Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, ὁμιλία.

Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, ὁμιλία.


Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων Γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ Πνεῦμα τῆς ἀληθείας.
Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστολοι κηρύττουσιν, ὅσα τὸ Εὐαγγέλιον τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ Πνεύματος τοῦ ἁγίου·
καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνὸν, οὔτε νοῆσαι δεξιὸν, οὔτε πρᾶξαι θαυμαστὸν, μὴ τοῦ ἁγίου Πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα, καὶ τὰ νοούμενα, καὶ τὰ πραττόμενα.
Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχὴν, τὸν λόγον δὲ τοῦ Θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται.

∆ιὰ τοῦτό φησιν ὁ προφήτης·
Τὸν λόγον τοῦ Κυρίου ἀπεποιήσαντο.
Σοφία τίς ἐστιν ἐν αὐτοῖς;
Ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ Γραφαὶ τῆς εὐσεβείας·
καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων·
πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός·
πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· πολλοὶ οἱ κλάδοι, μία δὲ ἡ ῥίζα·
πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χεὶρ, ἡ διὰ τῶν δακτύλων γράφουσα·
πολλαὶ αἱ χορδαὶ, μία ἡ κιθάρα τοῦ Πνεύματος·
πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας.
Ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνοὺς, οὐ προφήτας διελθὼν, οὐκ Εὐαγγελίοις ἐντυχὼν, οὐκ ἀποστόλοις βεβαιωθεὶς, ἐπεκαλεῖτο τὸν Σωτῆρα τῆς οἰκουμένης, λέγων, Ἰησοῦ, υἱὲ ∆αυῒδ, ἐλέησόν με.
Πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ;
Οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος·
οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαιτεῖν·
πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔτε ἐν οὐρανοῖς ἐθεάσω, οὔτε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημένος;
Ἀλλ' ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον·
Κύριος σοφοῖ τοὺς τυφλούς.
Ὄχλος πολὺς ἦν περὶ τὸν Ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο·
ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις.
Τί, φησὶ, βούλεται ὁ ὄχλος;
λέγουσιν αὐτῷ, Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
Ὢ τοῦ θαύματος! ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει·
ἀκούει Ἰησοῦν Ναζωραῖον, οὐ καλεῖ δὲ αὐτὸν Ἰησοῦν Ναζωραῖον, ἀλλ' Ἰησοῦν υἱὸν ∆αυΐδ.
Οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυττεν.
Ἰησοῦ, υἱὲ ∆αυῒδ, ἐλέησόν με.
Τοίνυν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομολόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνὴν, Υἱὲ ∆αυῒδ, ἐλέησόν με.
Καὶ ὥσπερ, ἀδελφοὶ, ἐπειδὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα·
καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ' οὖν οὐ τὸν προκείμενον (ἀλλότριος γὰρ), ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις·
οὕτως ὑμῶν ἕκαστος, ἀδελφοὶ, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων, Υἱὲ ∆αυῒδ, ἐλέησόν με·
καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρόμενος, ὁ μὲν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δὲ, ὅτι κωφὴν ἔχει τὴν ψυχήν·
ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογισμὸν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην.
Τὰ γὰρ πάθη, ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ Χριστὸς, ταῦτα καὶ ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας.
Ἔστι τυφλὴ ψυχὴ, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχὴ, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχὴ, ἡ τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα.
Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ Θεοῦ, μαρτυρεῖ Ἡσαΐας λέγων·
Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.
Πῶς ἐτυφλώθησαν;
Εἴδετε γὰρ, φησὶ, πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε·
ἀνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.
Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου;
καὶ τίς κωφὸς, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν;
Καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, Φαρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων·
Ἐάσατε αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν·
τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται.
Κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν ∆εσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως.
∆ιὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ·
Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω·
οὐχ ὅτι τινὲς τῶν παρόντων οὐκ εἶχον ὦτα·
(πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες;) ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται.
Οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας.
Λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυρούμενος, ἀλλ' ὁ τὴν ψυχὴν σκοτιζόμενος.
Τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ' ἢ διπλοῦν χρῶμα;
Τί ἐστι λέπρα ἐν ψυχῇ;
∆ιπλοῦς διαλογισμός.
Οὐαὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους!
Ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχὴν, οὐκ ἔχων χρῶμα ὑγιὲς, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν·
καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν διάνοιαν.
Ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται Ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός·
Υἱὲ ∆αυῒδ, ἐλέησόν με.
Καὶ οἱ μὲν προάγοντες, ἐπετίμων·
ἀλλ' οὐκ ἐμποδίζεται ἡ παῤῥησία διὰ τῶν κωλυόντων.
Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι, καὶ πάντα νικᾷν.
Ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ' ἀκολουθεῖ τῷ ∆εσπότῃ, εἰδὼς, ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια.

βʹ. Εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι;
Κελεύει αὐτὸν ὁ Ἰησοῦς ἀχθῆναι.
Ἔστησε τὸν Κύριον Ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου·
ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι.
Ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι, Τί σοι θέλεις ποιήσω, Οὐκ ἀργῶς ἐρωτᾷ· ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ' Ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, Οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτοῦ.
Καλεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος.
Τί σοι θέλεις ποιήσω;
Ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας.
Ὁ δὲ, Κύριε, φησὶν, ἵνα ἀναβλέψω.
Βλέπε, ὅσα λαμβάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων.
Λέγει οὖν, Πορεύου, ἡ πίστις σου ἔσωσέ σε.
Ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι' αὐτῶν δείκνυται τῶν ἔργων;
καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ πωλοῦνται τῇ πίστει;
Οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργεσίας Ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει.
Ἐὰν μὴ καταβάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν·
ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται.
Καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολὺ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ' ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου·
οὕτως ἡ χάρις ἥπλωται ὡς πηγὴ, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνεται τῆς χάριτος.
Ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην ὡς σκεῦος μικρὸν, μικρὰν ἀντλεῖς τὴν χάριν·
ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν.
∆ιὰ τοῦτο ὁ Σωτὴρ λέγει, Πιστεύεις, ὅτι δύναμαι τοῦτο ποιῆσαι;
Ὁ δὲ, Ναὶ, Κύριε·
καὶ ὁ Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.
Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων· Πλατύνθητε ὑμεῖς, ἵνα δείξῃ, ὅτι τῇ πλατυνομένῃ διανοίᾳ πλατυτέρα ἡ χάρις ἐπεισέρχεται·
καὶ ὁ προφήτης, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
Οὐδὲν παρὰ τῇ εὐεργεσίᾳ τὸ κώλυμα, ἀλλὰ παρὰ τῇ ἡμετέρᾳ ῥᾳθυμίᾳ.
Φωστὴρ τῆς δικαιοσύνης ἀνέτειλεν Ἰησοῦς, ἥπλωται πανταχοῦ ἡ ἀκτὶς νοητοῦ ἡλίου·
καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χάριτος, ὁ δὲ μείζονος, οὐ τῆς χάριτος μεριζούσης, ἀλλὰ τῆς διανοίας τὸ μέτρον ὑποβαλλούσης.
Ὥσπερ γὰρ εἷς ἥλιος εἰς πᾶσαν τὴν γῆν, καὶ μία ἀκτὶς, καὶ μία αὐγὴ, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ' ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλαττον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενὸν, ὁ δὲ πλατύτερον, οὐ τοῦ ἡλίου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ πρὸς τὰς θυρίδας, ἃς ἠνέῳξαν οἱ οἰκοδομοῦντες, χώραν λαμβανούσης τῆς ἀκτῖνος, καὶ οὕτως εἰσχεομένης·
οὕτως ἐπειδὴ θυρίδες ἡμῶν τῆς ψυχῆς οἱ λογισμοὶ, ὅταν πλατυτέρους ἀνοίξῃς τοὺς λογισμοὺς, πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν·
ὅταν στενώσῃς τὴν διάνοιαν, στενοῖς τὴν χάριν.
Ἀνακάλυψόν σου τὸν λογισμὸν, ἵνα δέξῃ τὴν αὐγήν.
∆ιὰ τοῦτό φησιν ὁ Παῦλος περὶ ἑαυτοῦ, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν.
Εἷς τυφλὸς ἐθεραπεύθη διὰ τῆς ἱστορίας, καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται διὰ τῆς διδασκαλίας.
Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.
Ὁ δὲ τυφλὸς, φησὶν, Ἠκολούθει δοξάζων τὸν Θεὸν, καὶ οὐ κωλύει ὁ Ἰησοῦς.
Ἐνταῦθα ἀναγκαῖον θεωρῆσαι, ὅτε τὸν δαιμονιῶντα ἐθεράπευσε, παρεκλήθη ὑπὸ τοῦ τὴν εὐεργεσίαν δεξαμένου, ὥστε ἀκολουθεῖν τῷ Ἰησοῦ·
ἐβούλετο γὰρ, φησὶν, ἀκολουθεῖν.
Ὁ δὲ Σωτὴρ κωλύει καὶ λέγει·
Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός.
Τίνος ἕνεκεν τὸν μὲν θελήσαντα ἀκολουθῆσαι κωλύει, τὸν δὲ οὐ κωλύει;
διὰ τί τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησιν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει;
Κἀκείνῳ χρησίμως, καὶ τούτῳ συμφερόντως.
Τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι' ἑτέραν αἰτίαν, ἐπειδὴ δαιμονιῶν ἦν·
τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξις καὶ ἡ γλῶσσα διέστραπτο.
Ἀποστέλλει οὖν αὐτὸν κήρυκα, ἵνα ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην.
Ξένον γὰρ ἦν θέαμα ἰδεῖν τόν ποτε μὴ καθεστηκότα, καθεστηκότας κηρύττειν λόγους.
Ποιεῖ οὖν αὐτὸ τὸ ὄργανον τοῦ εὐεργετηθέντος κήρυκα τοῦ σώσαντος.
Καὶ βλέπε τὸ θαυμαστὸν, βλέπε τὴν τοῦ Σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην.
Ὁ μὲν Σωτὴρ λέγει·
Πορεύου, καὶ ἀνάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός.
Οὐ λέγει, Ὅσα ἐποίησά σοι ἐγὼ, ἀλλὰ ταπεινοφρονῶν τῇ τοῦ Θεοῦ προσηγορίᾳ ἐπιγράφει.
Ὁ δὲ δαιμονιῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ Θεὸς Ἰησοῦς.
Τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵνα ἀπὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσίας·
τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν.
∆ιὰ τί·
Ἐπειδὴ εἰς Ἱεροσόλυμα ἀνῄει ἐπιτελέσων τὸ μέγα μυστήριον, καὶ τὴν ὑπὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕβρις, καὶ πάντα τὰ ὑπὸ τῶν θεομάχων καινοτομηθέντα·
διὰ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλὸν, ἵνα πρόσφατον ἔχωσι τὴν μνήμην τοῦ θαύματος, ἵνα ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν διάνοιαν τῶν μελλόντων διολισθαίνειν.
Ποιεῖ ἀκολουθεῖν τὸν τυφλὸν, ἵνα μή τις ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σαλεύεσθαι ὡς ἐν χειμῶνι τῶν ἀποστόλων ἡ διάνοια, καὶ τῶν ὁρώντων ἡ κατάστασις ἔμελλε χειμάζεσθαι, ὁρώντων τὸν Μονογενῆ τοῦ Θεοῦ ἐπὶ σταυροῦ.
Ἵνα οὖν μὴ πρὸς τὸ πάθος βλέποντες ὀκλάσωσι, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τῆς εὐεργεσίας, ἀσάλευτον ἔχωσι τὸν λογισμὸν τῆς ἀληθείας.

γʹ. Πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ Χριστὸς, ἐπειδὴ ἦλθε τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι.
Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι' ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς Ἱεροσόλυμα, βλέπει συκῆν.
Καὶ ἀπῆλθε, φησὶ, ζητῶν παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν.
Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων·
Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.
Τί ἥμαρτεν ἡ συκῆ;
μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν;
οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει ἐνέργειαν τῇ καρποφορίᾳ;
Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων·
τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ Εὐαγγέλιον.
Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ Θεὸς, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ;
τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός;
οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ;
Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρὸν, ὃν ἔταξας;
Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπὸν, ἔγκλημα ἦν τῆς φύσεως;
μὴ, ὅτε βούλεται, προσφέρει;
οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας;
Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ;
Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι' ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ, ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους.
Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις.
Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν.
Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον·
μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν.
Τίς οὗτος;
Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων·
οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχὴν, ὡς τὰ χρήματα.
∆ιὰ τοῦτό φησι Μωϋσῆς·
∆ῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια.
Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων.
Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον·
βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα·
ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας·
καὶ προλαβὼν, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας·
ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν, καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα.
Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, περὶ οὗ φησιν ὁ Παῦλος, «Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν,» οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑπὲρ ὃ προσεδόκησεν.
Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε.
Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν (πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν)·
Ζακχαῖε, σπεύσας κατάβηθι.
Καλὸς ἰξευτὴς ὁ Σωτὴρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων.
Ζακχαῖε, σπεύσας κατάβηθι.
Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ Ἐκκλησίαν.
Καὶ ὅρα, τί ποιεῖ.
Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ' ὅτι ὁ λόγος τοῦ Θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας·
Καὶ ἔδειξέ μοι Κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι·
Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησὶν, ἰξεύσω αὐτόν.
Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων·
καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ Σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ.
∆ιὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς ∆αυῒδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·
καὶ πάλιν ὁ Ἀπόστολος, Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.
Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν.
Ὡς οὖν εἰσῆλθεν ὁ Σωτὴρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων.
Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ ∆εσπότου! ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας·
ὕλη γὰρ ἀδικίας, πλεονεξία.
Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων.
Καὶ ὅρα τὸ θαυμαστόν·
Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς.
Οὐδέπω ἐδιδάχθης, καὶ ὑπακούεις;
οὐδέπω ἔμαθες, καὶ ἐφύλαξας;
Οὐδὲν εἶπεν ὁ Σωτὴρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχείαν ὑπηγόρευσε τότε, ἀλλ' ἐσιώπα, καὶ ἠρέμα κατηύγαζε·
καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, οὐ ῥήματι φωτίζει, ἀλλ' αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει·
οὕτω καὶ ὁ Σωτὴρ εἰσελθὼν, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε·
Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, ὥς φησιν ὁ εὐαγγελιστής.
Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς.
Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν.
Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι.
Πᾶν ὁλόκληρον ἰσχυρὸν, τεμνόμενον δὲ ἀσθενές.
Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι.
Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν! δευτέρα γὰρ φύσις ἡ συνήθεια.
Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν.
Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
Ἐνταῦθα προσέχειν ἀκριβῶς χρὴ, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας·
εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; ∆ιὰ τί γὰρ λέγει, Εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τετραπλοῦν;
Εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ τὸν νόμον ἐγνώριζεν·
κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν.
Ἐάν τις, φησὶ, κλέψῃ πρόβατον, καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρόβατα.
Τετραπλασιάζει τὴν τιμωρίαν ὁ Θεὸς, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσωπήσῃ·
πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται.
Ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ' αὐτὸς ἐφ' ἑαυτὸν νόμος γενόμενος·
∆ικαίῳ γὰρ νόμος οὐ κεῖται.
Ὁ Σωτὴρ ταύτην δεξάμενος τὴν φωνὴν, φησί·
Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν.
Αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ Χριστὸν ἁπλῶς εἶδεν, ἀλλ' ἐπειδὴ τοῖς Χριστοῦ ὑπήκουσε νόμοις.
Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι.
Πρὶν ποιῆσαι τὰ ἔργα τοῦ Ἀβραὰμ, οὐ καλεῖ αὐτὸν υἱὸν Ἀβραὰμ, ἀλλὰ Ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ·
ὅτε μέντοι ἐπλήρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχείαν ἐπαγγειλάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει, Καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι.

δʹ. Καὶ ἡμεῖς τοίνυν, ἀδελφοὶ, εἰ καὶ Χριστιανοί ἐσμεν, καὶ λεγόμεθα, οὐδὲν οὕτως ἡμᾶς δείκνυσι Χριστιανοὺς, ὡς τὸ ἔργον τῆς ἀληθείας.
Μὴ τοίνυν ὑβρίσωμεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστιν.
Ἐκλήθημεν υἱοὶ Ἀβραὰμ διὰ πίστεως, κληθῶμεν υἱοὶ Ἀβραὰμ διὰ τῶν ἀγαθῶν ἔργων.
Ὃ γὰρ ἔφθην εἰπὼν, οὐχ ἡ τοῦ σώματος εὐγένεια ζητεῖται, ἀλλ' ἡ τῶν τρόπων ἀκολουθία.
∆ιὰ τοῦτο Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαιπάντες ἠρνήσαντο τὴν συναγωγὴν, ἐπειδὴ τῶν πατέρων τὴν πίστιν οὐκ ἐκληρονόμησαν·
ἠρνήσατο Ἀβραὰμ οἰκείους, ἐπειδὴ οὐκ ἠκολούθησαν τῇ πίστει·
ἠρνήσατο αὐτοὺς καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες·
τὸν γὰρ ἀρνησάμενον Θεὸν καὶ ἡ φύσις ἀρνεῖται.
Καὶ τίς μαρτυρήσει λόγος, ὅτι Ἀβραὰμ Ἰουδαίους ἠρνήσατο, ἵνα μὴ δόξωμεν ὡς ἐπὶ ἐχθρῶν θρασύνεσθαι, ἀλλ' ὡς ἡμαρτηκότας ἐλέγχειν;
Λέγει ὁ μακάριος Ἱερεμίας ἐκ προσώπου τοῦ λαοῦ·
Κύριε, ἐλέησον ἡμᾶς·
ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλις, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, πυρίκαυστος·
σὺ, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς·
σὺ, Κύριε, φεῖσαι ἡμῶν.
Ἐπειδὴ, φησὶν, ἐκεῖνοι, ἐφ' οἷς σεμνυνόμεθα, ἠλλοτριώθησαν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ ἐλέησον ἡμᾶς ὁ πάντας φιλανθρωπίᾳ νικῶν.
Ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς.
Εἰ γὰρ ᾠκειοῦτο τὰ ἡμέτερα, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἰδίων τέκνων.
Ὑπὲρ Σοδομιτῶν ἐπρέσβευσε, καὶ ἠκούετο·
καὶ ὑπὲρ τῶν ἰδίων πρεσβεύων οὐκ ἠκούετο;
Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς.
Ἀρνεῖται Ἀβραὰμ τοὺς ἀλλοτρίους τοῖς τρόποις, οἰκειοῦται δὲ, ὡς ἔφην, τοὺς ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας.
∆ιὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει·
Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία, ἡ ἀδελφή σου Σοδομῖτις.
Βλέπε πῶς τὴν συγγένειαν ἀπὸ τῶν τρόπων κατασκευάζει.
Ἐπειδὴ τὰ τῶν Σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀδελφὴ Σοδόμων, ἤκουσε θυγάτηρ Χαναναίων·
καὶ οὕτως ἐδείκνυτο οὐ τὸ γένος δικαιῶν, ἀλλὰ τὸ ἦθος σεμνύνων.
Ἐγὼ δὲ νομίζω, ὅτι ὁ Χαναναῖος καὶ ὁ Ἀμοῤῥαῖος ἀρνεῖται τὴν συγγένειαν·
καὶ ὅταν ἴδῃ τοὺς θεομάχους, καὶ τοὺς ἀλλοτρίους τῆς εὐσεβείας προσχωροῦντας αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ Χαναναῖος κληθῆναι πατὴρ τῶν ἀσεβῶν.
∆ιὰ τί ἀρνεῖται; Ἐὰν ἐπιτρίψῃς Χαναναίῳ, καὶ εἴπῃς, ὅτι Ὁ πατήρ σου Χαναναῖος, καὶ ἐρεῖ·
Οὗτός μου υἱὸς ἀρνησάμενος τὴν πίστιν τῶν πατέρων;
Ἐγὼ οὐκ εἰμὶ ἄπιστος, εἰ καὶ Χαναναῖος· μαρτυρήσει γάρ μου τὴν πίστιν ἡ Χαναναία βοῶσα, Υἱὲ ∆αυῒδ, ἐλέησόν με.
Μὴ καλείσθωσαν δὲ υἱοὶ Χαναναίων·
οὐ γὰρ ἐφύλαξαν τὴν πίστιν τῆς Χαναναίας· κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, Πατήρ μου εἶ σὺ, καὶ τῷ ξύλῳ, ὅτι Σύ με ἐγέννησας.
Ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων.
∆ύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· Οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας·
οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας·
ἐγὼ γὰρ, εἰ καὶ λίθος εἰμὶ, ἤκουσα τῆς Γραφῆς λεγούσης·
∆ύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Εἶτα, Ναὶ, φησὶν, προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ λίθος λαλεῖ;
Ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Λίθος ἐκ τοίχου φθέγξεται αὐτὰ, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει.
Κἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται.
Τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μήτε υἱοὶ Ἀβραὰμ, μήτε Χαναναῖοι διὰ τὴν Χαναναίαν (ἤμβλυνε γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς Χαναναίας), μήτε υἱοὶ τῶν λίθων;
Ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα.
Τί ὄνομα τοῖς ἀπίστοις·
Ἱερεμίας αὐτοῖς ὄνομα ἔθετο·
Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.
Φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί.
Σεμνύνει σε ἡ τοῦ Χριστοῦ εὐγένεια;
Φοβείτω σε ἡ τοῦ Χριστοῦ δικαιοκρισία.
Περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾷν τὴν ψυχήν.
Ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι·
καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται.
Υἱοποιῇ τὸν ἀλλότριον, καὶ φεύγεις τὸν ∆εσπότην;
Υἱοποίησαι τὸν ἀντιδιδόντα σοι τὸν μισθόν·
γένηταί σοι Χριστὸς υἱός.
Φοβερὸν, φησὶ, τὸ ῥῆμα.
Βλέπε τί λέγεις·
μὴ προφάσει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς.
Υἱὸν καλεῖς ἀνθρώπου τὸν Χριστόν;
Ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφὸν, οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν.
Λέγουσιν αὐτῷ ποτε, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε.
Λέγει ὁ Σωτὴρ, Τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου;
Ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην.
Γενέσθω τοίνυν πᾶσα ψυχὴ μήτηρ Χριστοῦ κατὰ διάθεσιν.
Πῶς μήτηρ Χριστοῦ;
Πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν Χριστόν·
ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ Χριστοῦ καλεῖσθαι οὐ δύναται.
Ὅταν λάβῃς λόγον Χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου·
καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ.
Καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ Χριστὸς μορφοῦται, καὶ μήτηρ Χριστοῦ γίνεται, λέγω δὴ τοῦ λόγου τοῦ Χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχὴ, λέγει Παῦλος·
Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.
Εἰργάσω δικαιοσύνην;
Ἐμόρφωσας ἐν τῇ ψυχῇ Χριστόν.
Ἐπέδωκας ἐλεημοσύνην.
Ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀληθείας·
οὐχ ὅτι καθ' ἕκαστον Χριστὸς μορφοῦται·
Χριστὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι' οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν.
Ἐπέδωκας ἐλεημοσύνην;
Ἐμόρφωσας Χριστόν.
Ἐποίησας δικαιοσύνην;
Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας.
∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν.
Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων.
Οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα;
Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ Ζακχαῖος.
Αὐτῷ γὰρ, φησὶν, ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς.
Ἀλλ' ἄκουε, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Πτωχοῖς διδοὺς, Χριστῷ δέδωκας.
Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει;
οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων·
Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων·
καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν;

εʹ. Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος.
Ἐδίψησα, καὶ ἐποτίσατέ με·
γυμνὸς ἤμην, καὶ περιεβάλετέ με.
Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις.
Ἔνδυσον Χριστὸν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως·
σκέπασον αὐτὸν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς·
ἄκουε τοῦ ∆αυῒδ λέγοντος·
Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.
Χρεία σκέπης·
καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν, ἡ γέεννα ἡ ἀπαραίτητος·
καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει.
Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾷν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας.
Ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ δυναστεία·
πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ Χριστοῦ.
Κἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν ∆εσπότην ὁμότιμα πάντα, κἂν πολλὴν ἔχῃ τὴν διαφοράν.
Ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά;
Πολλὴ, καὶ οὐχ ἡ τυχοῦσα.
Ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά;
Ἀλλ' εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται.
Πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζώων;
Τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά·
ἀλλ' ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν.
∆ιὰ τοῦτο καὶ ∆αυῒδ τὰ διῃρημένα τῇ τάξει συνάπτει τῇ συμφωνίᾳ, λέγων, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη.
Εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ' ἥνωται τῇ δουλείᾳ·
καὶ ὥσπερ, ἀδελφοὶ, τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτὰ, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας (πάντες γὰρ ὑποκύπτουσι τῷ Βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν·
καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις)·
οὕτω κἀκεῖ πάντες οἱ ἄνθρωποι ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες.
∆ιὰ τοῦτο καλῶς ἔλεγεν ὁ ∆ανιὴλ, Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ ὡς Παλαιὸς ἡμερῶν ἐκαθέζετο.
Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι σωματικῇ.
Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι τὴν φύσιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά.
Φησὶ γοῦν, Ὡς Παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος·
Ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκὴ, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν·
ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.
Ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ·
χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ.
Ὢ φοβεροῦ κριτηρίου! ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς ἀγνώμονας! Εἰ ἀκουόμενα οὕτω φοβερὰ, θεωρούμενα πόσῳ φοβερώτερα;
Καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν.
Θρόνοι, τίνων;
Ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ·
Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Βίβλοι ἠνεῴχθησαν.
Βίβλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθὰ, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος.
Βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ Θεῷ καὶ γράμματα·
ἀλλ' ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, τὴν τοῦ Θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ·
βιβλίου γὰρ Θεὸς οὐ χρῄζει·
βίβλος γὰρ Θεῷ ἡ μνήμη.
Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται·
βιβλίου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης.
Ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα.
Μὴ φοβηθῇς τὸ πρόκριμα·
κἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρὰ, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν·
ὥσπερ πάλιν ἐὰν γραφῇ τινος τὸ ὄνομα δι' εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι· ἀπαλείφεται γάρ.
Ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι' εὐσέβειαν γραφεὶς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθεὶς, λέγει ∆αυῒδ περὶ Ἰουδαίων τῶν ποτε γραφέντων, καὶ ὕστερον ἐξαλειφθέντων·
Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
Ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί.
Ἄκουε Παύλου λέγοντος·
Ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφοὺς, καὶ τὸν σύζυγον Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
Φοβηθῶμεν τὴν βίβλον ἐκείνην·
φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν·
ἐννόησον, ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀναβράσσεται πάντα τὰ ἐντὸς, ἀνθρώπου δικάζοντος.
Εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ' ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων ∆εσπότης;
Ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ' ἵνα σωφρονίσωμεν.
Μὴ προτιμάσθω τοῦ Χριστοῦ χρήματα·
μὴ προτιμάσθω τοῦ Θεοῦ ἀδικία καὶ πλεονεξία.
Ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία;
Ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο.
Τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου;
Ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς·
ἀγάπησον ἔργα δικαιοσύνης·
τάφος ἐστὶν, ἐν ᾧ διαλυόμεθα, τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος.
Φύγωμεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοὶ, δέομαι.
Ταῦτα πάσχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν·
ἀναλάβωμεν πόθον δικαιοσύνης.
Βλέπε, πῶς βοᾷ ὁ προφήτης·
Οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ Κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου.
Εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν;
∆υσωπήσωμεν τὸν κριτὴν διὰ μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν, Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων (οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ' ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται), ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου.
Ὃς ἂν ἐξομολογήσειεν ἐμὲ, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου.
Εἰ τὰ ῥήματα ἐξεταζόμενα, φοβερὰ, τὰ πράγματα ὁρώμενα, οὐ μᾶλλον φοβερώτερα;
Ἐννόησον, ἀδελφὲ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυφοροῦντας, τὰ Χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιὰς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστὰς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτὰς, δυνάστας, πλουσίους, πένητας, ἰδιώτας, σοφοὺς, πάντας τούτους πρὸ τοῦ βήματος ἑστῶτας, καὶ ἐπὶ τοσούτων μαρτύρων οὐρανίων καὶ ἐπιγείων λέγοντα τὸν κριτὴν, καὶ ἀρνούμενον τοὺς ἀλλοτρίους ἐπὶ τοῦ Πατρός·
Ἀρνήσομαι γὰρ αὐτὸν, φησὶ, τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ Πατρός μου.

ϛʹ. Ἐννόησον αὐτὸν λέγοντα·
Πάτερ, οὗτός μου τὴν πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν Ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε.
Λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν Πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων.
Ἐννόησον λέγοντα τὸν κριτὴν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις (Τοῦ δῆσαι γὰρ, φησὶ, τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς), παρεστῶτας μετὰ φόβου τοὺς κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα·
Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν.
Ταῦτα λέγει καὶ ἐννόησον, Βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι νεύουσι φοβερὸν, ἀπειλοῦσι φρικτὸν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες·
ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν Πατέρα ἀγανακτοῦντα, τὸ Πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον.
Ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μηδὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι.
Ὃς δ' ἂν ἐξομολογήσῃ ἐν ἐμοὶ, ὁμολογήσω ἐν αὐτῷ.
Ἐννόησον, πόση δόξα, πόσον καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής·
Οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν·
οὗτός μου τὸν λόγον ἐτίμησε·
τίμησον αὐτὸν, Πάτερ.
Ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔτε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυται ἡ ἀγανάκτησις τοῦ Κριτοῦ·
καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων.
Τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν Μιχαὴλ καὶ Γαβριὴλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιὰς, καθεζομένους δὲ τοὺς υἱοὺς Ζεβεδαίου, καθεζόμενον Παῦλον καὶ Πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώπους παῤῥησίᾳ καθεζομένους.
Ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν.
Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε!
Κάθηται Ζακχαῖος, κάθηται Παῦλος καὶ Πέτρος, καὶ παρέστηκεν ὁ Μιχαήλ.
Οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν·
οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν.
Οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος·
οὐ γάρ ἐστι γήϊνα πράγματα·
οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθέζονται·
κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων.
Ἄκουε τοῦ Κυρίου λέγοντος·
Ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ Χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν.
Εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν.
Ἔσται γὰρ, φησὶν, ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον.
Οὐδὲν γὰρ διαφέρει φαντασμάτων ἡ παροῦσα κατάστασις.
Ὁ χθὲς ἐν ὑγείᾳ, σήμερον ἐν νόσῳ·
ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπεινώσει·
ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ·
ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει.
Πάντα σαλεύεται, πάντα μεταβάλλεται·
καὶ οὐ λέγω τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
∆ιὰ τοῦτο μακάριοι οἱ Χριστιανοὶ, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρονοῦντες.
Ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ;
Ἡ ταπεινοφροσύνη οὐδέν σε ἀδικεῖ·
τοιοῦτον γὰρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι.
Ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ' ἑτοιμασθεὶς τὴν διάνοιαν παρασκευάζῃ πρὸς τὴν μάχην.
Καλῶς οὖν ἔλεγεν ὁ ∆αυΐδ, Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην.
Φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν Χριστὸν, καὶ διὰ Χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας ἐλεῶν, χαρίζηται πλῆθος τῇ Ἐκκλησίᾳ, ὥστε κομᾷν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι' ἑτέραν οἰκονομίαν, μεθ' ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν.
Οὐ γὰρ ἦν ὁ λαὸς Ἰουδαῖος, ἵνα εἴπω, ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα·
ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως·
ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα