»»» Άγιος Λογγίνος ο Εκατόνταρχος
Άγιος Λογγίνος ο Εκατόνταρχος
Οἱ τῆς ἀθλήσεως νικηταί, οἱ οὐρανοπολῖται, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ τῆς βασιλείας κληρονόμοι, οἱ τοῦ κόσμου πρὸς Κύριον πρεσβευταί, οἱ τῶν χερουβὶμ πάρεδροι καὶ νοσούντων ἰατροί, οἱ λεπρῶν καθαρισταὶ καὶ δαιμόνων φυγαδευταί, οἱ τῆς πίστεως μάρτυρες, οἱ τῶν εἰδώλων πατηταί, οἱ διὰ τοῦ σώματος τὸν διάβολον πατήσαντες καὶ βασάνους μηδὲν ἡγησάμενοι, οἱ θηρία φιμώσαντες καὶ ξίφη ἀμβλύναντες, οἱ ὑπὸ Χριστοῦ σφραγισθέντες καὶ ὑπὸ αὐτοῦ γνωσθέντες, τὰ καλὰ ἄνθη τῶν ἐκκλησιῶν, πρεσβευταὶ δυνατοί, ἀστέρες τῆς οἰκουμένης, οἱ ἅγιοι πρωτομάρτυρες Ἰωάννης ὁ βαπτιστής, Στέφανος, Λογγῖνος ὁ ἑκατόνταρχος.
Τοῦ γὰρ δεσπότου ἡμῶν «Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ.
Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλπίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων·
«Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων.»
Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκουσεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν·
«∆εῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων.»
Ὁ δὲ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν·
«Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ Θεός», καὶ ἀπῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυρίῳ Ἰησοῦ Χριστῷ.
Καὶ εἶπεν πρὸς αὐτόν·
«Χαῖρε, βασιλεῦ τοῦ κόσμου».
Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν·
«Ὄντως ὁ γεννηθεὶς Θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.»
Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν·
«Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;»
Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευτερώσας·
«Ἀληθῶς Θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου.»
Εἶπεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον·
«Ποίαν δύναμιν ἑωρακὼς γινομένην ὑπ' αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν Θεοῦ υἱὸν εἶναι νομίζεις;»
Ὁ δὲ ἅγιος τοῦ Θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην·
«Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυτῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περιήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέθην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν «τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν» νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ' αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσα ἐπ' αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως Θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός.»
Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον·
«Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου.»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην·
«Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι·
ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας·
τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶπον·
ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν.»
Θυμομαχήσας δὲ κατ' αὐτοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ·
«Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν.
Ἐκδύσατε οὖν αὐτὸν τὴν χλαμύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ' αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβάλετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στιβαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐτῷ βασάνους πολλάς.
Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι.»
Καὶ εὐθέως τῇ ὥρᾳ ἐκείνῃ ἐξέθετο δόγμα τοιοῦτον, λέγων τοῖς ἑαυτοῦ στρατιώταις·
«Τὰ νήπια τὰ ἐν Βηθλεὲμ "ἀπὸ διετοῦς καὶ κατωτέρω"
ἕως αὐθημερινοῦ ἀνέλετε αὐτά.»
Καὶ ἐξῆλθον οἱ στρατιῶται κατὰ τὸ δόγμα τοῦ βασιλέως καὶ ἀνεῖλον πάντα τὰ νήπια.
Ὁ δὲ Ἡρῴδης, θυμομαχῶν διὰ τὸν σωτῆρα ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, μετακαλεσάμενος τὸν ἅγιον Λογγῖνον, προκαθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν αὐτὸν ἀχθῆναι.
Ἀγομένου δὲ αὐτοῦ, εἶδεν ὁ βασιλεὺς μανιάκην χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ καὶ χλαμύδα βασιλικὴν περικειμένην τῷ ἁγίῳ καὶ σπάθην περὶ τὴν ὀσφῦν αὐτοῦ·
ἔβρυξεν δὲ ὡς λέων καὶ ἐμαίνετο ὡς θηρίον κατὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων·
«Οὐχὶ εἶπον ὑμῖν, ὦ κάκιστοι στρατιῶται, ἄρατε ἀπ' αὐτοῦ τόν τε μανιάκην καὶ τὴν σπάθην καὶ τὴν ἐσθῆτα;»
Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα·
«Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀποδύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν·
πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν.»
Ὁ δὲ Ἡρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον·
«Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δόξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην.»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν·
«Ὡς ἐπ' ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ' ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.»
Εἶπεν δὲ ὁ Ἡρῴδης·
«Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν·
«Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ περιέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.»
Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ·
«Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ' αὐτοῦ τὴν ἐσθῆτα τὴν περικειμένην αὐτῷ πυρὶ κατακαύσετε.»
Οἱ δὲ μεγιστᾶνες προσῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλαφῆσαι ἢ ἀφελεῖν ἀπ' αὐτοῦ.
«Τί», εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, «ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ' αὐτοῦ.»
Εἶπεν δὲ Ἡρῴδης·
«Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μάγος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν.»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν·
«Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα·
καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους.
Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου;
Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις Θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει.»
Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν.
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν·
«Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ' αὐτοῦ ἀγαπηθείς·
πολλῷ γὰρ φόβῳ ἤμην κατεχόμενος διὰ τὰς κακομηχανίας σου.»
Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ·
«Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκόμενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον.»
Καὶ ἐποίησαν τὰ προσταχθέντα αὐτοῖς.
Ποιήσαντος δὲ αὐτοῦ ἐν τῇ φυλακῇ ἡμέρας τριάκοντα, τῶν κλοιῶν ἀβαρῶς αὐτῷ ἐπικειμένων, πάλιν ἐπεζήτησεν ὁ Ἡρῴδης τὸν ἅγιον Λογγῖνον, λέγων τοῖς μεγιστᾶσιν αὐτοῦ·
«Παραστήσατέ μοι τὸν δέσμιον Λογγῖνον ἐπὶ τοῦ βήματος, ὅπως ἰδὼν αὐτὸν σκυθρωπὸν καὶ μεμαραμμένον, ἀναπαύσωμαι.»
Οἱ δὲ μεγιστᾶνες, ἀπελθόντες ἐν τῷ δεσμωτηρίῳ καὶ ἰδόντες τὸ πρόσωπον αὐτοῦ ἐξαστράπτον, ἐφοβήθησαν τοῦ προσαγαγεῖν αὐτὸν ἐπὶ τοῦ βήματος·
πλὴν παραλαβόντες αὐτὸν διὰ τὸ προσταχθὲν αὐτοῖς ὑπὸ Ἡρῴδου, ἤγαγον ἐπὶ τοῦ βήματος τὸν καλὸν ἀγωνιστὴν τοῦ Χριστοῦ.
Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἔβρυξεν τοὺς ὀδόντας αὐτοῦ κατὰ τῶν μεγιστάνων αὐτοῦ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν·
«Ἀντὶ τιμωριῶν παρεστήσατέ μοι τὸν δέσμιον τοῦτον.»
Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκάτωσεν·
καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ.
Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν·
«Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βασάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς τὸν βασιλέα·
«Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπαρνήσασθαι τὸν Θεόν μου·
ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβηθήσομαι τὰς βασάνους σου.»
Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι.
Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων·
«Κύριε, ὁ Θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγγελόν σου ἐνισχύοντά με.»
Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθόμενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ·
«Ἀπαγαγόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τιμωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.»
Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύπης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐτοῖς.
Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολλῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων·
«Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.»
Καὶ εὐξαμένου αὐτοῦ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν·
«Ἀνάστα ἐν τάχει·
οὐ γάρ ἐστιν νῦν καιρὸς τελειῶσαί σε τὴν μαρτυρίαν.»
Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως·
καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει.
Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ·
καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο.
Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐδεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί.
Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν·
καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πολὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων.
Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευγότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ Θεοῦ·
ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως «σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν».
Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός.
Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ.
Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας.
Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν·
καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγκάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν.
Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας·
ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳ ἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι.
Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις.
Ὃς καὶ «ἐμπαίξας αὐτῷ»
καὶ ἐξουθενήσας «περιέβαλεν αὐτῷ ἐσθῆτα λαμπρὰν καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ».
Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας»
διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι».
Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ·
ἦν γὰρ ὁ Πιλᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐτοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν.
Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρατιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν.
«Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.»
Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ.
Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν.
Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέγων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.»
Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσωπον πρὸς τοὺς πόδας τοῦ Κυρίου·
ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν.
Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων·
«Κύριε, Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ἐλέησόν με·
ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ τοῦ κόσμου.»
Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς·
«Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαληθήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.»
Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ·
«Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων.»
Εἶπεν δὲ αὐτῷ Ἰησοῦς·
«Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου.»
Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόνταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν·
παριστάμενος δὲ «περὶ τὴν ἐνάτην ὥραν» κράξαντος τοῦ Ἰησοῦ «φωνῇ μεγάλῃ·
Ελωι, ελωι, τουτέστιν·
Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπας;»,
«ἀφῆκεν τὸ πνεῦμα».
Καὶ ἰδοὺ βροντὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη,
καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης,
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔφαναν τὸ φέγγος αὐτῶν,
καὶ «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν»,
καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο»,
καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη».
Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρεστηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν Θεὸν ἐπὶ πᾶσιν τοῖς γενομένοις θαύμασιν καὶ εἶπεν·
«Ἀληθῶς Θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου».
«Καὶ πάντες οἱ παραγινόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.»
Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν Σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γεγενημένων θαυμάτων.
Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυάνων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊστὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαίνων τὰ πρόβατα.
∆ιαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστατοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γενέσθαι.
Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγμὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν·
καὶ ἐζητεῖτο ὁ ἅγιος Λογγῖνος ὑπὸ τῶν εἰδωλολατρῶν.
Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογγῖνον.
Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι «Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται.»
Ταύτας οὖν λαβόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα·
ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν.
Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδοκίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον·
ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ·
ἠγάπησαν γὰρ αὐτὸν σφόδρα.
Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρατιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ.
Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι·
καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖνος.
Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη·
ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς·
«Καλῶς ἥκατε, ἀδελφοί.»
Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐτοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος·
«Ἵνα τί, ἀδελφοί, σκυθρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;»
Οἱ δὲ εἶπον·
«Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρίαν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται.
Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν.
Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν.
Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν.»
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν·
«Οὐκ οἶδα τὸν ἄνδρα.
Εἰσελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.»
Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ' αὐτοῦ.
Ἐγένετο δὲ πρωΐα καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος·
«Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπουδῆς ζητεῖτε αὐτόν;»
Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων.
Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες·
«Τί ποιήσωμεν;»
Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος·
«Μὴ ταράσσεσθε, ἀδελφοί, μηδὲ ἀθυμεῖτε·
ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖνος, πρὸς ὃν ἀπεστάλητε.»
Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθησαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι.
Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος·
«Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγωμεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς.
Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ' αὐτοῦ.»
Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων·
«Μή, ἀλλ' ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς·
εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς.»
Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ Θεοῦ, εἶπεν πρὸς αὐτούς·
«Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιήσατε·
λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.»
Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι.
Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι.
Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν·
«Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.»
Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν.
Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ·
καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων.
Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ.
Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ Θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.
Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύματος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν.
Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ·
ἀκούσασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι.
Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ, λεγούσῃ «Τίς ἥκει ὧδε;»
εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος·
«Θέλεις ἰαθῆναι;»
Ἡ δὲ εἶπεν·
«Ναί, κύριε, αὐτὸ εὔχομαι.»
Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος·
«Πορεύθητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ·
ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν·
ἀλλὰ τοῦτο ποίησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ.
Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.»
Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμένη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα·
«Κύριε, ὁ ἐν τῷ τόπῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.»
Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα·
«Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.»
Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς·
ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου.
Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων.
Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν Θεὸν τοῦ τελεί ως καταξιωθῆναι τῆς χάριτος τοῦ Θεοῦ.
Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ.
Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπο ρευόμενοι ὕμνουν τὸν Θεὸν δι' ὅλης τῆς νυκτός.
Ἡνίκα δὲ ἀνέβαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλα βεῖν τροφῆς.
∆ιὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥρας οὔσης ἕκτης τῆς νυκτός.
Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγ μένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν.
Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι.
Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως.
Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν Θεόν.
Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογγῖνος, λέγων·
«Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφαλήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης.
Ἐρωτῶ δὲ τοῦτο·
τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπιγείῳ;»
Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν·
«∆έομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.»
Ἀκούσας δὲ ταῦτα, ἀπέστη ἀπ' αὐτῆς.
Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου.
Ἐργαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν·
«Νεανίσκε Χρηστίων, θέλεις στρατεύσασθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;»
Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ·
«Τίς εἶ, κύριε, ὁ στρατεῦσαί με βουλόμενος;»
Ὁ δὲ εἶπεν·
«Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.»
Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν·
«Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.»
Καὶ παραχρῆμα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος.
Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι·
καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα.
Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν·
ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρήξασα, ἔκειτο ὡσεὶ νεκρά.
Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐτήν·
εἶπεν δὲ αὐτῇ·
«Τί κλαίεις;»
Ἡ δὲ εἶπεν·
«Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.»
Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος·
«Μὴ πλανῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ·
αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐ δὲ ἀπώλετο,
ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ.
Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου·
καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.»
Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο·
αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν·
καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν.
Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα.
Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ.
Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος·
«Μὴ κλαῖε ἐπὶ τούτῳ·
αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν.
Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.»
Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν.
Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως·
προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος.
Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων·
«Ἵνα τί βλασφημεῖς με;»
Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν·
«Τίς εἶ, κύριε;»
Ὁ δὲ εἶπεν·
«Ἐγώ εἰμι Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας.»
Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν·
«Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν.»
Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν·
«Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς.
Ἀλλ' ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται.»
Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί·
ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον.
Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ·
«Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;»
Ἡ δὲ εἶπεν·
«Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα.»
Καὶ εὐθέως ἀφανὴς ἐγένετο.
Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν Θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ.
Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου·
καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ .....τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Τοῦ Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον.
Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν Ἥλιον τῆς δόξης Σταυρῶ προσηλωθέντα, καὶ τοὶς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐνάσθης αὐτοῦ ταὶς ἀστραπαίς, καὶ ἤθλησας Λογγίνε εὐσεβῶς, διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτρούσαι τοὺς ἐκβοώντας, δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.