὐσίαν ἐστὶ,
πάσης ὑπέρκειται καταληπτικῆς ἐπινοίας, ἀπρόσιτος καὶ ἀπροσπέλαστος οὖσα ταῖς στοχαστικαῖς ἐπινοίαις,
καὶ οὔπω τις ἀνθρώποις πρὸς τὴν τῶν ἐκλήπτων κατανόησιν ἐξεύρηται δύναμις·
οὐδέ τις ἔφοδος καταληπτικὴ τῶν ἀμηχάνων ἐπενοήθη.
∆ιὸ καὶ Ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ μέγας ὀνομάζει Ἀπόστολος,
σημαίνων διὰ τοῦ λόγου τὸ ἀνεπίβατον εἶναι λογισμοῖς τὴν ὁδὸν ἐκείνην, ἣ πρὸς τὴν γνῶσιν τῆς θείας οὐσίας ἄγει·
ὡς οὔπω τινὸς τῶν προωδευκότων τὸν βίον ἴχνος τι καταληπτικῆς ἐπινοίας σημαινομένου τῇ γνώσει τοῦ ὑπὲρ γνῶσιν πράγματος.
Τοιοῦτος δὲ ὢν κατὰ τὴν φύσιν ὁ ὑπὲρ πᾶσαν φύσιν,
ἄλλῳ λόγῳ καὶ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀόρατός τε καὶ ἀπερίγραπτος.
Πολλοὶ δὲ οἱ τῆς τοιαύτης κατανοήσεως τρόποι.
Ἔστι γὰρ καὶ διὰ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας,
τὸν ἐν σοφίᾳ πάντα πεποιηκότα στοχαστικῶς ἰδεῖν.
Καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου κατασκευάσματος, τὴν τέχνην τῷ ἔργῳ ἐναποθέμενος.
Ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνητεύσαντος,
ἀλλὰ μόνον ἡ τεχνικὴ ἐπιστήμη,
ἣν ὁ τεχνίτης τῇ κατασκευῇ ἐναπέθετο.
Οὕτω καὶ πρὸς τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον,
ἔννοιαν οὐ τῆς οὐσίας,
ἀλλὰ τῆς σοφίας τοῦ κατὰ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα.
Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν λογισώμεθα,
ὅτι οὐκ ἐξ ἀνάγκης,
ἀλλ' ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου καθεωρακέναι λέγομεν τὸν Θεὸν, τῆς ἀγαθότητος οὐ τῆς οὐσίας ἐν περινοίᾳ γενόμενοι·
οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττόν τε καὶ ὑψηλότερον ἀνάγει τὴν ἔννοιαν,
Θεοῦ κατανόησιν τὰ τοιαῦτα κατονομάζομεν,
ἑκάστου τῶν ὑψηλῶν νοημάτων τὸν Θεὸν ἡμῖν εἰς ὄψιν ἄγοντος.
Ἡ γὰρ δύναμις καὶ ἡ καθαρότης, καὶ τὸ ὡσαύτως ἔχειν,
καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου,
καὶ πάντα τὰ τοιαῦτα θείας τινὸς καὶ ὑψηλῆς ἐννοίας ἐντυποῖ ταῖς ψυχαῖς τὴν φαντασίαν.
Οὐκοῦν δείκνυται διὰ τῶν εἰρημένων,
πῶς καὶ ὁ Κύριος ἀληθεύει, ὀφθήσεσθαι τὸν Θεὸν τοῖς καρδίαν ἔχουσι καθαρὰν ἐπαγγειλάμενος·
καὶ ὁ Παῦλος οὐ ψεύδεται,
μήτε ἑωρακέναι τινὰ τὸν Θεὸν,
μήτ' ἰδεῖν δύνασθαι διὰ τῶν οἰκείων λόγων ἀποφηνάμενος.
Ὁ γὰρ τῇ φύσει ἀόρατος,
ὁρατὸς ταῖς ἐνεργείαις γίνε,
ἔν τισι τοῖς περὶ αὐτὸν καθορώμενος.
Ἀλλ' οὐ πρὸς τοῦτο βλέπει μόνον τοῦ μακαρισμοῦ ἡ διάνοια,
τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα δύνασθαι τοιοῦτον ἀναλογίσασθαι·
γένοιτο γὰρ ἂν ἴσως καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς,
διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις.
Ἀλλ' ἕτερόν μοι δοκεῖ ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα τοῖς δυναμένοις δέξασθαι κατιδεῖν τὸ ποθούμενον,
τὴν συμβουλὴν ὑφηγεῖσθαι·
τὸ δέ μοι παραστὰν νόημα δι' ὑποδειγμάτων σαφηνισθήσεται.
Ἀγαθόν τι κατὰ τὸν ἀνθρώπινόν ἐστι βίον,
ὑγίεια τοῦ σώματος·
ἀλλὰ μακάριον οὐ τὸ εἰδέναι μόνον τῆς ὑγιείας τὸν λόγον, ἀλλὰ τὸ ἐν ὑγιείᾳ ζῇν.
Εἰ γάρ τις ἐγκώμια διεξιὼν τῆς ὑγιείας τὴν νοσώδη καὶ κακόχυμον αἱροῖτο τροφήν·
τί τῶν ἐγκωμίων τῆς ὑγιείας ἀπώνατο ταῖς ἀῤῥωστίαις ἐπιτριβόμενος;
Οὕτω τοίνυν νοήσωμεν καὶ τὸν προκείμενον λόγον,
ὅτι οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μακάριον ὁ Κύριος εἶναί φησιν·
ἀλλὰ τὸ ἐν ἑαυτῷ σχεῖν τὸν Θεόν.
Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Οὐ γάρ μοι δοκεῖ ὡς ἀντιπρόσωπόν τι θέαμα τὸν Θεὸν προτιθέναι τῷ κεκαθαρμένῳ τὸν τῆς ψυχῆς ὀφθαλμόν·
ἀλλὰ τοῦτο τάχα ἡ τοῦ ῥητοῦ μεγαλοφυΐα ἡμῖν ὑποτίθεται,
ὃ καὶ πρὸς ἑτέρους ὁ λόγος γυμνότερον παρίστησιν,
ἐντὸς ὑμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ εἰπών·
ἵνα διδαχθῶμεν, ὅτι ὁ πάσης τῆς κτίσεως καὶ ἐμπαθοῦς διαθέσεως τὴν ἑαυτοῦ καρδίαν ἀποκαθήρας,
ἐν τῷ ἰδίῳ κάλλει τῆς θείας φύσεως καθορᾷ τὴν εἰκόνα.
Καί μοι δοκεῖ δι' ὀλίγων ὧν εἶπεν, τοιαύτην συμβουλὴν περι έχειν ὁ Λόγος·
ὅτι, Ὦ ἄνθρωποι, ὅσοις ἐστί τις ἐπιθυμία τῆς τοῦ ὄντως ἀγαθοῦ θεωρίας,
ἐπειδὰν ἀκούσητε ὑπὲρ τοὺς οὐρανοὺς ἐπῆρθαι τὴν θείαν μεγαλοπρέπειαν,
καὶ τὴν δόξαν αὐτῆς ἀνερμήνευτον εἶναι, καὶ τὸ κάλλος ἄφραστον, καὶ τὴν φύσιν ἀχώρητον·
μὴ ἐκπίπτετε εἰς ἀνελπιστίαν τοῦ μὴ δύνασθαι κατιδεῖν τὸ ποθούμενον.
Τὸ γάρ σοι χωρητὸν, τῆς τοῦ Θεοῦ κατανοήσεως μέτρον ἐν σοί ἐστιν.
Οὕτω τοῦ πλάσαντός σε τὸ τοιοῦτον ἀγαθὸν εὐθὺς τῇ φύσει κατουσιώσαντος.
Τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ Θεὸς ἐνετύπωσε τῇ σῇ κατασκευῇ τὰ μιμήματα,
οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας.
Ἀλλ' ἡ κακία τῷ θεοειδεῖ χαρακτῆρι περιχυθεῖσα ἄχρηστον ἐποίησέ σοι τὸ ἀγαθὸν ὑποκεκρυμμένον τοῖς αἰσχροῖς προκαλύμμασιν.
Εἰ οὖν ἀποκλύσειας πάλιν δι' ἐπιμελείας βίου τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον,
ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος.
Ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν,
ὅταν δι' ἀκόνης τοῦ ἰοῦ γυμνωθῇ, ὁ πρὸ ὀλίγου μέλας,
αὐγάς τινας ἐφ' ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν·
οὕτως καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος,
ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ῥύπον τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ,
πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα,
καὶ ἀγαθὸς ἔσται.
Τὸ γὰρ ἀγαθῷ ὅμοιον, ἀγαθὸν πάντως.
Οὐκοῦν ὁ ἑαυτὸν βλέπων, ἐν ἑαυτῷ τὸ ποθούμενον βλέπει·
καὶ οὕτω γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ,
ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων,
ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον.
Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ὁρῶντες τὸν ἥλιον,
κἂν μὴ πρὸς αὐτὸν τὸν οὐρανὸν ἀποβλέψωσιν ἀτενὲς,
οὐδὲν ἔλαττον ὁρῶσι τὸν ἥλιον ἐν τῇ τοῦ κατόπτρου αὐγῇ,
τῶν πρὸς αὐτὸν ἀποβλεπόντων τοῦ ἡλίου τὸν κύκλον·
οὕτω, φησὶ, καὶ ὑμεῖς, κἂν ἀτονῆτε πρὸς κατανόησιν φωτὸς,
ἐὰν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν ὑμῖν χάριν τῆς εἰκόνος ἐπαναδράμητε,
ἐν ἑαυτοῖς τὸ ζητούμενον ἔχετε.
Καθαρότης γὰρ, ἀπάθεια, καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θεότης ἐστίν.
Εἰ οὖν ταῦτα ἐν σοί ἐστι, Θεὸς πάντως ἐν σοί ἐστιν.
Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος,
καὶ παντὸς κεχωρισμένος μολύσματος,
ὁ ἐν σοὶ λογισμὸς ᾖ, μακάριος εἶ τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαρθεῖσιν ἀθέατον, ἐκκαθαρθεὶς κατενόησας, καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπεις τὸ μακάριον θέαμα.
Τοῦτο δέ ἐστι τί;
Καθαρότης, ὁ ἁγιασμὸς, ἡ ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι' ὧν ὁ Θεὸς ὁρᾶται.
Ἀλλὰ τὸ μὲν ταῦτα οὕτως ἔχειν ἐκ τῶν εἰρημένων οὐκ ἀμφιβάλλομεν.
Ἔτι δὲ ἡμῖν ὁ λόγος τὸ ἐξ ἀρχῆς ἀπορηθὲν ἐπὶ τῆς αὐτῆς ἀμηχανίας βλέπει.
Ὡς γὰρ ὁ ἐν οὐρανῷ γενόμενος,
ἐν μετουσίᾳ τῶν οὐρανίων θαυμάτων ἐστίν·
ὁ δὲ τῆς ἀνόδου τρόπος ἀμήχανος,
ὧν οὐδὲν ἡμῖν τῶν διωμολογημένων κέρδος ποιεῖ·
οὕτως ἐκ τοῦ καθαρθῆναι τὴν καρδίαν,
τὸ μακάριον γενέσθαι οὐκ ἀμφιβάλλεται·
τὸ δ' ὅπως ἄν τις αὐτὴν τῶν μολυνθέντων ἀποκαθάρειεν,
ἴσον ἀντικρὺς εἶναι δοκεῖ τῆς ἐπὶ τὸν οὐρανὸν ἀναβάσεως.
Ποία τοίνυν κλίμαξ τοῦ Ἰακώβ;
ποῖον εὑρεθήσεται πύρινον ἅρμα καθ' ὁμοιότητα τοῦ τὸν προφήτην Ἠλίαν πρὸς οὐρανὸν ἀνυψώσαντος,
ᾧ πρὸς τὰ ἄνω θαύματα ἡ καρδία ἡμῶν ἐπαρθεῖσα,
τὸ γήϊνον τοῦτο βάρος ἀποτινάξεται;
Εἰ γάρ τις ἐν περινοίᾳ γένοιτο τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων,
ἄπορον οἰήσεται καὶ ἀμήχανον τὴν τῶν συνεζευγμένων κακῶν ἀναχώρησιν.
Εὐθὺς ἐκ πά θους ἡμῖν ἡ γένεσις ἄρχεται, καὶ διὰ πάθους ἡ αὔξησις πρόεισιν,
καὶ εἰς τὸ πάθος ἡ ζωὴ καταλήγει, καὶ ἀνακέκραταί πως τὸ κακὸν πρὸς τὴν φύσιν,
διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρακοῆς εἰσοικισαμένων τὴν νόσον.
Ὥσπερ δὲ τῇ διαδοχῇ τῶν ἐπιγινομένων καθ' ἕκαστον εἶδος, τῶν ζώων ἡ φύσις συνδιεξέρχεται,
ὡς ταὐτὸν εἶναι τὸ γενόμενον κατὰ τὸν τῆς φύσεως λόγον, τοῦ ἐξ οὗ γέγονεν·
οὕτως ἐξ ἀνθρώπου ἅνθρωπος γίνεται, ἐξ ἐμπαθοῦς ἐμπαθὴς, ἐξ ἁμαρτωλοῦ τοιοῦτος.
Οὐκοῦν συνυφίστα τρόπον τινὰ τοῖς γινομένοις ἡ ἁμαρτία, συναποτικτομένη τε καὶ συναύξουσα, καὶ τῷ τῆς ζωῆς ὅρῳ συγκαταλήγουσα.
Ἀλλὰ δυσεπίτευκτον ἡμῖν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατορθουμένην, πολλαχῆ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν,
τεθλιμμένην καὶ διὰ στενοῦ προϊοῦσαν τὴν ὁδὸν τῆς βασιλείας ἀκούσαντες,
πλατεῖάν τε καὶ κατάντη καὶ ἐπίδρομον, τὴν διὰ κακίας τὸν βίον ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν.
Οὐ μὴν καθόλου ἀμήχανον τὴν ὑψηλὴν ζωὴν, ἡ Γραφὴ διωρίσατο,
ἡ τοσούτων ἀνδρῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἐκθεμένη τὰ θαύματα.
Ἀλλ' ἐπειδὴ διπλῆς οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν Θεὸν ἐπαγγελίᾳ·
μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν,
ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος·
τὸ μὲν πρότερον τῆς κατανοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ διορίζεται·
τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς παρούσης διδασκαλίας ὁ Κύριος εἰπὼν,
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Τὸ δὲ ὅπως ἔστι καθαρὸν γενέσθαι,
διὰ πάσης σχεδὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἔξεστί σοι τὸ τοιοῦτον μαθεῖν.
Τοῖς γὰρ ἐφεξῆς ἐπιδραμὼν παραγγέλμασι,
σαφὲς εὑρήσεις τὸ τῆς καρδίας καθάρσιον.
Εἰς δύο γὰρ διελὼν τὴν κακίαν, τήν τε διὰ τῶν ἔργων, καὶ τὴν ἐν νοήμασι συνισταμένην,
πρότερον μὲν διὰ τοῦ ἀρχαίου νόμου, τὴν διὰ τῶν ἔργων φανερουμένην ἀδικίαν ἐκόλασεν,
νυνὶ δὲ περὶ τὸ ἕτερον τῆς ἁμαρτίας εἶδος βλέπειν τὸν νόμον ἐποίησεν, οὐ τὸ ἔργον τὸ πονηρὸν τιμωρούμενος,
ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν γένοιτο προμηθούμενος.
Τὸ γὰρ τῆς προαιρέσεως ἐξελεῖν τὴν κακίαν, ἐκ πολλοῦ τοῦ περιόντος ἐστὶν ἀλλότριον τῶν πονηρῶν ἔργων τὸν βίον ἐργάσασθαι.
Πολυμεροῦς δὲ καὶ πολυειδοῦς τῆς κακίας οὔσης,
ἑκάστῳ τῶν ἀπηγορουμένων ἰδίαν τὴν διὰ τῶν παραγγελμάτων θεραπείαν ἀντέθηκεν.
Καὶ ἐπειδὴ πρό χειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀῤῥώστημα,
ἐκ τοῦ μᾶλλον ἐπικρατοῦντος τῆς θεραπείας ἄρχεται, τὸ ἀόργητον ἐν πρώτοις νομοθετήσας.
Ἐδιδάχθης, φησὶ, παρὰ τοῦ ἀρχαιοτέρου νόμου, τὸ Μὴ φονεῦσαι,
νῦν μάθε τὸ χωρίσαι τῆς ψυχῆς τὴν κατὰ τῶν ὁμοφύλων ὀργήν.
Οὐ γὰρ καθόλου τὴν ὀργὴν ἀπεῖπεν·
ἔστι γὰρ καὶ ἐπὶ καλῷ ποτε τῇ τοιαύτῃ τῆς ψυχῆς χρήσασθαι ὁρμῇ,
ἀλλὰ τὸ πρὸς τὸν ἀδελφὸν ὀργιστικῶς ποτε σχεῖν ἐπὶ μηδενὶ ἀγαθῷ,
τοῦτο ἡ παραγγελία κατέσβεσεν.
Πᾶς γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ἐκ τοῦ εἰκῆ.
Ἡ γὰρ προσθήκη τοῦ εἰκῆ, δείκνυσι τὸ εὔκαιρον πολλάκις τῆς τοῦ θυμοῦ χρήσεως,
ὅταν ἐπὶ κολάσει τῆς ἁμαρτίας ζέσῃ τὸ πάθος.
Τοῦτο τὸ εἶδος τῆς ὀργῆς τῷ Φηνεὲς ὁ τῆς Γραφῆς λόγος προεμαρτύρησεν,
ὅτε τῇ σφαγῇ τῶν παρανομούντων τὴν κατὰ τοῦ λαοῦ κινηθεῖσαν ἀπειλὴν τοῦ Θεοῦ ἱλεώσατο.
Πάλιν μεταβαίνει τῇ θεραπείᾳ πρὸς τὰ διὰ τῆς ἡδονῆς πλημμελούμενα,
καὶ τῆς μοιχείας τὴν ἄτοπον ἐπιθυμίαν ἐξαιρεῖ τῆς καρδίας διὰ τοῦ παραγγέλματος.
Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα εὑρήσεις, ἐν τοῖς ἐφεξῆς διορθοῦντα τὸν Κύριον,
πρὸς ἕκαστον τῶν τῆς κακίας εἰδῶν ταῖς νομοθεσίαις ἱστάμενον.
Κωλύει τὸ ἄρχειν ἀδίκων χειρῶν, διὰ τὸ μηδὲ ἀμύνεσθαι συγχωρῆσαι.
Ὑπερ ορίζει τὸ κατὰ πλεονεξίαν πάθος, διὰ τοῦ πρὸς τὸ ἀποδύνεσθαι τῷ ἀφελομένῳ,
καὶ τὸ ὑπολειφθὲν προστάξαι.
Θεραπεύει τὴν δειλίαν, καταφρονητικῶς πρὸς τὸν θάνατον ἔχειν ἐκκελευόμενος,
Καὶ ὅλως δι' ἑκάστου τῶν παραγγελμάτων, εὑρήσεις ἀρότρου δίκην τὸν ἀροτριακὸν λόγον,
τὰς πονηρὰς τῶν ἁμαρτιῶν ῥίζας ἐκ τοῦ βάθους τῆς καρδίας ἡμῶν ἀνορύσσοντα,
δι' ὧν ἔστι τῆς ἀκανθώδους καθαρθῆναι καρποφορίας.
Οὐκοῦν δι' ἀμφοτέρων εὐεργετεῖται τὴν φύσιν, οἷς τε τὸ ἀγαθὸν ἐπαγγέλλεται,
οἷς τε τὴν πρὸς τὸ προκεί μενον διδασκαλίαν ἡμῖν ὑποτίθεται.
Εἰ δὲ ἐπίπονος τῶν ἀγαθῶν σπουδή σοι νομίζεται,
σύγκρινον τῷ ἐναντίῳ βίῳ καὶ εὑρήσεις ὅσον ἐπιπονωτέρα ἐστὶν ἡ κακία,
εἰ μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ ταῦτα βλέποις.
Ὁ γὰρ γεέννας ἀκούσας, οὐκέτι πόνῳ τινὶ καὶ σπουδῇ τῶν κατὰ τὴν ἁμαρτίαν ἡδονῶν χωρισθήσε·
ἀλλ' ἀρκέσει μόνος ὁ φόβος τοῖς λογισμοῖς ἐγγενόμενος, ἐξορίσαι τὰ πάθη.
Μᾶλλον δὲ καλῶς ἔχει τῷ σιωπωμένῳ συνυπακουόμενον κατανοήσαντας, σφοδροτέραν ἐντεῦθεν τὴν ἐπιθυμίαν λαβεῖν.
Εἰ γὰρ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ἐλεεινοὶ πάντως οἱ κατεῤῥυπωμένοι τὸν νοῦν·
ὅτι πρὸς τὸ τοῦ ἀντικειμένου πρόσωπον βλέπουσιν.
Καὶ εἰ αὐτὸς ὁ θεῖος χαρακτὴρ τῷ κατ' ἀρετὴν ἐντυποῦται βίῳ, δῆλον ὅτι ἡ κατὰ κακίαν ζωὴ μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται.
Ἀλλὰ μὴν εἰ κατὰ διαφόρους ἐπινοίας ὁ Θεὸς ἑκάστῳ τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ἐπονομάζεται,
φῶς, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστίν·
πάντως ἐκ τοῦ ἀντιστρόφου, τὸ ἑκάστου τούτων ἀντικείμενον,
τῷ τῆς κακίας εὑρέτῃ ὀνομασθήσεται,
σκότος καὶ θάνατος καὶ φθορὰ, καὶ ὅσα τούτοις ὁμογενῆ καὶ ὁμόφυλα.
Οὐκοῦν μαθόντες, διὰ τίνων ἥ τε κακία καὶ ὁ κατ' ἀρετὴν μορφοῦται βίος,
ἐξουσίας ἡμῖν πρὸς ἑκάτερον τούτων κατὰ τὸ αὐτεξούσιον τῆς προαιρέσεως προκειμένης,
φύγωμεν τὴν τοῦ διαβόλου μορφὴν,
ἀποθώμεθα τὸ πονηρὸν προσωπεῖον,
ἀναλάβωμεν τὴν θείαν εἰκόνα,
γενώμεθα καθαροὶ τῇ καρδίᾳ,
ἵνα γενώμεθα μακάριοι
τῆς θείας εἰκόνος ἐν ἡμῖν μορφωθείσης,
διὰ τῆς καθαρᾶς πολιτείας,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ εἰρηνοποιοί·
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνοπηγίας,
ἣν κατὰ τὸν ἐν τῷ ὄρει παρὰ τοῦ Θεοῦ δειχθέντα τύπον ὁ νομοθέτης τοῖς Ἰσραηλίταις κατεσκευάσατο,
πάντα μὲν ἅγιά τε καὶ ἱερὰ καθ' ἕκαστον ἦν,
ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο·
τὸ δὲ ἐνδότατον ἐν τούτοις ἄδυτόν τε καὶ ἄβατον ἦν,
Ἅγιον ἁγίων λεγόμενον·
δεικνύσης, οἶμαι, τῆς ἐπιτατικῆς ταύτης ὀνοματοποιΐας,
τὸ μὴ κατὰ τὸ ὁμότιμον τοῖς ἄλλοις μετέχειν κἀκεῖνο τῆς ἁγιότητος·
ἀλλ' ὅσον διέφερεν τοῦ κοινοῦ καὶ βεβήλου τὸ ἀφιερωμένον καὶ ἅγιον,
τοσοῦτον ἐκεῖνο τὸ ἄδυτον τῶν περὶ αὐτὸ ἁγίων ἱερώτερόν τε καὶ καθαρώτερον εἶναι.
Οἶμαι τοίνυν ἐγὼ κατὰ τὸν αὐτὸν τρόπον,
τῶν ἐν τῷ ὄρει τούτῳ προδειχθέντων ἡμῖν μακαρισμῶν,
πάντα μὲν ἱερά τε καὶ ἅγια καθ' ἕκαστον εἶναι.
ὅσα προλαβὼν ὁ θεῖος κατεσκεύασε λόγος·
τὸ δὲ νῦν τῇ θεωρίᾳ προκείμενον,
ἄδυτον ὡς ἀληθῶς καὶ Ἅγιον ἁγίων εἶναι.
Εἰ γὰρ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει,
τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ πᾶσαν εὐκληρίαν πάντως ἐστίν·
ποία γὰρ ῥημάτων ἐπίνοια;
τίς ἐξ ὀνομάτων σημασία τῆς τηλικαύτης ἐπαγγελίας τὴν δωρεὰν περιλήψεται;
Ὅπερ ἄν τις τῇ διανοίᾳ νοήσῃ,
ὑπὲρ ἐκεῖνο πάντως ἐστὶ τὸ δηλούμενον·
ἐὰν ἀγαθὸν, ἢ τίμιον, ἢ ὑψηλὸν ὀνομάσῃς τὸ κατὰ τὸν μακαρισμὸν τοῦτον δι' ἐπαγγελίας προκείμενον,
πλέον ἢ κατὰ τὴν ἔμφασιν τῶν ὀνομάτων ἐστὶ τὸ δηλούμενον·
ὑπὲρ εὐχὴν ἡ ἐπιτυχία, ὑπὲρ ἐλπίδα τὸ δῶρον, ὑπὲρ τὴν φύσιν ἡ χάρις.
Τί ἐστιν ἄνθρωπος ὡς πρὸς τὴν θείαν φύσιν κρινόμενος;
Τίνος εἴπω τῶν ἁγίων φωνὴν,
δι' ἧς ἐξευτελίζεται τὸ ἀνθρώπινον;
κατὰ τὸν Ἀβραὰμ γῆ καὶ σποδός·
κατὰ τὸν Ἡσαΐαν χόρτος·
κατὰ τὸν ∆αβὶδ οὐδὲ χόρτος, ἀλλ' ἐοικὸς χόρτῳ.
Ὁ μὲν γὰρ λέγει, Πᾶσα σὰρξ χόρτος·
οὗτος δέ φησι·
Ἄνθρωπος ὡσεὶ χόρτος·
κατὰ τὸν Ἐκκλησιαστὴν ματαιότης·
κατὰ τὸν Παῦλον, ταλαιπωρία.
Οἷς γὰρ ἑαυτὸν ὁ Ἀπόστολος κατωνόμασεν,
τούτοις ἅπαν κατοικτίζεται τὸ ἀνθρώπινον.
Ταῦτα ὁ ἄνθρωπος·
ὁ δὲ Θεὸς τί;
Πῶς εἴπω τὸ τί, ὃ μήτε ἰδεῖν δυνατὸν, μήτε ἀκοῇ χωρῆσαι, μήτε καρδίᾳ λαβεῖν;
Ποίαις φωναῖς ἐξαγγείλω τὴν φύσιν;
Τί εὕρω τοῦ ἀγαθοῦ τούτου ἐν τοῖς γινωσκομένοις ὑπόδειγμα;
Ποίας καινοτομήσω φωνὰς, πρὸς τὴν τοῦ ἀφράστου τε καὶ ἀνεκφωνήτου ση μασίαν;
Ἤκουσα τῆς θεοπνεύστου Γραφῆς μεγάλα περὶ τῆς ὑπερκειμένης φύσεως διεξιούσης·
ἀλλὰ τί ταῦτα πρὸς αὐτὴν τὴν φύσιν;
Ὅσον γὰρ ἐγὼ ἐχώρουν δέξασθαι, τοσοῦτον εἶπεν ὁ λόγος, οὐχ ὅσον ἐστὶ τὸ δηλούμενον.
Ὡς γὰρ οἱ ἀναπνέοντες τὸν ἀέρα κατὰ τὴν ἐν ἑαυτῷ ἕκαστος εὐρυχωρίαν,
ὁ μὲν πλεῖον, ὁ δὲ ἔλαττον τοῦ ἀέρος ἀνέλαβεν·
οὐ μὴν ὁ πολὺν ἐν ἑαυτῷ κατασχὼν τὸν ἀέρα,
ἅπαν τὸ στοιχεῖον ἐντὸς ἑαυτοῦ πεποίηται,
ἀλλὰ καὶ οὗτος ἔλαβεν ἐκ τοῦ ὅλου ὅσον ἠδύνατο,
καὶ τὸ ὅλον ἐστίν·
οὕτως καὶ αἱ τῆς ἁγίας Γραφῆς θεολογίαι,
αἱ παρὰ τῶν τῷ ἁγίῳ Πνεύματι θεοφορουμένων ἡμῖν ἐκτεθεῖσαι,
πρὸς μὲν τὸ ἡμέτερον τῆς διανοίας μέτρον,
ὑψηλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ πᾶν εἰσι μέγεθος·
τοῦ τε ἀληθινοῦ μεγέθους οὐ προσαπτόμεναι.
Τίς ἐμέτρησε, φησὶ, τὸν οὐρανὸν σπιθαμῇ,
καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ πᾶσαν τὴν γῆν δρακί;
Ὁρᾷς τὴν μεγαλοφυΐαν τοῦ τὴν ἄφραστον διαγράφοντος δύναμιν;
ἀλλὰ τί ταῦτα πρὸς τὸ ὄντως ὄν;
Μέρος γάρ τοι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις, ὁ προφητικὸς ἐνεδείξατο λόγος·
αὐτὴν δὲ τὴν δύναμιν ἀφ' ἧς ἡ ἐνέργεια,
ἵνα μὴ εἴπω τὴν φύσιν, ἀφ' ἧς ἡ δύναμις,
οὔτε εἶπεν, οὔτε ἐμέλλησεν·
ἀλλὰ καὶ καθάπτεται τῷ λόγῳ τῶν στοχασμοῖς τισι τὸ Θεῖον ἀπεικονιζόντων,
ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ τοιοῦτον διεξιών·
Τίνι με ὁμοιώσατε;
λέγει Κύριος.
Τὴν ἴσην δὲ συμβουλὴν καὶ ὁ Ἐκκλησιαστὴς τοῖς ἰδίοις ἐγκατατίθεται λόγοις,
Μὴ σπεύσῃς ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου τοῦ Θεοῦ·
ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω·
δεικνὺς, οἶμαι, διὰ τῆς τῶν στοιχείων πρὸς ἄλληλα διαστάσεως,
ὅσῳ τῷ μέτρῳ ἡ θεία φύσις τῶν λογισμῶν γηΐνων ὑπερανέστηκεν.
Τούτῳ μέντοι τῷ τοιούτῳ καὶ τοσούτῳ πράγματι,
ὃ οὔτε ἰδεῖν ἔστιν, οὔτε ἀκοῦσαι, οὔτε λογίσασθαι,
ὁ ἀντ' οὐδενὸς ἐν τοῖς οὖσι λελογισμένος ἄνθρωπος,
ἡ σποδὸς, ὁ χόρτος, ἡ ματαιότης, οἰκειοῦται,
εἰς υἱοῦ τάξιν παρὰ τοῦ Θεοῦ τῶν ὅλων προσλαμβανόμενος.
Τί τῆς χάριτος ταύτης ἔστιν εὑρεῖν εἰς εὐχαριστίαν ἐπάξιον;
Ποίαν φωνὴν, ποίαν διάνοιαν, ποίαν ἐνθυμήσεως κίνησιν,
δι' ἣν τὴν τῆς χάριτος ὑπερβολὴν ἀνυμνήσει;
ἐκβαίνει τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος,
ἀθάνατος ἐκ θνητοῦ, καὶ ἐξ ἐπικήρου ἀκήρατος,
καὶ ἐξ ἐφημέρου ἀΐδιος, καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος.
Ὁ γὰρ Θεοῦ υἱὸς γενέσθαι ἀξιωθεὶς,
ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα,
καὶ πάντων γίνεται τῶν πατρικῶν ἀγαθῶν κληρονόμος·
ὢ τῆς μεγαλοδωρεᾶς τοῦ πλουσίου ∆εσπότου!
ὢ τῆς πλατείας παλάμης!
ὢ τῆς μεγάλης χειρός!
ἡλίκα τῶν ἀποῤῥήτων θησαυρῶν τὰ χαρίσματα!
Εἰς τὸ ὁμότιμον ἑαυτῷ σχεδὸν τὴν ἐξ ἁμαρτίας ἀτιμωθεῖσαν φύσιν ὑπὸ φιλανθρωπίας ἄγει.
Εἰ γὰρ ὅπερ αὐτός ἐστι κατὰ τὴν φύσιν,
τούτου τὴν οἰκειότητα τοῖς ἀνθρώποις χαρίζεται·
τί ἄλλο, ἢ οὐχὶ ὁμοτιμίαν τινὰ διὰ τῆς συγγενείας κατεπαγγέλλεται;
Τὸ μὲν οὖν ἔπαθλον τηλικοῦτον·
ὁ δὲ ἆθλος τίς;
Ἐὰν εἰρηνοποιήσῃ, φησὶ, τῇ τῆς ὑποθεσίας χάριτι στεφανωθήσῃ.
Ἐμοὶ δοκεῖ καὶ τὸ ἔργον ἐφ' ᾧ τὸν τοσοῦτον μισθὸν ἐπαγγέλλεται ἕτερον δῶρον εἶναι.
Τί γὰρ εἰς ἀπόλαυσιν τῶν κατὰ τὸν βίον σπουδαζομένων τῆς εἰρηνικῆς ἐστι τοῖς ἀνθρώποις γλυκύτερον ζωῆς;
ὅτιπερ ἂν εἴπῃς τῶν ἡδέων κατὰ τὴν ζωὴν,
εἰρήνης χρῄζει τὸ εἶναι ἡδύ.
Εἰ γὰρ πάντα εἴη, ὅσα κατὰ τὸν βίον τετίμηται, πλοῦτος, εὐεξία, γαμετὴ, παῖδες, οἰκία, γονεῖς, ὑπηρέται, φίλοι·
γῆ, θάλασσα, τοῖς οἰκείοις ἑκατέρα πλουτίζουσα·
παράδεισοι, θῆραι, λουτρὰ, παλαῖστραι, γυμνάσια·
τρυφητήριά τε καὶ ἡβητήρια·
καὶ πάντα, ὅσα ἐστὶ τῆς ἡδονῆς ἐφευρήματα·
προσκείσθω τούτοις τὰ ἡδέα θεάματα, καὶ τὰ μουσικὰ ἀκροάματα·
καὶ εἴ τι ἄλλο δι' οὗ τοῖς τρυφῶσιν ὁ βίος ἡδύνεται.
Εἰ ταῦτα μὲν εἴη πάντα, τὸ δὲ τῆς εἰρήνης ἀγαθὸν μὴ παρῇ, τί κέρδος ἐκείνων, πολέμου τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἐπικόπτοντος;
οὐκοῦν ἡ εἰρήνη αὕτη τε ἡδεῖά ἐστι τοῖς μετέχουσι,
καὶ πάντα καταγλυκαίνει τὰ ἐν τῷ βίῳ τιμώμενα.
Ἀλλὰ κἄν τινα συμφορὰν κατὰ τὸ ἀνθρώπινον ἐν εἰρήνῃ πάθωμεν, ἀγαθῷ τὸ κακὸν συγκεκραμένον ῥᾷον τοῖς πεπονθόσι γίνεται·
πολέμου δὲ τὴν ζωὴν συνέχοντος, ἀναισθητοῦμεν τρόπον τινὰ πρὸς τὰς τοιαύτας τῶν λυπηρῶν ἀφορμάς.
Ὑπερβάλλει γὰρ ταῖς ἀλγηδόσι τὰ καθ' ἕκαστον ἡ κοινὴ συμφορά.
Καὶ ὥσπερ οἱ ἰατροὶ περὶ τῶν σωματικῶν λέγουσι παθημάτων,
εἰ δύο κατ' αὐτὸν ἐν ἑνὶ σώματι πόνοι συμπέσοιεν,
τοῦ ὑπερβάλλοντος μόνου τὴν αἴσθησιν γίνεσθαι·
λανθάνειν δέ πως τοῦ ἐλάττονος κακοῦ τὴν ἀλγηδόνα,
τῇ ἐπιβολῇ τοῦ ἐπικρατοῦντος ἐκκλεπτομένην·
οὕτω τὰ τοῦ πολέμου κακὰ τοῖς ἀλγεινοῖς ὑπερβάλλοντα, πρὸς τὰς ἰδίας συμφορὰς ἀναισθήτως ἔχειν τοὺς καθ' ἕκαστον παρασκευάζει.
Εἰ δὲ πρὸς τὴν τῶν κακῶν τῶν ἰδίων αἴσθησιν ἀποναρκᾷ πως ἡ ψυχὴ, τοῖς κοινοῖς τοῦ πολέμου κακοῖς ἐκπεπληγμένῃ, πῶς τῶν ἡδέων αἴσθησιν ἕξει;
Ποῦ ὅπλα καὶ ἵπποι, καὶ τεθηγμένος σίδηρος, καὶ σάλπιγξ ἠχοῦσα;
καὶ φάλαγγες τοῖς δόρασι φρίσσουσαι, καὶ ἀσπίδες συνερειδόμεναι, καὶ κράνη τοῖς λόφοις φοβερῶς ἐπινεύοντα, συμπτώσεις, ὠθισμοὶ, συμπλοκαὶ, μάχαι, ἀνδροκτασίαι, φυγαὶ, διώξεις, οἰμωγαὶ, ἀλαλαγμοὶ, γῆ τοῖς αἵμασιν ὑγραινομένη, νεκροὶ πατούμενοι, τραυματίαι καταλειπόμενοι, καὶ πάντα ὅσα ἐν τοῖς πικροῖς ἐστι τοῦ πολέμου συμπτώμασιν;
ἆρα ὁ ἐν τούτοις ὢν σχέσει ποτὲ πρὸς τὴν τοῦ εὐφραίνοντος μνήμην τὸν λογισμὸν ὑποκλίναι;
Εἰ δέ που καὶ ὑποδράμοι τὴν ψυχὴν μνήμη τῶν ἡδίστων τινός·
οὐχὶ προσθήκη γίνεται συμφορᾶς ἐν τῷ τῶν κινδύνων καιρῷ ἡ τῶν φιλτάτων ὑπόμνησις τὸν λογισμὸν ὑπελθοῦσα;
Οὐκοῦν ὁ μισθόν σοι διδοὺς, εἰ τῶν κατὰ πόλεμον κακῶν χωρισθείης, δύο σοι κεχάρισται δωρεάς.
Ἓν μὲν γάρ ἐστι δῶρον τὸ ἔπαθλον·
ἕτερον δὲ δῶρον αὐτὸς ὁ ἆθλος.
Ὥστε καὶ εἰ μηδὲν τῷ τοιούτῳ κατ' ἐλπίδα πρόσκειτο,
αὐτὴ δι' ἑαυτὴν ἡ εἰρήνη πάσης ἂν ἦν τοῖς γε νοῦν ἔχουσι προτιμοτέρα σπουδῆς.
Ἐν τούτῳ τοίνυν ἔστι τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐπιγνῶναι, ὅτι τὰς ἀγαθὰς ἀντιδόσεις,
οὐ πόνοις καὶ ἱδρῶσιν,
ἀλλ' εὐπα θείαις τρόπον τινὰ καὶ θυμηδίαις κεχάρισται·
εἴπερ τὸ κεφάλαιον τῶν εὐφραινόντων ἡ εἰρήνη ἐστὶν,
ἣν τοσαύτην ἑκάστῳ παρεῖναι βούλεται,
ὡς μὴ μόνον αὐτὸν ἕκαστον ἔχειν,
ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος καὶ τοῖς μὴ ἔχουσι νέμειν.
Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοί.
Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ·
οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο, ὃ μὴ αὐτὸς ἔχει.
Βούλεται τοίνυν πρότερον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν,
εἶθ' οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτήματος.
Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιεργαζέσθω ὁ λόγος·
αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν, καὶ τὸ πρόχειρον νόημα.
Μακάριοι οἱ εἰρηνοποιοί.
Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται,
διὰ τῆς περιλήψεως ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ' ἕκαστον,
Τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν.
Τί ἄλλο, ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις;
τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον;
Μῖσος, ὀργὴ, θυμὸς, φθόνος, μνησικακία, ὑπόκρισις,
ἡ κατὰ πόλεμον συμφορά.
Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή;
Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται,
καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ,
Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται,
καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος·
οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης,
λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη.
Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν,
οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός·
σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι,
οἷος ὁ βίος τῶν ἀλλήλους δι' ὑποψίας καὶ μίσους ἐχόντων,
ὧν δυσάντητοι μὲν αἱ συντυχίαι,
βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα·
ἄφθογγα δὲ τὰ στόματα,
καὶ ἀπεστραμμένα τὰ βλέμματα·
καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ.
Πᾶν δὲ φίλον ἑκατέρῳ αὐτῶν, ὃ τῷ ἑτέρῳ μὴ φίλον·
καὶ ἐκ τοῦ ἐναντίου πᾶν ἐχθρὸν, καὶ πολέμιον, ὃ τῷ δυσμενεῖ καταθύμιον.
Ὥσπερ τοίνυν τὰ εὐώδη τῶν ἀρωμάτων,
τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ·
οὕτω σοι βούλεται κατὰ περιουσίαν πλεονάζειν τῆς εἰρήνης τὴν χάριν,
ὥστε τὸν σὸν βίον θεραπείαν εἶναι τῆς ἀλλοτρίας νόσου.
Ὅσον δὲ τὸ τοιοῦτόν ἐστιν ἀγαθὸν, ἀκριβέστερον ἂν ἐπιγνοίης,
ἑκάστου τῶν ἐκ τῆς δυσμενοῦς προαιρέσεως ἐγγινομένων τῇ ψυχῇ παθημάτων τὰς συμφορὰς λογιζόμενος.
Τίς ἂν διεξέλθοι πρὸς ἀξίαν τῆς ὀργῆς τὰ πάθη;
Τίς ὑπογράψει λόγος τὴν ἀσχημοσύνην τῆς τοιαύτης νόσου;
Ὁρᾷς τὰ τῶν δαιμονώντων πάθη τοῖς ὑπὸ θυμοῦ κεκρατημένοις ἐπιφαινόμενα.
Λόγισαι παράλληλα τοῦ τε δαίμονος καὶ τοῦ θυμοῦ τὰ συμπτώματα,
καὶ τίς ἐν τούτοις ἡ διαφορά.
Ὕφαιμος καὶ διάστροφος τῶν δαιμονώντων ὀφθαλμὸς,
παράφορος ἡ γλῶσσα, τραχὺ τὸ φθέγμα,
ὀξεῖα καὶ ὑλακώδης ἡ φωνή.
Κοινὰ ταῦτα καὶ τοῦ θυμοῦ καὶ τοῦ δαίμονος,
κλόνος κεφαλῆς,
χειρῶν ἔμπληκτοι κινήσεις,
βρασμὸς ὅλου τοῦ σώματος,
ἄστατοι πόδες,
μία τῶν δύο νοσημάτων ἡ διὰ τῶν τοιούτων ὑπογραφή.
Τοσοῦτον μόνον παρήλλακται τοῦ ἑτέρου τὸ ἕτερον,
ὅσον τὸ μὲν ἑκούσιον εἶναι κακὸν,
τὸ δὲ ἀβουλήτως προσπίπτειν οἷς ἂν ἐγγίνεται.
Τὸ δὲ κατ' ἰδίαν ὁρμὴν ἐν συμφορᾷ γενέσθαι,
τοῦ παρὰ γνώμην παθεῖν, ὅσον ἐλεεινότερον;
Καὶ τὴν μὲν ἐκ δαίμονος νόσον ὁ ἰδὼν πάντως ἠλέησε·
τὴν δὲ ἐκ θυμοῦ παραφορὰν,
ὁμοῦ τε εἶδεν καὶ ἐμιμήσατο,
ζημίαν ἐκκρίνων τὸ μὴ ὑπερβάλλεσθαι τῷ καθ' ἑαυτὸν πάθει τὸν προνοσήσαντα.
Καὶ ὁ μὲν δαίμων στρεβλῶν τοῦ ἐμπαθοῦς τὸ σῶμα,
μέχρις ἐκείνου τὸ κακὸν ἵστησι,
κατὰ τοῦ ἀέρος εἰκῆ διαῤῥίπτων τοῦ μεμηνότος τὰς χεῖρας·
ὁ δὲ τοῦ θυμοῦ δαίμων οὐκ ἀργὰς ποιεῖ τὰς κινήσεις τοῦ σώματος.
Ἐπειδὰν γὰρ ἐπικρατήσῃ τὸ πάθος,
καὶ ὑπερζέσῃ τὸ περικάρδιον αἷμα τῆς μελαίνης χολῆς,
ὥς φασιν, ἐκ τῆς θυμώδους διαθέσεως ἁπανταχῇ κατασπαρείσης τῷ σώματι, τότε ὑπὸ τῶν ἔνδοθεν συνθλιβομένων ἀτμῶν, στενοχωρεῖται πάντα τὰ περὶ τὴν κεφαλὴν αἰσθητήρια·
ὀφθαλμοὶ μὲν ὑπὸ τὴν τῶν βλεφάρων περιγραφὴν ἐξωθοῦνται,
ὕφαιμόν τι καὶ δρακοντῶδες πρὸς τὸ λυποῦν ἀτενίζοντες·
ἄσθματι δὲ τὰ σπλάγχνα συνέχεται·
διοίσουσι δὲ κατὰ τοῦ αὐχένος αἱ φλέβες,
καὶ ἡ γλῶσσα παχύνεται·
καὶ ἡ φωνὴ στενουμένης τῆς ἀρτηρίας ἑκουσίως ὀξύνεται·
καὶ τὰ χείλη τῇ ὑποσπορᾷ τῆς ψυχρᾶς ἐκείνης χολῆς πήγνυται καὶ περιμελαίνεται,
καὶ δυσκίνητα γίνεται πρὸς τὴν κατὰ φύσιν διαστολὴν καὶ ἐπίμυσιν,
ὡς μηδὲ τὸν πτύελον ἐν τῷ στόματι πλεονάζοντα περικρατεῖν δύνασθαι,
ἀλλὰ συνεκβαλεῖν τοῖς ῥήμασι,
τοῦ βεβιασμένου φθόγγου τὸν ἀφρὸν παραπτύοντος.
Τότε τοίνυν καὶ τὰς χεῖρας ἔστιν ἰδεῖν ἀνακινουμένας ὑπὸ τῆς νόσου, καὶ τοὺς πόδας ὡσαύτως·
κινεῖται δὲ τὰ μέλη ταῦτα, οὐκέτι μάτην,
καθάπερ ἐπὶ τῶν δαιμονώντων γίνε,
ἀλλ' ἐπὶ κακῷ τῶν ἀλλήλοις διὰ τῆς νόσου συμπλεκομένων.
Εὐθὺς γὰρ πρὸς τὰ καίρια τῶν αἰσθητηρίων αἱ ὁρμαὶ τῶν ἀλλήλους πληττόντων γίνονται.
Εἰ δέ που προσεγγίσει ἐν τῇ συμπλοκῇ τὸ στόμα τῷ σώματι, οὐδὲ οἱ ὀδόντες ἄπρακτοι μένουσιν,
ἀλλ' ἐμφύονται θηρίου δίκην οἷς ἂν ἐμπελάσωσι.
Καὶ τίς ἂν τὰ καθ' ἕκαστον εἴποι κακὰ,
ὅσα ἐκ τοῦ θυμοῦ τὴν γένεσιν ἔχει;
Ὁ τοίνυν κωλύων τὴν τοιαύτην ἀσχημοσύνην,
εἰκότως ἂν μακαριστός τε καὶ τίμιος, ἐκ τῆς μεγίστης εὐεργεσίας ὀνομάζοιτο.
Εἰ γὰρ ὁ σωματικῆς τινος ἀηδίας χωρίσας τὸν ἄνθρωπον, τίμιος διὰ τῆς τοιαύτης εὐποιΐας ἐστί·
πόσῳ μᾶλλον ὁ τὴν ψυχὴν τῆς νόσου ταύτης ἐλευθερώσας,
ὡς εὐεργέτης τοῦ βίου παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται;
Ὅσον γὰρ κρείττων ἡ ψυχὴ τοῦ σώματος,
τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος.
Καὶ μηδεὶς οἰέσθω τῶν ἐκ τοῦ μίσους ἐνεργουμένων κακῶν, τὴν κατὰ τὸν θυμὸν ἀηδίαν οἴεσθαί με χαλεπωτάτην εἶναι.
∆οκεῖ μοι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος πολλῷ χαλεπώτερον τοῦ μνημονευθέντος εἶναι·
ὅσῳ καὶ δεινότερον τοῦ προδήλου τὸ κεκρυμμένον.
Καὶ γὰρ τῶν κυνῶν τούτους πλέον διευλαβούμεθα,
ὧν οὔτε ὑλακὴ τὸν θυμὸν προμηνύει,
οὔτε κατὰ τὸ πρόσωπον ἔφοδος ἀλλ' εὐπράῳ τε καὶ ἡμέρῳ τῷ σχήματι τὸ ἀπροόρατόν τε καὶ ἀπερίσκεπτον ἡμῶν ἐπιφυλάττουσι·
τοιοῦτόν ἐστι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος, οἷς ἔνδοθεν μὲν ἐν τῷ βάθει τῆς καρδίας τὸ μῖσος,
οἷόν τι πῦρ κατὰ τὸ λεληθὸς ὑποτρέφεται,
τὸ δὲ φαινόμενον τῇ ὑποκρίσει κατασχηματίζεται πρὸς τὸ φίλον.
Ὥσπερ δὲ εἰ πῦρ ἀχύροις ὑποκρυφθείη,
τέως μὲν ἔνδοθεν διασμύχει τῇ καύσει τὰ παρακείμενα,
φλὸξ δὲ κατὰ τὸ φαινόμενον οὐκ ἐκδίδοται,
ἀλλὰ δριμύς τις καπνὸς βιαίως ἔνδοθεν συνθλιβόμενος διεξέρχεται·
εἰ δέ τινος τύχῃ διαπνοῆς,
τότε εἰς λαμπράν τε καὶ ἔκδηλον ἀναῤῥιπίζεται φλόγα·
οὕτω καὶ ὁ φθόνος διεσθίει μὲν ἔνδοθεν τὴν καρδίαν,
πυρὸς δίκην οἷον ἀχύρων πεπιλημένον τινὰ χημῶνα·
καὶ κρύπτει μὲν ὑπ' αἰσχύνης τὴν νόσον,
οὐ μὴν δυνατός ἐστιν εἰς τὸ παντελὲς ἐπικρύψασθαι·
ἀλλ' οἷόν τις καπνὸς δριμὺς ἐκ τοῦ φθόνου πικρία τοῖς περὶ τὸ σχῆμα συμπτώμασιν ἐνδιαφαίνεται.
Εἰ δέ τις συμφορὰ τοῦ φθονουμένου προσάψαιτο,
τότε φανεροῖ τὴν νόσον,
ἐν εὐφροσύνῃ τε καὶ ἡδονῇ τὴν ἐκείνου λύπην ποιούμενος.
Κατηγορεῖται δὲ τὰ κρυπτὰ τοῦ πάθους,
ἕως ἂν λανθάνειν δοκῇ,
διὰ τῶν φανερῶν τεκμηρίων περὶ τὸ πρόσωπον.
Τὰ γὰρ ἐπιθανάτια τῶν ἀπεγνωσμένων σημεῖα,
ταῦτα τοῦ διὰ φθόνου ἐκτετηκότος πολλάκις γίνεται, ὀφθαλμοὶ ξηροὶ, κατεσκληκόσι τοῖς βλεφάροις ἐγκοιλαινόμενοι, ὀφρὺς συμπεπτωκυῖα,
ὀστέα τῶν σαρκῶν ἐν τόπῳ διαφαινόμενα.
Ἡ δὲ αἰτία τῆς νόσου τίς;
Τὸ ἐν ἀθυμίᾳ ζῇν ἀδελφὸν, ἢ οἰκεῖον, ἢ γείτονα.
Ὢ καινῶν ἀδικημάτων!
Ἔγκλημα ποιεῖσθαι τὸ μὴ δυστυχεῖν ἐκεῖνον,
οὗ ταῖς εὐπραγίαις ἀλγύνεται·
οὐκ ἐξ ὧν αὐτός τι πέπονθε παρ' αὐτοῦ κακὸν τὴν ἀδικίαν κρίνων,
ἀλλ' ἐξ ὧν ἐκεῖνος ἀδικῶν οὐδὲν, ἐν τοῖς καταθυμίοις ἐστί.
Τί πέπονθας, ὦ δείλαιε;
πρὸς αὐτὸν εἴποιμι ἄν·
ἀντὶ τίνος ἐκτέτηκας, πικρῷ τῷ ὀφθαλμῷ τὰς εὐπραγίας ὑποβλέπων τοῦ γείτονος;
Τί ἐγκαλεῖν ἔχεις;
Εἰ εὐπρεπὴς ἐκεῖνος τῷ σώματι;
Εἰ λόγῳ κεκόσμηται;
Εἰ τῷ γένει τὸ πλέον ἔχει;
Εἴ τινος ἀρχῆς ἐπιβὰς λαμπρὸς ἐπὶ τῆς ἀξίας ὁρᾶται;
Εἰ χρημάτων αὐτῷ τις εὐπορία προσγέγονεν;
Εἰ σεμνὸς ἐν λόγοις διὰ τὴν φρόνησιν;
Εἰ περίβλεπτος τοῖς πολλοῖς ἐξ εὐεργεσίας ἐστίν;
Εἰ παισὶν ἐπαγάλλεται;
Εἰ γαμετῇ εὐφραίνε;
Εἰ ταῖς τοῦ οἴκου προσόδοις λαμπρύνεται;
∆ιὰ τί σοι ταῦτα καθάπερ ἀκίδες βελῶν κατὰ τῆς καρδίας ἐμπίπτουσι;
Συγκροτεῖς τὰς παλάμας·
τοὺς δακτύλους συμπλέκεις·
ἀδημονεῖς τοῖς λογισμοῖς·
βύθιόν τι καὶ ὀδυνηρὸν ὑποστένεις·
ἀηδής σοι ἡ τῶν προσόντων ἀπόλαυσις·
πικρὰ ἡ τράπεζα·
κατηφὴς ἡ αἰτία·
ἕτοιμον τὸ οὖς πρὸς τὴν τοῦ εὐπράττοντος διαβολήν.
Εἰ δέ τι τῶν δεξιῶν λέγοιτο, βέβυσται ἡ ἀκοὴ πρὸς τὸν λόγον.
Καὶ οὕτω τὴν ψυχὴν διακείμενος, τί περιστέλλεις τῇ ὑποκρίσει τὴν νόσον;
Πῶς σοι τὸ τῆς φιλίας προσωπεῖον διὰ τῆς κατεσχηματισμένης εὐνοίας ἐπιμορφίζεται;
Τί δεξιοῖς ταῖς εὐφήμοις προσηγορίαις,
χαίρειν καὶ ὑγιαίνειν ἐγκελευόμενος,
τὰ ἐναντία δι' ἀποῤῥήτων κατὰ ψυχὴν ἐπαρώμενος;
Τοιοῦτος ὁ Κάϊν, ὁ τῇ εὐδοκιμήσει τοῦ Ἄβελ ἐπιλυσσήσας·
ὁ φθόνος μὲν ἔνδοθεν τὸν φόνον ἐνεκελεύετο,
ἡ δὲ ὑπόθεσις δήμιος γίνεται·
φίλον γάρ τι καὶ προσήγορον ὑπελθὼν σχῆμα, τῆς τῶν γονέων συμμαχίας πόῤῥωθεν αὐτὸν ἐπὶ τὸ πεδίον προήγαγεν·
εἶθ' οὕτως ἐξεκάλυψε τῷ φόνῳ τὸν φθόνον.
Ὁ τοίνυν τὴν τοιαύτην νόσον ἐκβάλλων τῆς ἀνθρωπίνης ζωῆς,
καὶ εὐνοίᾳ τε καὶ εἰρήνῃ, συνδεσμῶν τὸ ὁμόφυλον,
καὶ εἰς φιλικὴν ὁμοφωνίαν τοὺς ἀνθρώπους ἄγων,
ἆρ' οὐχὶ θείας ὄντως δυνάμεως ἔργον ποιεῖ,
τὰ μὲν κακὰ τῆς ἀνθρωπίνης φύσεως περιορίζων,
ἀντεισάγων δὲ τὴν τῶν ἀγαθῶν κοινωνίαν;
∆ιὰ τοῦτο υἱὸν Θεοῦ τὸν εἰρηνοποιὸν ὀνομάζει,
ὅτι μιμητὴς γίνεται τοῦ ἀληθινοῦ Θεοῦ,
ὁ ταῦτα τῇ ζωῇ τῶν ἀνθρώπων χαριζόμενος.
Μακάριοι τοίνυν οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τίνες οὗτοι;
Οἱ μιμηταὶ τῆς θείας φιλανθρωπίας, οἱ τὸ ἴδιον τῆς θείας ἐνεργείας ἐπὶ τοῦ ἰδίου δεικνύντες βίου.
Ἀναιρεῖ καθόλου καὶ εἰς τὸ μὴ ὂν περιίστησιν,
ὁ τῶν ἀγαθῶν εὐεργέτης καὶ Κύριος,
πᾶν ὅσον ἐστὶ τοῦ ἀγαθοῦ ἔκφυλόν τε καὶ ἀλλότριον.
Ταύτην νομοθετεῖ καὶ σοὶ τὴν ἐνέργειαν, ἐκβάλλειν τὸ μῖσος, καταλύειν τὸν πόλεμον, ἀφανίζειν τὸν φθόνον, ἐξορίζειν τὴν μάχην, ἀναιρεῖν τὴν ὑπόκρισιν, κατασβεννύειν ἔνδοθεν τὴν ὑποσμύχουσαν ἐν τῇ καρδίᾳ μνησικακίαν·
ἀντεισάγειν δὲ ἀντὶ τούτων, ὅσα τῇ ὑπεξαιρέσει τῶν ἐναντίων ἀντικάθηται.
Ὡς γὰρ τῇ τοῦ σκότους ὑποχωρήσει τὸ φῶς ἐπιγίνεται,
οὕτω καὶ ἀνθ' ἑκάστου τούτων, ὁ τοῦ πνεύματος καρπὸς ἀντεισέρχεται,
ἀγάπη, χαρὰ, εἰρήνη, χρηστότης, μακροθυμία,
ἅπας ὁ τῷ Ἀποστόλῳ κατειλεγμένος τῶν ἀγαθῶν ἀριθμός.
Πῶς οὖν οὐ μακάριος ὁ τῶν θείων δωρεῶν διανομεύς;
Ὁ μιμητὴς τῶν τοῦ Θεοῦ χαρισμάτων;
Ὁ τῇ θείᾳ μεγαλοδωρεᾷ τὰς ἰδίας ἐξομοιῶν εὐποιίας;
Τάχα δὲ οὐ πρὸς τὸ ἀλλότριον ἀγαθὸν μόνον ὁ μακαρισμὸς βλέπει·
ἀλλ' οἶμαι κυρίως εἰρηνοποιὸν χρηματίζειν,
τὸν τὴν ἐν ἑαυτῷ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος,
καὶ τὸν ἐμφύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν συμφωνίαν ἄγοντα,
ὅταν μηκέτι ἐνεργὸς ᾖ ὁ τοῦ σώματος νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς,
ἀλλ' ὑποζευχθεὶς τῇ κρείττονι βασιλείᾳ ὑπηρέτης γίνεται τῶν θείων ἐπιταγμάτων.
Μᾶλλον δὲ μὴ τοῦτο νομίσωμεν συμβουλεύειν τὸν λόγον,
τὸ ἐν δυάδι νοεῖσθαι τῶν κατωρθωκότων τὸν βίον·
ἀλλ' ἐπειδὰν ἐξαιρεθῇ τοῦ ἐν ἡμῖν φραγμοῦ τὸ μεσότοιχον τῆς κακίας, εἷς οἱ δύο τῇ πρὸς τὸ κρεῖττον ἀνακρίσει συμφυέντες γίνονται.
Ἐπειδὴ τοίνυν ἁπλοῦν τὸ θεῖον καὶ ἀσύνθετον,
καὶ ἀσχημάτιστον εἶναι πεπίστευται,
ὅταν καὶ [ἐπὶ] τὸ ἀνθρώπινον διὰ τῆς τοιαύτης εἰρηνοποιΐας,
ἔξω τῆς κατὰ τὴν διπλῆν συνθέσεως γένηται,
καὶ ἀκριβῶς εἰς τὸ ἀγαθὸν ἐπανέλθῃ,
ἁπλοῦν τε καὶ ἀσχημάτιστον,
καὶ ὡς ἀληθῶς ἓν γενόμενον,
ὡς ταὐτὸν εἶναι τῷ κρυπτῷ τὸ φαινόμενον,
καὶ τῷ φαινομένῳ τὸ κεκρυμμένον·
τότε ἀληθῶς κυροῦται ὁ μακαρισμὸς,
καὶ λέγονται κυρίως οἱ τοιοῦτοι υἱοὶ Θεοῦ, μακαρισθέντες κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἡ μὲν τάξις τῆς ὑψηλῆς τῶν μαθημάτων διδασκαλίας,
ἐπὶ τὸν ὄγδοον ἄγει βαθμὸν τὴν παροῦσαν τοῦ ῥητοῦ θεωρίαν·
ἐγὼ δὲ καλῶς ἔχειν φημὶ πρῶτον ἐκεῖνο κατανοῆσαι τῷ λόγῳ,
τί τὸ τῆς ὀγδόης παρὰ τῷ Προφήτῃ μυστήριον,
τῆς ἐν δύο ψαλμῳδίαις προτεταγμένης·
τί δὲ ὁ μακαρισμὸς, καὶ ἡ τῆς περιτομῆς νομοθεσία,
κατὰ τὴν ὀγδόην ἀμφότερα τῷ νόμῳ παρατηρούμενα.
Τάχα τι συγγενὲς ὁ ἀριθμὸς οὗτος πρὸς τὴν ὀγδόην ἔχει μακαριότητα·
ἥτις ὥσπερ κορυφὴ τῶν μακαρισμῶν πάντων ἐπὶ τοῦ ἀκροτάτου κεῖται τῆς ἀγαθῆς ἀναβάσεως.
Ἐκεῖ τε γὰρ ὁ Προφήτης τὴν ἀναστάσιμον ἡμέραν τῷ τῆς ὀγδόης αἰνίγματι διασημαίνει,
καὶ ὁ καθαρισμὸς τὴν ἐπὶ τὸ καθαρόν τε καὶ κατὰ φύσιν ἐπάνοδον τοῦ μολυνθέντος ἀνθρώπου ἐνδείκνυται,
καὶ ἡ περιτομὴ τὴν τῶν νεκρῶν δερμάτων ἀποβολὴν ἑρμηνεύει,
ἃ μετὰ τὴν παρακοὴν τῆς ζωῆς γυμνωθέντες ἐνεδυσάμεθα·
καὶ ἐνταῦθα ἡ ὀγδόη μακαριότης,
τὴν εἰς τοὺς οὐρανοὺς ἀποκατάστασιν ἔχει τῶν εἰς δουλείαν μὲν ἐκπεσόντων,
ἐπὶ βασιλείαν δὲ πάλιν ἐκ τῆς δουλείας ἀνακληθέντων.
Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἰδοὺ τὸ πέρας τῶν κατὰ Θεὸν ἀγώνων, τὸ τῶν πόνων γέρας, τὸ τῶν ἱδρώτων ἔπαθλον·
τὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας ἀξιωθῆναι.
Οὐκέτι περὶ τὸ ἄστατόν τε καὶ ἀλλοιούμενον ἡ τῆς εὐκληρίας ἐλπὶς διαπλανᾶται.
Ὁ γὰρ περίγειος χῶρος τῶν τρεπομένων τε καὶ ἀλλοιουμένων ἐστί·
τῶν δὲ κατὰ τὸν οὐρανὸν φαινομένων τε καὶ κινουμένων, οὐδὲν τούτων ἐπιγινώσκομεν, ὡς μὴ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀλλ' εἱρμῷ καὶ τάξει καὶ ἀκολουθίᾳ πρὸς τὸν ἴδιον δρόμον πάντα κατὰ τὸν οὐρανὸν διεξέρχεσθαι.
Ὁρᾷς τοίνυν τῆς δωρεᾶς τὴν ὑπερβολήν;
ὅτι οὐκ ἐν τοῖς τρεπομένοις τὸ μέγεθος τῆς ἀξίας χαρίζεται,
ὡς ἂν εἴ τις μεταβολῆς φόβος τὰς χρηστοτέρας ἐλπίδας παραλυπήσειεν·
ἀλλ' οὐρανῶν μὲν βασιλείαν εἰπὼν, δείκνυσι τὸ ἀμετάβλητον καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς κατ' ἐλπίδα προκειμένης ἡμῖν δωρεᾶς.
Ὃ δέ μοι διαπορεῖν ἐκ τῶν εἰρημένων ἐπέρχεται, τοῦτό ἐστιν·
πρῶτον μὲν, ὅτι τῷ πτωχεῦσαι τῷ πνεύματι τοῖς ἕνεκεν αὐτοῦ διωχθεῖσιν,
εἰς ἴσον ἄγειν ἑκατέροις τὸ γέρας προστίθησιν.
Ὧν γὰρ τὸ ἔπαθλον τὸ αὐτὸ,
τούτων δηλαδὴ καὶ οἱ ἀγῶνες ἴσοι·
ἔπειτα δὲ πῶς τοὺς δεξιοὺς ἀπὸ τῶν εὐωνύμων διακρίνας, προσκαλεῖται πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν,
ἄλλας τῆς τοιαύτης τιμῆς τὰς αἰτίας λέγων;
Τὸ γὰρ συμπαθές τε καὶ μεταδοτικὸν καὶ φιλάλληλον ἐκεῖ προφέρων, οὐδαμοῦ μέμνηται οὔτε τῆς πνευματικῆς πτωχείας, οὔτε τῆς ἕνεκεν ἐκείνου διώξεως·
καίτοι πολὺ δοκεῖ κατὰ τὸ πρόχειρον τῆς διανοίας ἀπ' ἀλλήλων ταῦτα διακεκρίσθαι.
Τί γὰρ κοινωνεῖ τὸ πτωχεῦσαι τῷ διωχθῆναι;
Ἢ ταῦτα πάλιν τίνα συμφωνίαν ἔχει πρὸς τὰ τῆς ἀγαπητικῆς συμπαθείας ἀποτελέσματα;
Ἔθρεψέ τις τὸν δεόμενον, ἢ τὸν γυμνὸν περιέβαλεν,
ἢ στεγητὸν ὁδίτην ἐδεξιώσατο, ἢ ἀσθενοῦντι καὶ κατακλείστῳ τὴν ἐνδεχομένην θερα πείαν προσήγαγεν·
τί ταῦτα πρὸς τὸ πτωχεῦσαι καὶ διωχθῆναι κοινὸν ἔχει,
κατὰ τὸν τοῦ ἐπιτηδεύματος λόγον;
Οὗτος ἀλλοτρίας συμφορὰς θεραπεύει·
ἐκεί νων δὲ ἑκάτερος, ὅ τε πτωχεύων καὶ ὁ διωκόμενος, τῶν θεραπευόντων προσδέεται,
ἀλλὰ τὸ πέρας ἐπὶ πάντων ἴσον.
Ὁμοίως γὰρ εἰς οὐρανὸν ἄγει τὸν πτωχεύσαντα τῷ πνεύματι, καὶ τὸν ἕνεκεν αὐτοῦ διωχθέντα,
καὶ τοὺς τὸ συμπαθὲς ἐπιδειξαμένους πρὸς τὸ ὁμόφυλον.
Τί οὖν φαμεν πρὸς ταῦτα;
Ὅτι ἔχεται ἀλλήλων τὰ πάντα πρὸς τὸν ἕνα σκοπὸν συννενευκότα καὶ συμπνέοντα.
Ἥ τε γὰρ πτωχεία πρὸς μετανάστασιν εὔκολος,
καὶ ἡ φιλοπτωχεία τῆς πτωχείας οὐκ ἠλλοτρίωται.
Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν πρότερον τὸν παρόντα λόγον ἀναζητῆσαι·
εἶθ' οὕτω τὴν ἐν τοῖς ἐξητασμένοις συμφωνίαν καὶ τὸν νοῦν ἐπισκέψασθαι.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης.
Πόθεν δεδιωγμένοι, καὶ παρὰ τίνος;
Ὁ μὲν οὖν πρόχειρος λόγος τὸ τῶν μαρτύρων ἡμῖν ὑποδείκνυσι στάδιον, καὶ τὸν τῆς πίστεως δρόμον ὑποσημαίνει.
Ἡ γὰρ δίωξις, τὴν σύντονον τοῦ τρέχοντος περὶ τὸ τάχος σπουδὴν ἑρμηνεύει·
μᾶλλον δὲ καὶ τὴν ἐν τῷ τρέχειν νίκην ὑποσημαίνει.
Οὐ γὰρ ἔστιν ἑτέρως νικῆσαι τρέχοντα,
μὴ κατόπιν καταλιπόντα ἑαυτοῦ τὸν συντρέχοντα.
Ἐπεὶ οὖν ὅ τε πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχων, καὶ ὁ διὰ τὸ βραβεῖον διωκόμενος παρὰ τοῦ ἐχθροῦ,
ἐπίσης ἔχουσι κατὰ νώτου, ὁ μὲν τὸν διαμιλλώμενον,
ὁ δὲ τὸν διώκοντα·
οὗτοι δέ εἰσιν οἱ τὸν τοῦ μαρτυρίου δρόμον ἀνύοντες,
ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι,
διωκόμενοι καὶ οὐ καταλαμβανόμενοι·
ἔοικε τὸ κεφάλαιον τῆς κατ' ἐλπίδα προκειμένης μακαριότητος,
οἷόν τινα στέφανον ἐν τελευταίοις προτεθεικέναι λόγοις.
Μακάριον γὰρ ὡς ἀληθῶς τὸ ἕνεκεν τοῦ Κυρίου διώκεσθαι.
∆ιὰ τί;
Ὅτι τὸ παρὰ τοῦ κακοῦ ἐκδιώκεσθαι, αἴτιον ἐν τῷ ἀγαθῷ γενέσθαι καθίσταται.
Ἡ γὰρ τοῦ πονηροῦ ἀλλοτρίωσις, τῆς πρὸς τὸ ἀγαθὸν οἰκειώσεως ἀφορμὴ γίνεται·
ἀγαθὸν δὲ καὶ παντὸς ἀγαθοῦ ἐπέκεινα, αὐτὸς ὁ Κύριος, πρὸς ὃν ἀνατρέχει ὁ διωκόμενος.
Οὐκοῦν μακάριος ὡς ἀληθῶς, ὁ συνεργῷ τῷ ἐχθρῷ πρὸς τὸ ἀγαθὸν χρώμενος.
Ἐπειδὴ γὰρ ἐν μεθορίῳ κεῖται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος ἡ ἀνθρωπίνη ζωὴ,
ὥσπερ ὁ τῆς ἀγαθῆς τε καὶ ὑψηλῆς ἐλπίδος ἀπολισθήσας,
ἐν τῷ βαράθρῳ γίνεται·
οὕτως ὁ τῆς ἁμαρτίας ἀπῳκισθεὶς, καὶ τῆς φθορᾶς ἀλλοτριωθεὶς, δικαιοσύνην τε καὶ ἀφθαρσίαν μετέρχεται.
Ὥστε τῆς παρὰ τῶν τυράννων γινομένης κατὰ τῶν μαρτύρων διώξεως,
τὸ μὲν εἶδος κατὰ τὸ προχείρως φαινόμενον,
ἀλγεινὸν εἶναι τῇ αἰσθήσει·
ὁ δὲ σκοπὸς τῶν γινομένων, ὑπερβαίνει πᾶσαν μακαριότητα.
Κρεῖττον δ' ἂν εἴη δι' ὑποδειγμάτων ἡμᾶς τοῦ λόγου κατιδεῖν τὴν διάνοιαν.
Τίς οὐκ οἶδεν, ὅσῳ τοῦ ἀγαπᾶσθαι τὸ ἐπιβουλεύεσθαι χαλεπώτερον κέκριται;
Τοῦτο μέντοι πολλάκις τὸ δοκοῦν χαλεπὸν,
καὶ τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας πολλοῖς αἴτιον γίνεται,
οἷον περὶ τοῦ Ἰωσὴφ ὁ λόγος ἐνδείκνυται·
ὃς ἐπιβουλευθεὶς παρὰ τῶν ἀδελφῶν, καὶ τῆς μετ' αὐτῶν συνδιαγωγῆς ἀπελαθεὶς,
διὰ τῆς πράσεως βασιλεὺς ἀνεδείχθη τῶν ἐπιβεβουλευκότων, οὐκ ἂν ἴσως προελθὼν ἐπὶ τὸ τηλικοῦτον ἀξίωμα,
μὴ τοῦ φθόνου διὰ τῆς ἐπιβουλῆς ἐκείνης τὴν βασιλείαν ὁδοποιήσαντος.
Ὥσπερ τοίνυν εἴ τις τοῦ μέλλοντος τὴν γνῶσιν ἔχων,
προεῖπε τῷ Ἰωσὴφ, ὅτι
Ἐπιβουλευθεὶς μακάριος ἔσῃ, οὐκ ἂν ἐκ τοῦ προχείρου πιθανὸς ἔδοξε τῷ ἀκούοντι,
πρὸς τὸ παραχρῆμα λυπηρὸν ὁρῶντι·
οὐ γὰρ ἂν ᾠήθη δυνατὸν εἶναι κακῆς προαιρέσεως ἀγαθὸν ἀναδειχθῆναι τὸ πέρας·
οὕτω δὴ καὶ ἐνταῦθα ὁ τῶν τυράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς,
πολὺ κατὰ τὴν αἴσθησιν τὸ ἀλγεινὸν ἔχων,
δυσπαράδεκτον ποιεῖ τοῖς σαρκωδεστέροις τὴν διὰ τῶν ἀλγεινῶν αὐτοῖς προκειμένην τῆς βασιλείας ἐλπίδα·
ἀλλ' ὁ Κύριος τὸ σαθρὸν ὑπεριδὼν τῆς φύσεως, προαναφωνεῖ τοῖς ἀσθενεστέροις,
οἷόν ἐστι τῆς ἀγωνίας τὸ πέρας,
ἵνα τῇ τῆς βασιλείας ἐλπίδι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσιν.
∆ιὰ τοῦτο χαίρει ὁ μέγας Στέφανος κύκλῳ καταλιθαζόμενος,
καὶ οἷόν τινα δρόσον ἡδεῖαν προθύμως τῷ σώματι δέχεται τὰς ἐπαλλήλους τῶν λίθων νιφάδας,
καὶ εὐλογίαις τοὺς μιαιφονοῦντας ἀμείβεται,
μὴ στῆναι τὴν ἁμαρτίαν τούτοις αὐτοῖς ἐπευχόμενος·
ἐπειδὴ καὶ τῆς ἐπαγγελίας ἤκουσε, καὶ τὴν ἐλπίδα τοῖς φαινομένοις εἶδε συμβαίνουσαν.
Ἐν βασιλείᾳ γὰρ οὐρανῶν τοὺς ἕνεκεν τοῦ Κυρίου δεδιωγμένους ἀκούσας γενέσθαι,
εἶδε τὸ προσδοκώμενον, ἐν ᾧ ἐδιώκετο.
Τρέχοντι γὰρ αὐτῷ διὰ τῆς ὁμολογίας,
τὸ ἐλπιζόμενον δείκνυται, οὐρανὸς ἀνοιγόμενος,
ἡ θεία δόξα πρὸς τὸν ἀγῶνα τοῦ τρέχοντος ἐκ τῆς ὑπερκοσμίου λήξεως κατακύπτουσα,
αὐτὸς ὁ ἐν τοῖς ἀγῶσιν ὑπὸ τοῦ ἀθλητοῦ μαρτυρούμενος.
Ἡ γὰρ τοῦ ἀγωνοθέτου στάσις τὴν πρὸς τὸν ἀγωνιζόμενον συμμαχίαν παραδηλοῖ δι' αἰνίγματος,
ὡς ἂν διὰ τούτου μάθοιμεν τὸν αὐτὸν εἶναι καὶ τὸν διατιθέντα τοὺς ἄθλους,
καὶ τὸν κατὰ τῶν ἀντιπάλων τοῖς ἰδίοις ἀγωνισταῖς συνιστάμενον.
Τί τοίνυν ἂν εἴη μακαριώτερον τοῦ διὰ τὸν Κύριον δεδιωγμένου,
ᾧ ὑπάρχει συναγωνιστὴν τὸν ἀγωνοθέτην ἔχειν;
Οὐδὲ γὰρ τῶν εὐκόλων ἐστὶν, τάχα δὲ καὶ καθάπαξ ἀδύνατον, τῶν κατὰ τὴν ζωὴν ταύτην ἡδέων τὸ μὴ φαινόμενον ἀγαθὸν προτιμῆσαι τῶν φαινομένων,
ὥστε ῥᾳδίως ἑλέσθαι τινὰ, ἢ τῆς οἰκίας ἐξοικισθῆναι, ἢ γαμετῆς καὶ παίδων, ἀδελφῶν τε καὶ γονέων, καὶ ὁμηλίκων, καὶ πάντων τῶν κατὰ τὸν βίον ἡδέων ἔξω γενέσθαι,
μὴ αὐτοῦ τοῦ Κυρίου συνεργοῦντος πρὸς τὸ ἀγαθὸν τῷ κατὰ πρόθεσιν κλητῷ γεγονότι.
Ὃν γὰρ προγινώσκει, καθώς φησιν ὁ Ἀπόστολος,
τοῦτον καὶ προορίζει, καὶ καλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει.
Ἐπειδὴ τοίνυν συμφύεταί πως ἡ ψυχὴ διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου, καὶ τῇ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται,
καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκροαμάτων τὴν ῥοπὴν ἔχει,
τῇ τε ὀσφρήσει καὶ τῇ γεύσει καὶ τῇ ἁφῇ, καθὸ πέφυκεν οἰκείως ἔχειν ἑκάστῃ συνδιατίθεται.
∆ιὰ τοῦτο οἷόν τινι ἥλῳ πρὸς τὰ ἡδέα τοῦ βίου τῇ αἰσθητικῇ δυνάμει προσκολλωμένη, δυσαποσπάστως ἔχει τούτων,
οἷς συνεφύη προσκολληθεῖσα,
καὶ κατὰ τὰς χελώνας καὶ τοὺς κοχλίας οἷόν τινι ὀστρακίνῳ
καλύμματι ἐνδεδεμένη δυσπόρευτός ἐστι πρὸς τὰς τοιαύτας κινήσεις, ὅλον συνεπισυρομένη τοῦ βίου τὸ ἄχθος.
∆ιὸ καὶ εὐάλωτος γίνεται ἡ οὕτως ἔχουσα τοῖς διώκουσι πρὸς δημεύσεως ἀπειλὴν, ἢ ζημίαν, ἤ τινος ἄλλου τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων, εὐχερῶς ἐνδιδοῦσα καὶ ὑπόχειρος γινομένη τῷ διώ κοντι·
ἀλλ' ἐπειδὰν ὁ ζῶν λόγος, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐνεργὸς καὶ τμητικὸς ὑπὲρ πᾶσαν μάχαιραν δίστομον,
ἐντὸς γένηται τοῦ ἀληθῶς παραδεξαμένου τὴν πίστιν,
καὶ διατέμῃ τὰ κακῶς συμπεφυκότα,
καὶ τὰ τῆς συνηθείας δεσμὰ διακόψῃ·
τότε, καθάπερ τι ἄχθος τῇ ψυχῇ συνδεδεμένον τὰς κοσμικὰς ἡδονὰς, οἷόν τις δρομεὺς τῶν ὤμων ἀποσεισάμενος,
κοῦφος καὶ εὐσταλὴς τὸ τῶν ἀγώνων στάδιον διεξέρχεται, χειραγωγῷ πρὸς τὸν δρόμον αὐτῷ τῷ ἀγωνοθέτῃ χρώμενος.
Οὐ γὰρ ὅσα κατέλιπεν βλέπει, ἀλλ' ὅσα μετέρχεται·
οὐδὲ πρὸς τὸ κατό πιν ἡδὺ τὸν ὀφθαλμὸν ἐπιστρέφει,
ἀλλὰ πρὸς τὸ προκείμενον ἀγαθὸν ἴεται·
οὐδὲ τῇ ζημίᾳ τῶν γηΐνων ἀλγύνεται,
ἀλλὰ τῷ κέρδει τῶν ἐπουρανίων ἀγάλλε,
διὰ τοῦτο πᾶν κολαστηρίων εἶδος,
ὡς ἀφορμὴν καὶ συνέργειαν τῆς προκειμένης χαρᾶς,
ἑτοίμως δέχεται·
τὸ πῦρ, ὡς τῆς ὕλης καθάρσιον·
τὸ ξίφος, ὡς διαιρετικὸν τῆς πρὸς τὰ ὑλώδη καὶ σάρκινα τοῦ νοῦ συμφυΐας·
πᾶσαν πόνων τε καὶ ἀλγημάτων ἐπίνοιαν,
ὡς τοῦ πονηροῦ δηλητηρίου τοῦ κατὰ τὴν ἡδονὴν ἀντιφάρμακον οὖσαν, προθύμως δέχεται.
Καθάπερ οἱ περιττωματικοὶ καὶ χολώδεις,
ἑτοίμως σπῶσι τῆς πικρᾶς ἀντιδόσεως,
ὡς ἂν δι' ἐκείνης τὸ νοσοποιὸν αἴτιον ἀποκλυσθείη·
οὕτω δέχεται ὁ παρὰ τοῦ ἐχθροῦ διωκόμενος
καὶ πρὸς τὸν Θεὸν φεύγων,
τὴν τῶν ἀλγεινῶν εἰσβολὴν,
σβεστήριον οὖσαν τῆς καθ' ἡδονὴν ἐνεργείας·
οὐκ ἔστι γὰρ ἡσθῆναι τὸν ἀλγυνόμενον.
Ἐπεὶ οὖν δι' ἡδονῆς εἰσῆλθεν ἡ ἁμαρτία,
διὰ τοῦτο ἐναντίου πάντως ἐξελαθήσεται.
Οὐκοῦν οἱ διώκοντες διὰ τὴν εἰς τὸν Κύριον ὁμολογίαν,
καὶ τὰ δυσβάστακτα τῶν κολαστηρίων ἐπινοοῦντες,
ἰατρείαν τινὰ ταῖς ψυχαῖς διὰ τῶν πόνων προσάγουσι,
ταῖς τῶν ἀλγεινῶν προσβολαῖς τὴν καθ' ἡδονὴν θεραπεύοντες νόσον.
Οὕτω δέχεται τὸν σταυρὸν ὁ Παῦλος·
τὸ ξίφος Ἰάκωβος·
τοὺς λίθους Στέφανος·
τὸν ἐπὶ κεφαλὴν ἀνασκολοπισμὸν ὁ μακάριος Πέτρος·
πάντες οἱ μετὰ ταῦτα τῆς πίστεως ἀγωνισταὶ, τὰς πολυτρόπους τῶν κολαστηρίων ἰδέας, θηρία,
βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις,
τὰς τῶν πλευρῶν ἀποσαρκώσεις,
τὰς τῶν κεφαλῶν περικυκλώσεις,
τὰς τῶν ὀμμάτων ἀποβολὰς,
τὰς τῶν δακτύλων ἀποκοπὰς,
τὰς τῶν ἐφ' ἑκάτερα τοῦ σώματος διὰ τῶν σκελῶν ῥήξεις, τὰς διὰ τοῦ λιμοῦ τηκεδόνας,
πάντα ταῦτα καὶ τὰ τοιαῦτα ὡς καθάρσια τῆς ἁμαρτίας οἱ ἅγιοι μετ' εὐφροσύνης προσίεντο,
ὡς ἂν μηδὲν ἴχνος τῇ καρδίᾳ διὰ τῆς ἡδονῆς ἐγγινόμενον ὑπολειφθείη, τῆς ἀλγεινῆς ταύτης καὶ δριμείας αἰσθήσεως πάντας τοὺς καθ' ἡδονὴν ἐγγινομένους τῇ ψυχῇ τύπους ἐξαλειφούσης.
Μακάριοι τοίνυν οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ.
Τοῦτο δὲ τοιοῦτόν ἐστιν
(ὡς ἂν καὶ τὸν ἕτερον λόγον κατανοήσωμεν),
ὡς εἴ τις τῇ ὑγιείᾳ λόγον δοίη, εἴπῃ ἂν κἀκείνη·
ὅτι
Μακάριοι οἱ ἀπὸ τῆς νόσου κεχωρισμένοι ἕνεκεν ἐμοῦ.
Ἡ γὰρ τῶν λυπηρῶν ἀλλο τρίωσις,
τὸ ἐν ἐμοὶ γενέσθαι τούς ποτε νενοσηκότας παρασκευάζει.
Οὕτως ἀκούσωμεν τῆς φωνῆς,
ὡς αὐτῆς τῆς ζωῆς ἡμῖν τὸν τοιοῦτον μακαρισμὸν ἐμβοώσης.
Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ θανάτου ἕνεκεν ἐμοῦ·
ὡς τὸ φῶς λέγοι
Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ σκότους ἕνεκεν ἐμοῦ.
Ὁμοίως καὶ ἡ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἡ ἀφθαρσία,
καὶ ἡ ἀγαθότης,
καὶ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοουμένων τε καὶ λεγομένων.
Ὁ Κύριος ὢν, καθὸνοεῖ, κατ' ἐκεῖνό σοι λέγειν νομιζέσθω·
ὅτι Μακάριός ἐστι πᾶς ὁ παντὸς ἐναντίου πράγματος ἀπελαυνόμενος, φθορᾶς, σκότους, ἁμαρτίας, ἀδικίας, πλεονεξίας, ἑκάστου τῶν διαστελλομένων τοῖς κατὰ τὴν ἀρετὴν λόγοις πράγμασί τε καὶ νοήμασι.
Τὸ γὰρ ἔξω τῶν κακῶν γενέσθαι,
ἐντός ἐστι τῶν ἀγαθῶν καταστῆναι.
«Ὁ ποιῶν τὴν ἁμαρτίαν,» φησὶν ὁ Κύριος, «δοῦλός ἐστι τῆς ἁμαρτίας.»
Οὐκοῦν ὁ ἀποστὰς ᾧ ἐδούλευσεν, ἐλευθεριάζει τῷ ἀξιώματι.
Τὸ δὲ ἀκρότατον τῆς ἐλευθερίας εἶδος,
τὸ αὐτεξουσιόν ἐστι γενέσθαι.
Ἡ δὲ τῆς βασιλείας ἀξία ὑπερκειμένην ἑαυτῆς τινα τυραννίδα οὐκ ἔχει.
Οὐκοῦν εἰ αὐτεξούσιός ἐστιν ὁ τῆς ἁμαρτίας ἀλλότριος·
ἴδιον δὲ βασιλείας ἐστὶ τὸ αὐτοκρατές τε καὶ ἀδέσποτον·
ἀκολούθως μακαρίζεται ὁ ἀπὸ τοῦ κακοῦ διωκόμενος,
ὡς τῆς ἐκεῖθεν διώξεως τὴν βασιλικὴν ἀξίαν αὐτῷ προξενούσης.
Μὴ οὖν ἀχθεσθῶμεν, ἀδελφοὶ, τῶν γηΐνων ἀπελαυνόμενοι.
Ὁ γὰρ ἐντεῦθεν μεταστὰς,
ἐν τοῖς κατ' οὐρανὸν βασιλείοις αὐλίζεται.
∆ύο ταῦτά ἐστι στοιχεῖα ἐν τῇ τῶν ὄντων κτίσει, πρὸς διαγωγὴν τῆς λογικῆς φύσεως μεμερισμένα,
ἡ γῆ τε καὶ ὁ οὐρανός.
Τόπος τῶν διὰ σαρκὸς εἰληχότων τὴν ζωὴν, ἡ γῆ·
ὁ δὲ οὐρανὸς τῶν ἀσωμάτων.
Ἀνάγκη τοίνυν πάντως εἶναί που τὴν ἡμετέραν ζωὴν,
ἐὰν μὴ διωχθῶμεν ἀπὸ τῆς γῆς, τῇ γῇ πάντως ἐναπομένομεν·
ἐὰν ἐντεῦθεν ἀπέλθωμεν, ἐπὶ τὸν οὐρανὸν μετοικισθησόμεθα.
Ὁρᾷς εἰς ὅ τι φέρει ὁ μακαρισμὸς διὰ τοῦ δοκοῦντος λυπηροῦ τοῦ τοσούτου σοι ἀγαθοῦ γινόμενος πρόξενος;
Ὅπερ νοήσας, φησὶ καὶ ὁ Ἀπόστολος,
ὅτι Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι,
ἀλλὰ λύπης·
ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
Οὐκοῦν τῶν προσδοκωμένων καρπῶν ἄνθος, ἡ θλίψις ἐστίν.
∆ιὰ τὸν καρπὸν οὖν, καὶ τὸ ἄνθος δρεψώμεθα·
διωχθῶμεν ἵνα δράμωμεν·
δραμόντες δὲ οὐκ εἰκῆ δραμούμεθα,
ἀλλὰ πρὸς τὸ βραβεῖον ἡμῶν τῆς ἄνω κλήσεως ὁ δρόμος ἔστω·
οὕτω δράμωμεν, ἵνα καταλάβωμεν.
Τί τὸ καταλαμβανόμενον;
Τί τὸ βραβεῖον;
Τίς ὁ στέφανος;
Οὔ μοι δοκεῖ ἄλλο τι εἶναι παρ' αὐτὸν τὸν Κύριον ἕκαστον τῶν ἐλπιζομένων.
Αὐτὸς γάρ ἐστι καὶ ἀγωνοθέτης τῶν ἀθλούντων, καὶ στέφανος τῶν νικώντων·
ἐκεῖνος ὁ διανέμων τὸν κλῆρον·
ἐκεῖνος ὁ ἀγαθὸς κλῆρος·
ἐκεῖνος ἡ ἀγαθὴ μερίς·
ἐκεῖνος ὁ τὴν μερίδα σοι χαριζόμενος·
ἐκεῖνος ὁ πλουτίζων·
ἐκεῖνος ὁ πλοῦτος, ὁ δεικνύς σοι τὸν θησαυρὸν,
καὶ θησαυρός σοι γινόμενος·
ὁ εἰς ἐπιθυμίαν σε τοῦ καλοῦ μαργαρίτου ἄγων,
καὶ ὤνιός σοι τῷ καλῶς συμπορευομένῳ προκείμενος.
Ἵνα οὖν ἐκεῖνο κτησώμεθα, ὥσπερ ἐπ' ἀγορᾶς,
ὧν ἔχομεν ἀντικαταλλάσσωμεν ἃ οὐκ ἔχομεν.
Μὴ λυπηθῶμεν τοίνυν διωκόμενοι, μᾶλλον δὲ καὶ εὐφρανθῶμεν, ὅτι διὰ τὸ διώκεσθαι ἀπὸ τῶν τῇ γῇ τιμίων, πρὸς τὸ οὐράνιον ἀγαθὸν συνελαυνόμεθα, κατὰ τὸν ἐπαγγειλάμενον μακαρίους εἶναι τοὺς δεδιωγμένους ἕνεκεν αὐτοῦ·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
ὅτι αὐτῷ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.